407
οἱ ἐν Βρεττανίᾳ τοίνυν στρατιῶται στασιάζοντες καὶ διὰ τοῦτο ἐπιτιμηθέντες χιλίους ἐπὶ πεντακοσίοις ἐξ ἑαυτῶν εἰς τὴν ̓Ιταλίαν επεμψαν· οις τῇ ̔Ρώμῃ πλησιάσασιν ὁ Κόμοδος προϋπήντησε καὶ ειπεν "ω συστρατιῶται, τί βουλόμενοι πάρεστε;" οἱ δέ "ηκομεν" εφασαν "ἐπεί σοι ἐπιβουλεύει Περέννιος." καὶ ος ἐπείσθη καὶ τὸν ανδρα ἐξέδωκεν· καὶ οἱ στρατιῶται αὐτὸν καὶ ᾐκίσαντο καὶ κατέκοψαν, διαγαγόντα τὴν ἀρχὴν ἀδωρότατά τε καὶ σωφρονέστατα. ουπερ ἀπαλλαγέντες οἱ Καισάρειοι, ων ὁ Κλέανδρος κορυφαιότατος ἐτύγχανεν ων, απαν εδρων χείριστον ἀδεῶς· πάντα γὰρ ἐπώλουν καὶ υβριζον καὶ ἠσέλγαινον. ̔Ο δὲ Κλέανδρος μέγα ὑπὸ τῆς τύχης ἀρθεὶς καὶ ἐχαρίσατο καὶ ἐπώλησε βουλείας, στρατείας, ἐπιτροπείας, ἡγεμονίας καὶ ἁπλῶς ξύμπαντα. καί τινες πάντων ων ειχον τὸ βουλευταὶ γενέσθαι ἐπρίαντο, ωστε καὶ λεχθῆναι ἐπὶ ̓Ιουλίῳ Σόλωνι ἀφανεστάτῳ ἀνδρὶ οτι τὴν οὐσίαν ἀφαιρεθεὶς ἐξωρίσθη εἰς τὸ συνέδριον. καὶ ὑπάτους εἰς ενα ἐνιαυτὸν εικοσι καὶ πέντε ἀπέδειξεν, ο μήτε πρότερον μήτε υστερον ἐγένετο. πάντοθεν ουν ἀργυρολογῶν ἐκτήσατο πάμπολλα, ἀφ' ων πλεῖστα τῷ τε Κομόδῳ ἐδίδου καὶ ταῖς αὐτοῦ παλλακαῖς. καίτοι δ' ουτως ὑπὸ τῆς τύχης ἀρθεὶς ἀτίμως ἀπώλετο. σιτοδείας γὰρ ἐν 3.89 ̔Ρώμῃ συμβάσης πλέον αὐτὴν Παπίριος ∆ιονύσιος ἐπὶ τοῦ σίτου τεταγμένος ἐπέτεινεν, ὡς αν τὸν Κλέανδρον οἱ ̔Ρωμαῖοι μισήσωσί τε καὶ διαφθείρωσιν ὡς αιτιον τοῦ κακοῦ διὰ κλέμματα. ηγετο τοίνυν ἱπποδρομία· καὶ μελλόντων τῶν ιππων ἀγωνιεῖσθαι εἰσέδραμε παιδίων πλῆθος εἰς τὸν ἱππόδρομον· καὶ τῶν παρθένος τις ἡγεῖτο μεγάλη καὶ βλοσυρά, η δαίμων ἐς υστερον ἐνομίσθη. καὶ συνεβόησαν μὲν τὰ παιδία, καὶ ὁ δῆμος ἐκ τούτου ἐξέκραγε καὶ ωρμησε πρὸς τὸν Κόμοδον ἐν προαστείῳ οντα, ἐκείνου μὲν ὑπερευχόμενος, τοῦ Κλεάνδρου δὲ κατευχόμενος· ὁ δὲ στρατιώτας επεμψεν ἐπ' αὐτούς, οι καὶ ετρωσάν τινας καὶ ἀπέκτειναν, ἀνεῖρξαι δὲ τὸν δῆμον οὐκ ισχυσαν, ἀλλὰ τῷ πλήθει θαρρῶν η τῇ τῶν δορυφόρων ἰσχύϊ ἐκεῖνος