406
τοῦτόν τε τοῖς στρατιώταις παρακατέθετο, ινα μὴ δοκῇ ὑπ' αὐτοῦ θνήσκειν, καὶ τῷ χιλιάρχῳ τὸ σύνθημα αἰτοῦντι "πρὸς τὸν ἀνατέλλοντα" ειπεν "απιθι· ἐγὼ γὰρ δύομαι ηδη." αριστα ουν αρξας μετήλλαξε, ζήσας μὲν ετη πεντήκοντα καὶ ἐννέα, τριάκοντα καὶ ὀκτὼ ἐνδέοντα ἡμερῶν, αὐταρχήσας δὲ ετη ἐννεακαίδεκα καὶ ἡμέρας ενδεκα. ην γὰρ καὶ φύσει ἀγαθὸς ἀνήρ, πλεῖστα δὲ καὶ ὑπὸ παιδείας βελτίων ἐγένετο. οὐ μέντοι ἀξίως τῆς ἀρετῆς εὐδαιμόνησεν. ἐντεῦθεν δὲ μᾶλλον θαυμάσειεν αν τις αὐτόν, οτι καὶ ἀλλοκότοις καὶ ἐξαισίοις χρησάμενος πράγμασιν αὐτός τε περιεγένετο καὶ τὴν ἀρχὴν διεσώσατο. 3.86 Τούτου κρατοῦντος ὁ ἱερὸς Πολύκαρπος ὁ Σμύρνης ἀρχιερεὺς τὸν μαρτυρικὸν ἀνεδήσατο στέφανον· καὶ ὁ μέγας ἐπὶ λόγοις καὶ μείζων ἐν ὁμολογίᾳ ̓Ιουστῖνος ἐνήθλησεν, ου πολλὰ μέχρι τοῦδε συγγράμματα σώζονται. τῷ δὲ ὀγδόῳ ετει τῆς Μάρκου Οὐήρου τοῦ ̓Αντωνίνου τούτου ἀρχῆς ̓Ανίκητος τελευτᾷ, ετη εν ἐπὶ δέκα τῆς ̔Ρωμαίων ἐκκλησίας προστάς· καὶ τοῦτον Σωτὴρ διαδέχεται. καὶ Κελαδίωνος μετὰ δέκα καὶ τέσσαρα ετη τὴν ζωὴν ἐκμετρήσαντος ̓Αγριππῖνος τὴν ̓Αλεξανδρέων ἐπισκοπὴν ἐγκεχείριστο. καὶ τῆς ̓Αντιοχέων ἐκκλησίας μετὰ Ηρωνα Κορνηλίου προστάντος τετάρτου, πέμπτος Ερως αὐτὸν διεδέξατο, κἀκεῖνον εκτος Θεόφιλος, ος καὶ κατὰ Μαρκίωνος ἐγγράφως ὡπλίσατο· ον εβδομος διεδέξατο Μαξιμῖνος. τοῦ ̔Ρωμαίων δὲ ἀρχιερατεύσαντος Σωτῆρος μεταστάντος τῶν γηίνων, ἀντεισῆκτο ̓Ελεύθερος. Κόμοδος δὲ ὁ υἱὸς ̓Αντωνίνου Μάρκου αριστα παρὰ τοῦ πατρὸς τραφείς τε καὶ ἀναχθεὶς οὐ κατὰ τὴν παιδείαν ἀποβεβήκει ηνπερ πεπαίδευτο. ἀλλ' ακακος μὲν ην καὶ πρὸς πανουργίαν ἀποπεφύκει, δειλὸς δὲ ων καὶ τοῖς συνοῦσι πειθόμενος δι' ἁπλότητα τὰ ηθη τε διεφθάρη καὶ εἰς ἀσέλγειαν καὶ μιαιφονίαν προήχθη, ἐννεακαιδεκέτης τυγχάνων οτε τῆς ἐξουσίας ἐκράτησεν. οθεν τὰς συμβουλίας τῶν ἀρίστων τῆς βουλῆς παρωσάμενος, ους ἐπιτρόπους αὐτῷ ἐπέστησεν ὁ πατήρ, σπένδεται τοῖς βαρβάροις καὶ εἰς τὴν ̔Ρώμην