408
καὶ τῆς γεγενημένης φθορᾶς καὶ αἰχμαλωσίας τῶν Ῥωμαίων ἐκείνους ἀπεδείκνυεν αἰτίους. ἔπειτα καὶ τῶν γιγνομένων ἐποιεῖτο μάρτυρας, ὡς αὐτὸς μὲν οὔτε πρότερον, οὔτε νῦν δυσχερές τι περὶ βασιλίδος διανοοῖτο καὶ τῶν παίδων, ἀλλ' ὅσα μάλιστά ἐστι πρὸς σωτηρίαν καὶ λυσιτέλειαν τῆς ἀρχῆς. ἂν δ' ἐκείνη 2.609 ἔτι τὴν προτέραν δυσμένειαν ἐνδεικνυμένη, ἀνθίστασθαι ἐπιχειροίη καὶ σώζειν ἑαυτὴν καὶ τέκνα διὰ τοῦ πολέμου, μὴ αὐτῷ προσλογίζεσθαι τὴν αἰτίαν, εἴ τι περὶ αὐτὴν καὶ τέκνα συμβαίη δυσχερές. οὐ γὰρ αὐτῷ λυσιτελεῖν δοκεῖν, οὐδὲ ἄλλως σῶφρον, ἐᾷν αὐτὴν ἐν βασιλείοις καθημένην, τὸν πόλεμον αὖθις τὸν συγγενικὸν ἀνακινοῦσαν, καὶ περιορᾷν τοὺς ὑπολειπομένους Ῥωμαίους ὑπ' ἀλλήλων διαφθειρομένους. ἀλλ' εἰ μὴ πείθοιτο χωρεῖν πρὸς τὰς συμβάσεις, αὐτὸν μὲν περὶ αὐτῆς οὐδὲν βουλεύσεσθαι δεινόν· δεδοικέναι δὲ μὴ, συμπάντων ὡρμημένων ἐπ' αὐτοὺς, μὴ δύνηται αὐτὸς ἀνέχειν τὴν ὁρμὴν, ἀλλά τι τολμηθῇ περὶ αὐτοὺς τῶν ἀνηκέστων. ἔπειτα τὸν τῆς Φιλίππου μητροπολίτην ἀπολεξάμενος καὶ Καβάσιλαν τὸν σακελλίου, οἳ καὶ πρότερον εἰς ∆ιδυμότειχον ἧκον πρὸς ἐκεῖνον πρεσβευταὶ, ἔπεμπε πρὸς βασιλίδα. ἡ πρεσβεία δὲ ἦν περὶ εἰρήνης. καὶ πρῶτα μὲν πολλὰς ὡμολόγει χάριτας θεῷ, ὅτι πρὸς ταύτην ἤγαγε τὴν ἡμέραν, ἣ λαμπρότερον ἡλίου πᾶσι δύναται καταφανῆ ποιεῖν καὶ τὴν μοχθηρίαν τῶν σεσυκοφαντηκότων καὶ τὴν ἀπέχθειαν πρὸς τὰ καλὰ, καὶ τὴν ἑαυτοῦ πρός τε τοὺς βασιλέως παῖδας ἐξαρχῆς ἄχρι νῦν ἐπιείκειαν διασεσωσμένην, καὶ τὸ μηδὲν ἀγεννὲς, μηδὲ ἀνάξιον τῆς βασιλέως πρὸς αὐτὸν φιλίας μετὰ τὴν ἐκείνου τελευτὴν φανῆναι διαπεπραγμένον. ἔπειτα συνεβούλευε χωρεῖν πρὸς τὰς συμβάσεις, καὶ μὴ κεναῖς ἐλπίσιν 2.610 αἰωρουμένην ἢ καὶ ὑπὸ τῶν συνόντων ἐξαπατωμένην, οἴεσθαι ἀντισχήσειν ἔτι πρὸς τὸν πόλεμον. οὔτε γὰρ ἔξωθέν ποθεν ἥξειν χρὴ συμμαχίαν προσδοκᾷν. οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδεὶς, ὃς ἀφίξεται ἐπικουρήσων, ἔκ τε τῶν παρόντων ἐλπὶς οὐδεμία σώζεσθαι, τοῦ φρουρίου μὲν καