407
Βυζαντίου, ἀλλ' ὅτι καὶ τῶν φίλων ἔμελλεν οὐκ ὀλίγους ἀπολεῖν. ὅμως δὲ 2.606 οὐ παντάπασι τῶν ἐλπίδων ἀπογνοὺς ἐχώρει ἐπὶ τὸ Βυζάντιον νυκτός. οἱ προδιδόντες δὲ καὶ αὐτοὶ ὑπό τινος ἀνάγκης κωλυθέντες τοῖς τείχεσιν ἐπιχειρεῖν κατὰ τὴν προθεσμίαν, εἰς τὴν ὑστεραίαν, καθ' ἣν ἐν βασιλείοις ἡ κατὰ πατριάρχου σύνοδος συνεκροτεῖτο, διώρυττον τὴν χρυσῆν πύλην συνελθόντες ἐν πολλῇ ταραχῇ καὶ σάλῳ ὄντες καὶ αὐτοί. ἐδεδίεσαν γὰρ, μὴ τῇ προγεγενημένῃ νυκτὶ ἐλθὼν ὁ βασιλεὺς καὶ τῶν συντεθειμένων ἠνυσμένων εὑρηκὼς μηδὲν, αὐτὸς μὲν αὖθις ἀνεχώρησεν, αὐτοὶ δὲ ὑφ' ἑαυτῶν καταπροδοθέντες διαφθαρῶσιν. ὅμως οὐδ' αὐτοὶ τὰς τοῦ σώζεσθαι ἐλπίδας ἀπογνόντες διώρυττον τὴν πύλην· ἦσαν γὰρ σύστημα οὐκ ἀγεννὲς ἐκ πεζῶν τε καὶ ἱππέων, καὶ ἐθάῤῥουν σφίσιν ἑαυτοῖς, ὡς ἀμυνουμένοις, ἄν τις ἐπίῃ. κἂν διορύξαντες μὴ εὕρωσι παρόντα τὸν βασιλέα, πρὸς αὐτὸν ἀποχωρεῖν. ἐκεῖνοι μὲν οὖν τοιαύτῃ γνώμῃ διώρυττον. ἡ δὲ ἐν βασιλείοις σύνοδος, ἐπεὶ ἐκ πολλῶν ἀπεδείκνυ πατριάρχην αὐτόν τε περὶ τὰ ὀρθὰ τῆς ἐκκλησίας δόγματα ἔχοντα οὐχ ὑγιῶς καὶ τοὺς ἄλλους ἀναγκάζοντα ἐκείνῳ συμφρονεῖν, γνώμῃ κοινῇ καθαίρεσιν αὐτοῦ καταψηφίζονται. δι' ἃ δὴ καὶ μάλιστα ἔδοξεν ὕστερον βασιλεύς τε καὶ οἱ πράττοντες τὴν ἅλωσιν συνελθεῖν κατὰ τὴν προθεσμίαν κωλυθῆναι, ἵνα μὴ μνησικακῶν αὐτὸς δοκοίη τῶν θρόνων καθαιρεῖν· ἀλλ' ἀκριβῶς εἴη τῶν ὀρθῶν δογμάτων τῆς διαστροφῆς εὐθύνη. οἱ μὲν οὖν ἀρχιερεῖς, ἐπεὶ ταῦτα ἔπραξαν, καὶ τῶν ἀπόντων διὰ τὸ ὑποπτεύεσθαι ἀρ 2.607 χιερέων συνεπιψηφισαμένων, ἀνεχώρουν ἕκαστος πρὸς τὰς οἰκήσεις ἤδη πόῤῥω νυκτῶν. βασιλεὺς δὲ ἐπεὶ παρῆν, τῶν ἔνδον τὰ ἐκείνου πραττόντων τὴν χρυσῆν διορυξάντων πύλην, εἰσήλαυνεν οὐδενὸς ἀνθισταμένου, ἀλλὰ δι' εὐφημίας αὐτὸν ἀγόντων παντὸς τοῦ δήμου, καὶ τοῖς τε στρατιώταις ἀπεῖπε μὴ χωρεῖν πρὸς ἁρπαγάς· καὶ τὸν δῆμον ἐκώλυεν ὅσα δυνατά. ὅθεν οὐδὲ ἐγένετό τις κίνησις ἐπὶ τοὺς δοκοῦντας ᾑρῆσθαι τὰ βασιλίδος, πλὴν εἴπου τινὰς αὐτῶν ἐζημίωσαν οἱ γείτονες. καὶ τῶν στρατιωτῶν δὲ ὀλίγοι ἐπὶ τὰς οἰκίας τῶν πολεμίων, βασιλέως μὴ εἰδότος, ἐπελθόντες ἐποιήσαντό τινα μετρίαν ἁρπαγήν. βασιλεὺς δὲ ἄχρι τῆς Πορφυρογεννήτου καλουμένης οἰκίας προελθὼν, πρῶτα μὲν ἐκέλευε μηδένα χωρεῖν κατὰ τῶν βασιλείων, ἀλλὰ ἀτρεμεῖν, ὡς αὐτὸς διαθησόμενος τὰ κατὰ βασιλίδα ᾗ δοκεῖ ἔχειν ἄριστα. ἐπεὶ δὲ διέφαινεν ἤδη ἡμέρα, διὰ μέσης τῆς ἀγορᾶς ἐβάδιζεν ἐπὶ θεομήτορος τὸ τῆς Ὁδηγητρίας τέμενος, τὴν ὀφειλομένην προσκύνησιν καὶ τὴν εὐχαριστίαν τῆς νίκης ἀποδώσων τῇ μητρὶ τοῦ θεοῦ. αὖθις δὲ διὰ τῆς αὐτῆς ἐπανήκων ἐπὶ τὴν τοῦ Πορφυρογεννήτου κατέλυσεν οἰκίαν. βασιλὶς δὲ ὡς εἶχε τά τε βασίλεια ἠσφαλίζετο, τοῖς οἰκείοις καὶ μάλιστα δοκοῦσιν εὔνοις ἐπιτρέπουσα τὴν φυλακήν. καὶ ἐκ τῶν ἐν Γαλατᾷ βοήθειαν μετεκαλεῖτο. οἱ δὲ αὐτίκα ἦσαν ἐν τοῖς ὅπλοις καὶ ὥρμηντο προθύμως βοηθεῖν· τριήρεις τε πληρώσαντες, ὅσαι ἦσαν, αὐθωρὸν καὶ λέμβους ἐφοπλίσαντες πρὸς 2.608 τὰ βασίλεια ἐπεραιοῦντο. ἀντιταξάμενοι δὲ αὐτοῖς ἐκ τῶν μετὰ βασιλέως στρατιωτῶν τινες, ἅμα καὶ τοῦ δήμου προσεπιβοηθοῦντος, οὐκ εἴων τῇ γῇ προσχεῖν, ἀλλ' ἀπεπέμποντο βάλλοντες συχνοῖς τοῖς βέλεσιν. ὁρῶντες δὲ καὶ ἐκεῖνοι, ὡς οὐκ ἀντισχήσουσι πρὸς τοσούτους, πρότερον γὰρ ᾤοντο ὑπὲρ βασιλίδος αὐτοῖς καὶ τὸν δῆμον συμπροσθήσεσθαι, ἀνεχώρουν τε καὶ οὐκέτι ὕστερον ἐπεβοήθουν. βασιλεὺς δὲ κατ' ἐκείνην τὴν ἡμέραν μηδὲν πλέον μήτε πράξας, μήτε εἰπὼν, εἰς τὴν ὑστεραίαν τούς τε ἐπισκόπους, ὅσοι ἦσαν, μεταπεμψάμενος ἐν Βυζαντίῳ καὶ τῶν τῷ κλήρῳ κατειλεγμένων τῆς ἐκκλησίας τοὺς μάλιστα ἐν λόγῳ, πρῶτον μὲν περὶ τῶν κατὰ τὸν πόλεμον συμβεβηκότων διειλέχθη, ὡς οὔτε ἐξαρχῆς ἕλοιτο αὐτὸς, οὔτε τοῖς βασιλέως ἐπιβουλεύσειε παισὶν, ὥσπερ ὑπὸ τῶν συκοφαντῶν κατηγορεῖτο, ἀλλ' ὑπ' ἐκείνων διὰ φθόνον κεκινημένου ἐπιβουλευσάντων, ἀναγκαίως τῆς αὐτοῦ καὶ τῶν συνόντων σωτηρίας ἕνεκα ἠμύνετο. εἰς ἀνάγκην δὲ ἐλθὼν καὶ βαρβάροις χρήσαιτο συμμάχοις, Μυσοὺς καὶ Τριβαλοὺς καὶ αὐτοὺς τοὺς βαρβάρους ἐκείνων ἐπαγόντων.