Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
προφήτας, καὶ λιθο- βολήσαντες τοὺς ἀπεσταλμένους, κατισχύσαν[τες] δὲ τὴν ἑαυτῶν φλόγα προσεπενεγκόντες τοῖς προλαβοῦ- σιν ἐγκλήμασι τὰς κατὰ Χριστοῦ παροινίας. Προστε- θείκασι γὰρ τοῖς οἰκέταις τὸν Υἱὸν, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς τό γε ἧκον εἰς ἑαυτοὺς ἀπεκτόνασιν, εἰ καὶ ἀνεβίω Θεὸς ὢν καὶ ζωή. Ἐπειδὴ δὲ τὴν διὰ Χριστοῦ παίδευσιν οὐ προσήκαντο, ταῖς τοῦ νόμου σκιαῖς ἐμ- μένοντες· ταύτῃτοι, καὶ μάλα εἰκότως, ὡς φῶς μὲν ἔχειν οἰομένους τὸ ἀπὸ τοὺ νόμου, οὐ μὴν καὶ ἔχον- τας ἀληθῶς, τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποπέμπε- ται, λέγων· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε. Οὐ γὰρ φῶς ἦν αὐτοῖς, ἀλλὰ τὸ δοκεῖν εἰδέναι τὸν νόμον, μὴ μὴν ἔτι προσίεσθαι θέλειν τὰ διὰ Χριστοῦ, πυρὸς αὐτοῖς καὶ φλογὸς γέ- γονε πρόξενον. Ὅτι γὰρ ἐκτετίκασι δίκας τῆς εἰς Χριστὸν παροινίας μετὰ τοῦ καὶ ἐναποβιῶναι ταῖς ἁμαρτίαις ἐνισχημένους, καθίστησιν ἐναργὲς προσ- επενεγκών· ∆ι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν. Ἐν λύπῃ κοιμηθήσεσθε. Ποῖα ταῦτα; Πεπόρθηται γὰρ αὐτῶν ἡ χώρα, κακοί τε κακῶς ἀπολώλασι, καὶ ἥλω μὲν ἡ ἁγία πόλις, καὶ πέπτωκεν ὑπὸ χεῖρας ἐχθρῶν, κατ- επρήσθη δὲ καὶ αὐτὸς ὁ νεὼς, ἐκοιμήθησαν δὲ καὶ ἐν λύπῃ. Οἱ γὰρ τελευτῶντες ἀπερικάθαρτοι, καὶ τὴν διὰ Χριστοῦ λύτρωσιν οὐκ ἀξιωθέντες ἑλεῖν, οὐκ ἐν ἐλ- πίδι γερῶν καὶ θυμηδίᾳ πνευματικῇ, ἀλλ' ἐν φόβῳ κολάσεων καὶ ἐν λύπῃ δι' αὐτὰς κοιμηθήσονται. 9Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Ἐμβλέψατε εἰς τὴν στε- ρεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βό- θυνον τοῦ λάκκου, ὃν ὠρύξατε. Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα αὐτὸν, καὶ ἠγάπησα αὐτὸν, καὶ ἐπλήθυνα αὐτόν.9 Κατονειδίσας ἀρκούντως τοῖς ἀπεσκληκόσι τὸ ἀληθὲς, καὶ τὴν συμβησομένην αὐτοῖς κόλασιν ἐναρ- γῆ καταστήσας, εἰ μὴ ἕλοιντο τοῖς εὐαγγελικοῖς κατ- ακολουθεῖν θεσπίσμασιν, ἐπιμένουσι γαῦρόν τε καὶ ἀπηνῆ τὸν τῆς ἑαυτῶν διανοίας ἀνατείναντες αὐχένα, μεθίστησιν ἐπὶ καιροῦ τοὺς τῆς παραινέσεως λόγους ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας. Οὐ γὰρ εἰσάπαν ἀπόλωλε τὸ τῶν Ἰουδαίων ἔθνος, σέσωσται δὲ τὸ κατάλειμμα κατὰ τὴν τοῦ προφήτου φωνήν. Καὶ γοῦν, ὡς ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων γέγραπται, πλεῖστοι παρεδέξαντο τὸν περὶ Χριστοῦ λόγον, ἐπέγνωσαν τὴν ἐπιφάνειαν τῆς δόξης αὐτοῦ. Τούτοις οὖν ἄρα προσδιαλέγεται, καί φησιν· Ἀκού-σατέ μου, οἱ διώκοντες δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Τὸ δίκαιον δέ φησιν ἀντὶ τοῦ, τὴν δικαιοσύ- νην, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ, τὴν διά γε, φημι, τῆς εἰς αὐτὸν πίστεως, δικαιούσης τὸν ἀσεβῆ, καὶ ῥύπου παντὸς ἀπαλλαττούσης τοὺς μεμολυσμένους, καὶ 70.1105 ἁγιαζούσης ἐν Πνεύματι, καὶ τὸ λαμπρὸν τῆς υἱοθε- σίας περιποιούσης καύχημα. ∆ιώκουσι δὲ τὸ δίκαιον, οὐχ ὡς ἐλαύνοντες αὐτὸ, καὶ τῆς ἑαυτῶν ἀποστή- σαντες διανοίας, ἀλλ' ὡς ἐπ' αὐτὸ τρέχοντες, ἵνα καὶ καταλάβωσι. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος ἔφη ∆αβίδ· "6Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν."6 Ἤγουν καὶ κατ' ἐκεῖνο νοήσεις, ὃ ἐνήνεκται λέγων παρ' ἑνὶ τῶν ἁγίων προφητῶν· Ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ὑψίστου; ∆ιώκουσι τοίνυν τὸ δίκαιον, ὡς ἔφην, ἵνα εὑρόντες ἁρπάσωσιν. Οὗτοι δ' ἂν εἶεν οἱ καὶ αὐτὸν ζητοῦντες τὸν Κύριον, τοῦτ' ἔστι τὸν Χριστόν. Εὑρίσκουσι γὰρ διὰ πίστεως, καλοῦντος εἰς τοῦτο αὐτοὺς τοῦ Θεοῦ καὶ Πατρός. Καὶ γοῦν ἔφη που Χριστὸς τοῖς Ἰουδαίων δήμοις· "6Μὴ γογγύζετε μετ' ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν."6 Πλὴν ἐκεῖνο ἄθρει· Προσδιαλέγεται ὁ Θεὸς οὐ πᾶσιν ἁπλῶς, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν διώκοντες μὲν τὸ δίκαιον, ζητοῦντες δὲ καὶ αὐτὸν, κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. Οὐκ- οῦν θεοδίδακτοι πάντες εἰσὶν οἱ διὰ πίστεως τῆς ἐν Χριστῷ κεκλημένοι πρὸς ἐπίγνωσιν ἀληθείας. Τί δ' ἂν βούλοιτο δηλοῦν καὶ τῶν ἐννοιῶν ἡ δύναμις, ἐροῦμεν ὡς ἔνι. Πλείστη μὲν γὰρ ὅση τις ἦν τῶν Ἰουδαίων πληθὺς, ὀλιγοστοὶ δὲ παντελῶς οἱ ἐξ αὐτῶν πιστεύσαντες. Πλὴν ὅτι προβήσονται