ὑπονοστεῖ, ουτε πονεῖν ἐθέλων καὶ ἐρρᾳστωνευμένης ἐρῶν βιοτῆς. οθεν καὶ πλειστάκις ἐπεβουλεύθη, καὶ συχνοὺς ἀπέκτεινεν οὐκ ανδρας 3.87 μόνον, ἀλλὰ καὶ γυναῖκας, καὶ σχεδὸν πάντας τοὺς τότε ἀνθήσαντας, ατερ Πομπηιανοῦ καὶ Περτίνακος καὶ Βικτωρίνου, ωστ' απορον λογίζεσθαι τοῖς ταῦτα συγγραψαμένοις οπως ἐκεῖνοι τὸν φόνον τότε διέφυγον. εἰσιόντι δὲ αὐτῷ εἰς τὸ θέατρον τὸ κυνηγετικὸν ἐπεβούλευσε Κλαύδιος Πομπηιανός. ξίφος γὰρ ἐν τῇ τῆς εἰσόδου ἀνατείνας στενοχωρίᾳ εφη "τοῦτό σοι πέπομφεν ἡ βουλή." τούτῳ κατηγγύητο μὲν ἡ θυγάτηρ Λουκίλλης τῆς τοῦ Κομόδου ὁμαίμονος, συνεφθείρετο δὲ καὶ αὐτὴ ἡ Λουκίλλα ουτ' ἐπιεικεστέρα ουτε σωφρονεστέρα ουσα τοῦ ἀδελφοῦ. διὸ καὶ τὸν Πομπηιανὸν ἀνέπεισεν ἐπιθέσθαι τῷ Κομόδῳ, καὶ ἐκεῖνον καὶ ἑαυτὴν προσαπώλεσεν. ἀνεῖλε δὲ καὶ τὴν γυναῖκα Κρισπῖναν ὁ Κόμοδος, μοιχείαν ἐπεγκαλέσας αὐτῇ. καὶ ει τις εκαστον τῶν ὑπ' ἐκείνου κτανθέντων η διὰ συκοφαντίας ψευδεῖς η δι' ὑποψίας εἰκαίας η διὰ πλοῦτον βαθὺν η διὰ γένους λαμπρότητα η διὰ παιδείας ὑπεροχὴν η δι' ἀρετῆς εὐδοκίμησιν ἀκριβώσασθαι τῇ συγγραφῇ βουληθῇ, οχλον αν παρέξοι τοῖς ἐπιέναι τὸ σύγγραμμα μέλλουσιν. ̓Εγένοντο δὲ καὶ πόλεμοι αὐταρχοῦντος αὐτοῦ πρός τε τοὺς ὑπὲρ τὴν ∆ακίαν βαρβάρους καὶ μέγιστος ὁ Βρεττανικός, ἐφ' ον Μάρκελλον Ουλπιον επεμψεν, ανδρα ἐγκρατῶς τε ζῶντα καὶ στρατιωτικῶς, ἀδωρότατόν τε καὶ ἀϋπνότατον φύσει καὶ ετι μᾶλλον ἐξ ἐγκρατείας. ινα γὰρ μηδὲ αρτου κορέννυται, πολυήμερόν τε καὶ παλαιότατον αὐτὸν ησθιεν, ωστε μηδὲ δύνασθαί τι φαγεῖν τοῦ ἀναγκαίου πάνυ ἐπέκεινα. ουτος τοὺς ἐν Βρεττανίᾳ βαρβάρους σφό3.88 δρα ἐκάκωσεν. οθεν διὰ τὴν ἀρετὴν αὐτοῦ ὀλίγου ἀπέκτεινεν αν τὸν ανδρα ὁ Κόμοδος. Περέννιος δὲ ὁ τοῦ δορυφορικοῦ αρχων, τοῦ Κομόδου ἁρματηλασίαις καὶ ἀσελγείαις ἐσχολακότος, ἠναγκάζετο τά τε στρατιωτικὰ καὶ τὰ τοῦ κοινοῦ διοικεῖν. ει τι γοῦν τοῖς στρατιώταις ἀπήντα που δυσχερές, ἐπ' ἐκεῖνον τοῦτο ἀνέφερον καὶ ἐμηνίων αὐτῷ.