407
αλογός ἐστιν ἡ τοῦ αιματος ζωτικὴ καὶ θερμαντικὴ καὶ κινητικὴ διὰ πνεύματος ὑλικὴ ἐνέργεια. ψυχὴ κτηpsi.1877 νώδης ὑλικὴ, ἐνεργητικὴ καὶ αἰσθητικὴ καὶ σώματος συστατική. ψυχῆς ἐνέργειαι, ορεξις λογικὴ ειτουν θέλησις, βούλησις, ζήτησις, σκέψις, βούλευσις, κρίσις, ὁρμὴ, χρῆσις καὶ παῦσις. ἡ πρώτη τοῦ νοὸς κίνησις λέγεται ορεξις. ἡ ορεξις περί τι νοήσασα λέγεται νόησις. ἡ νόησις ἐπιμείνασα καὶ τυπώσασα τὴν ψυχὴν ἐπὶ τὸ νοούμενον λέγεται ἐνθύμημα καὶ λόγος. ἡ ἐνθύμησις βασανίζουσα ἑαυτὴν διὰ τοῦ ἐπιλογισμοῦ λέγεται φρόνησις. ἡ φρόνησις πλατύνουσα ἑαυτὴν ποιεῖ τὸν διαλογισμὸν, ἐνδιάθετον λόγον ὀνομαζόμενον. ουτος γεννᾷ τὸν προφορικὸν λόγον. τούτοις πᾶσιν επεται τὸ αὐθεξούσιον. καὶ συμμαρτυρεῖ ἡ συνείδησις. ψυχῆς δυνάμεις· νοῦς· διάνοια· δόξα· φαντασία· αισθησις· βούλησις· προαίρεσις· θυμὸς καὶ ἐπιθυμία. ψυχή ἐστιν οὐσία γεννητὴ, οὐσία ζῶσα, καὶ τῶν αἰσθητῶν ἀντιληπτικὴν δι' ἑαυτῆς ἐνιεῖσα, εως αν ἡ δεκτικὴ τούτου συνίσταται φύσις. ειρηται δὲ παρὰ τὸ ψύχω, τὸ ζωοποιῶ. η παρὰ τὸ ψύχος, ο ἐστι πνεῦμα. Ομηρος· ψύχεος ἱμείρων. ἀντὶ τοῦ πνεύματος. Ψυχή ἐστιν οὐσία ἀσώματος, αὐτοκίνητος, θείας ὑμνῳδὸς δόξης. ψυχή ἐστιν οὐσία αϋλος καὶ ἀθάνατος. ψυχή ἐστιν θυμὸς καὶ ἐπιθυμία. οπερ λέγεται θυμικὸν καὶ ἐπιθυμητικόν. psi.1878 (Οὐδέτερον.) Ψυλεῖον. βοτάνη. Ψυχρὰ ῥήματα. κακοὶ λόγοι. Ψύχοσ. τὸ πνεῦμα. Ομηρος· ψύχεος ἱμείρων. Ψυχαγωγεῖ. ἀναψύχει. Ψυχάζουσι. πρὸς τὸ ψυχρὸν διατρίβουσι πνεῦμα. Ψυχουλκούμενοσ. τὴν ψυχὴν ἑλκόμενος. Ψύχω. τὸ ζωογονῶ. *Ψυλαφᾷ. μικρῶς πως ἐπισπείρεσθαί σοι αρχεται.* Τὸ Ψ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Ψωμόσ. διὰ τὸ παρὰ τῶν ὀδόντων ψήχεσθαι καὶ τρίβεσθαι. η παρὰ τὸ ψῶ, τὸ λεπτύνω. Ψωμόλεθροσ. πολυφάγος. ἀπὸ τοῦ ὀλλύειν τὸν ψωμόν. (Θηλυκόν.) Ψῶα. ἡ δυσωδία. ατλητον ἐπὶ ψῶαν πνείεσκον. Ψῶρα. παρὰ τὸ ψῶ, ου παράγωγον ψαύω. ἐπειδὴ οἱ τῷ πάθει ἐνεχόμενοι πολλὴν εχουσιν ὁρμὴν ἐπὶ τὸ ψᾷν καὶ κνήθειν τὰ ἑαυτῶν πεπονθότα μέρη καὶ μέλη. Ψώζα. ἡ δυσωδία. καὶ νόσος τις. psi.1879 Ψωραλέα. ἡ ψωριῶσα. Ψωθίαν. τὴν ὑποκάτω τοῦ αρτου. Ψωμολεθρία. ἡ πολυφαγία. Ψωφίσ. πόλις. psi.1880 Ψωφιλία. χώρα. καὶ Ψωφίλιοι, εθνος. Ψωμιεῖ. θρέψει. Ψώχοντεσ. τρίβοντες. Ψῶ. τὸ λεπτύνω. omega.187 Ω. Τὸ Ω μετὰ τοῦ Α. (Θηλυκόν.) Ωια. τὸ ακρον τοῦ ἱματίου, η ο καλοῦμεν περιτραχήλιον, ητοι περιστόμιον. τοῦτο δὲ ὁ ̓Ακύλας στόμα ἐνδύματος ειρηκεν. η ἀνάκλασις τοῦ κρασπέδου. γράφεται γὰρ σὺν τῷ ˉι. εστι γὰρ οϊς, ο σημαίνει τὸ πρόβατον, ἡ γενικὴ οϊος. καὶ γίνεται οις, οἰὸς, τὸ θηλυκὸν οια, καὶ ἐκτάσει τοῦ ˉο εἰς ˉω ῳα. καὶ γὰρ οἱ παλαιοὶ προβάτειον δέρμα ἐν τοῖς κρασπέδοις τῶν ἱματίων εβαλον. (Οὐδέτερον.) Ω. τὸ στοιχεῖον. παρὰ τὸ εω, τὸ ὑπάρχω, ἐπειδὴ τοῦτο ὑπάρχει μακρὸν καὶ πλατύ. ὁμοίως τῷ χαρακτῆρι τὴν ἐκφώνησιν ἀπηνέγκατο. ̓Ωὰ κτίλα. τὰ τῶν ἡμέρων ὀρνίθων ὠὰ κτίλα καλοῦνται. καὶ κτίλος ὁ ημερος κριός. ̓Ωιόν. εχει τὸ ˉι. ευρηται γὰρ κατὰ διάστασιν. ὡς παρὰ Σαπφοῖ· φασὶ δὴ ποταμὸν ὑακίνθινον Λήδαν πεπυκαδμένον εὑρεῖν ωϊον. ἀλλὰ καὶ τὰ διὰ τοῦ ˉῳˉοˉν οὐδέτερα μονογενῆ omega.1880 θέλουσιν εχειν τὸ ι. οιον ζῷον, ὑπερῷον, προστῷον, περιστῷον, Πτῷον, ονομα ορους. ουτως ουν καὶ ᾠόν. πρόσκειται μονογενῆ διὰ τὸ σῶος καὶ ὁ ζῶος, τὸ ζῶον. ταῦτα γὰρ οὐκ εχουσιν, οτι οὐκ εἰσὶ μονογενῆ βαρύτονα, οιον ζῷον, πτῷον. τὸ δὲ ὠὸν διαλλάξαν κατὰ τὴν αρχουσαν διήλλαξε καὶ κατὰ τὴν τάσιν. ἐτυμολογεῖται δὲ παρὰ τὸ οιον, μόνον γὰρ τίκτεται. Τὸ Ω μετὰ τοῦ Β. ( ̓Αρσενικόν.) ̓Ωβάς· ̓Ωβάντεσ. Ωβρων. ποταμός. καὶ κλίνεται Ωβρωνος. ( ̔Ρῆμα.) ̓Ωβάξαι. παρὰ τῷ Πλουτάρχῳ. ̓Ωβέλισται. σεσημείωται, η ἠθέτηται. ὁ ὀβελὸς γὰρ ἀθετήσεως σύμβολον. Τὸ Ω μετὰ τοῦ Γ. ( ̓Αρσενικόν.) Ωγ. κύριον. ος ην μέγας καὶ ῥώμῃ σώματος πολυθρύλλητος. φασὶ γὰρ αὐτὸν καὶ κλίνῃ σιomega.1881 δηρᾷ κεχρῆσθαι, ἐννέα πηχῶν τὸ μῆκος, πέντε δὲ ευρος ἐχούσῃ. Ωγεσ. εθνος. Ωγυγοσ. κύριον. καὶ ̓Ωγύγιος. ουτος ἀρχαῖος βασιλεὺς ην Θηβῶν. ἐκ τούτου γοῦν καὶ πᾶν τὸ ἀρχαῖον ὠγύγιον καλοῦσι. (Θηλυκόν.) ̓Ωγύγιαι. ἀρχαῖαι.