ἠπείχθη. πλησιαζόντων δὲ ουτως ὁ Κόμοδος εδεισε, δειλότατος ων, ὡς αὐτίκα τόν τε Κλέανδρον καὶ τὸ παιδίον αὐτοῦ σφαγῆναι κελεῦσαι. τὸ μὲν ουν παιδίον προσουδισθὲν διεφθάρη, τὸ δὲ τοῦ Κλεάνδρου σῶμα λαβόντες οἱ ̔Ρωμαῖοι εσυραν καὶ ᾐκίσαντο, καὶ ἡ κεφαλὴ αὐτοῦ ἐπὶ δόρατος περιήνεκτο. καί τινας ἑτέρους τῶν παρὰ τῷ αὐτοκράτορι δυναμένων διέφθειραν. Κόμοδος δὲ ἐφόνα καὶ τοὺς ἐπιφανεῖς ανδρας διεχειρίζετο καὶ ην ̔Ρωμαίοις απασι χαλεπώτατος, ἀναγκάζων αὐτῷ ἐξ ἀνάγκης ψηφίζεσθαι οσα τῷ πατρὶ αὐτοῦ ἑκόντες δι' ευνοιαν ἐψηφίζοντο. αλλα τε ουν αὐτῷ πάμπολλα ἐψηφίσθησαν καὶ χρυσοῦς ἀνδριὰς σταθμοῦ χιλίων λιτρῶν. καὶ τοὺς μῆνας πάντας ἀπ' αὐτοῦ κεκλῆσθαι τεθέσπικε· καὶ κατηρίθ3.90 μηντο ωδε, ̓Αμαζόνιος, ̓Ανίκητος, Εὐτυχής, Εὐσεβής, Λούκιος, Αιλιος, Αὐρήλιος, Κόμοδος, Αυγουστος, ̔Ηράκλειος, ̔Ρωμαῖος, ̔Υπεραίρων. πάντα γὰρ ταῦτα ἑαυτῷ ἐπέγραφε τὰ ὀνόματα, καὶ τῇ βουλῇ ουτως ἐπέστελλεν "αὐτοκράτωρ Καῖσαρ Λούκιος Αιλιος Αὐρήλιος Κόμοδος Αυγουστος εὐσεβὴς εὐτυχὴς ἀνίκητος ̔Ρωμαῖος ̔Ηρακλῆς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ογδοον, υπατος τὸ εβδομον, πατὴρ πατρίδος, ὑπάτοις, στρατηγοῖς, δημαρχικοῖς, γερουσίᾳ Κομοδιανῇ εὐτυχεῖ χαίρειν." καὶ πολλοὺς εστησαν αὐτῷ ἀνδριάντας ἐν ̔Ηρακλέους σχήματι. καὶ τὸν αἰῶνα τὸν κατ' αὐτὸν ἀπ' αὐτοῦ χρυσοῦν ὀνομάζεσθαι καὶ γράφεσθαι ἐψηφίσθη· ἐκαλεῖτο γὰρ πρὸς τοῖς αλλοις ὀνόμασι καὶ χρυσοῦς καὶ θεός. πολλὰ δὲ δαπανῶντι αὐτῷ ἐπέλιπε τὰ χρήματα· οθεν ἐγκλήματα καὶ ἀνδράσιν ἐπιφέρων καὶ γυναιξίν, ους μὲν ἐφόνευεν, οις δὲ τὴν σωτηρίαν τῆς αὐτῶν οὐσίας ἐπίπρασκεν. ̔Ηρματηλάτει δὲ οικοι, δημοσίᾳ γὰρ ᾐδεῖτο τοῦτο ποιῆσαι, καὶ ἐμονομάχει, οικοι μὲν μέχρι φόνου, ἐν δέ γε τῷ θεάτρῳ ἀσιδήρως καὶ αιματος ἀνθρωπίνου χωρίς. οικοι δέ τινων τὰς τρίχας ξυρῶν τῶν μὲν τὰς ῥῖνας παρέτεμνε, τῶν δὲ τὰ ωτα, ἐνίων δ' ετερόν τι. εἰσιὼν δ' ἐς τὸ θέατρον τῷ τοῦ ̔Ερμοῦ ἐκέχρητο σχήματι, χρυσοῦν κηρύκειον μεταχειριζόμενος.