406
δροσίζει. Ψέγει. μέμφεται. Ψελλίζει. τραυλίζει. Τὸ Ψ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Ψηνᾶσ. ἐπίθετον. Ψηνόσ. ὁ φαλακρός. παρὰ τὸ ψῶ. η παρὰ τὸ ψήσω ψηνός. Ψῆνεσ. οἱ τῶν φοινίκων καρποὶ καὶ οἱ κλάδοι. καὶ ονομα ἰχθύων. καὶ τὰ ἐν τοῖς ὀλύνθοις γινόμενα *κωνώπια.* (Θηλυκόν.) Ψηλαφία. ἡ ψηλάφησις. Ψῆττα. ονομα ἰχθύος. καὶ ψῆσσα. psi.1872 Ψηφίδεσ. οἱ μικροὶ λίθοι. Ψῆφοσ. ἡ κρίσις. ἡ ἀπόφασις. καὶ ψηφηφορία. (Οὐδέτερον.) Ψήγματα. αἱ τοῦ χρυσίου ινες. Ψησσίον. ονομα ἰχθύος. ( ̔Ρῆμα.) Ψηάλαι. ψῆλαι. ψᾶλαι. Ψηκτρίζω. Ψηλαφῶ. ἡ μεταφορὰ ἀπὸ τῶν μήλων. μῆλα δὲ τὰ πρόβατα. μηλαφῶ ουν τὸ ἐφάπτομαι τῶν μήλων. τροπῇ τοῦ ˉμ εἰς ˉψ ψηλαφῶ. η παρὰ τὸ ψῶ, τὸ προσεγγίζω, καὶ τὸ ἁφῶ, τὸ ψηλαφῶ, ἁφῶ καὶ ψηλαφῶ. Ψηνίζω. φαλακρίζω. Ψηνίξαι. *κινῆσαι,* ξύσαι η σοβῆσαι. Ψῆσαι. ὁμαλίσαι. Ψήχω. τὸ ὁμαλίζω. Τὸ Ψ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Ψίδων. κύριον. καὶ κλίνεται Ψίδωνος. Ψιθυρισμόσ. ἀπαῤῥησίαστον φθέγμα καὶ λαθραία κακολογία. παρὰ τὸ ψίω, τὸ λεπτύνω, καὶ τὸ θύρα. σημαίνει δὲ καὶ τὰ χείλη, περιφραστικῶς. †Ψίθυρ. λέγεται καὶ ψίθυρος. οιον ψίθυρ, ψίθυρος, ψιθύρου. ὡς μάρτυς, μάρτυρος, μαρpsi.1873 τύρου. τὸ δὲ ψίθυρ παρὰ τὸ ψοῖθος, ο σημαίνει τὴν λοιδορίαν. η παρὰ τὸ ψίω, τὸ λεπτύνω, καὶ τοῦ θύρα. σημαίνει δὲ τὰ χείλη, περιφραστικῶς.† Ψιλίασ. κύριον. Ψιλόσ. ὁ γυμνός. παρὰ τὸ ψῶ, τὸ λεπτύνω. η παρὰ τὸ ψίω, ο σημαίνει τὸ απτομαι. εὐχερῶς γάρ τις απτεται τοῦ ψιλοῦ καὶ ψιλότητος. Ψίττακοσ. κύριον. καὶ ονομα πτηνοῦ. (Θηλυκόν.) Ψιάσ. ἡ δρόσος. Ψιλή. ποιότης συλλαβῆς, καθ' ην ακροις χείλεσι τὸ φθέγμα προφέρεται. παρὰ τὸ ψῶ, τὸ λεπτύνω. ἐξ ου καὶ ψιλὸν στρατιώτην λέγει τὸν αοπλον καὶ γυμνόν. ειτουν τὸν ἀσθενῆ καὶ ἀδύνατον. η παρὰ τὸ ψίω, τὸ απτομαι, ψιλὸς καὶ ψιλή· εὐχερῶς γάρ τις απτεται τοῦ ψιλοῦ. Ψινάδεσ. αἱ αμπελοι. Ψὶξ, ψιχόσ. ἡ ψιχία. Ψιττάκη καὶ ψιττάκια. ὑποδήματα γυναικείου ειδους. Ψιλὰ λέγονται τὸ γ, τὸ κ, τὸ π καὶ τὸ τ, ἐπειpsi.1874 δὴ ψιλουμένου φωνήεντος ἐπιφερομένου εἰς δασὺ τρέπεται. οιον· αὐτίχ' ὁ μὲν ἐπορεύετο. Ψῖ. τὸ στοιχεῖον. οτι συριγμόν τινα εχει ἡ τούτου ἐκφώνησις. καὶ οτι ὁ συριγμὸς οὐκ εστιν αλλό τι η μόνον ψ. αλλοι δὲ, οτι ἑνὸς ψαύει χρόνου διπλοῦν ον. Ψινύθιον. φαῦλον, η καὶ ψευδές. Ψιχίον. ..... *Ψιθυρίζειν. τινὲς ὀνοματοποιεῖσθαι φασὶν, ὡς τό· κρίκε δὲ ζυγόν. καί· σίζε ὁ ὀφθαλμός. κυρίως δὲ ἐπὶ τῶν ψευδομένων τὸ ψιθυρίζειν λαμβάνεται.* *Ψιμμυθίζω. καλλωπίζω.* Ψίσω. ποτίσω. ἐξ ου καὶ ψιὰς, ἡ κατ' ὀλίγον κατερχομένη δρόσος. Ψίω. ἐμβρωματίζω. η τὸ λεπτύνω. η τὸ απτομαι. Τὸ Ψ μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) Ψοίθησ. ὁ ἀλαζών. psi.1875 Ψοῖθοσ. σποδός. ευρον καὶ διὰ τοῦ ˉυ ψιλοῦ τὸ ψύθος. σημαίνει δὲ τὴν λοιδορίαν. Ψολόεις κεραυνόσ. ὁ ὀξέως φερόμενος καὶ αμα τῷ ψαύειν ὀλλύμενος. Ψόφοσ. κτύπος. Ψοφοδεήσ. δειλός. παρὰ τὸ δέος, ο σημαίνει τὸν φόβον, καὶ τὸ ψόφος. Ψόαι, ψοιαὶ καὶ ψύαι. αἱ λαγόνες η τὰ νῶτα. παρὰ τὸ ψαύω. ἡ ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς ουσα τοῖς ὀστέοις. ουτως Εἰρηναῖος. Ψολοκομπία. ἀλαζονεία. Ψοφοδεέσ. δειλόν. Ψοφῶ. τὸ ἠχῶ. Τὸ Ψ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Ψύδαξ η ψύδραξ. τὸ ἐπὶ τοῦ σώματος ἐξάνθημα. Ψυκτήρ. οπου τὰς ὀπώρας ψυχρίζουσιν η καὶ τὰς κύλικας, ητοι τὰ ποτήρια νίζουσι. Ψυλλεῖσ. ἐθνικόν. psi.1876 Ψυχρὸς λόγοσ. ἀσθενὴς, μηδὲν χρήσιμον εχων. παρὰ τὸ ψύχος ψυχηρὸς καὶ ἐν συγκοπῇ ψυχρός. Ψυχικόσ. ὁ τὰ τῆς σαρκὸς φρονῶν. ψυχικὸς ανθρωπος οὐκ οιδε τὰ τοῦ πνεύματος. Ψυχόλεθροσ. ὁ ἀπολλύων τὰς ψυχάς. τὰ διὰ τοῦ ολεθρος συγκείμενα διὰ τοῦ ˉω γράφεται, οιον ἀνώλεθρος, βιώλεθρος, ἐπώλεθρος καὶ τὰ ομοια, πλὴν τοῦ ψωμόλεθρος καὶ ψυχόλεθρος. Ψύαι. αἱ λαγόνες, η τὰ νῶτα, η μέρος τι τοῦ σώματος. Ψυχή. ειρηται μὲν ἐν τῇ γραφῇ τῇ παλαιᾷ διττῶς ἡ ψυχή· τουτέστιν ἡ λογικὴ καὶ ἡ αλογος. ἡ λογικὴ τῶν λογικῶν, καὶ ἡ αλογος τῶν κτηνῶν καὶ τῶν λοιπῶν ἐμψύχων. ψυχὴ λογική ἐστιν οὐσία νοερὰ ἀνώνυμος καὶ ἀγνώριστος, λεπτὴ, αϋλος καὶ ἀσχημάτιστος, εἰκὼν θεοῦ καὶ τύπος σώματος, ζωτικὴ καὶ συστατική. ειρηται δὲ ψυχὴ διὰ τὸ ψύχειν ητοι διὰ τῶν οἰκείων ἐνεργειῶν ζωοποιεῖν τὸ σῶμα. ψυχὴ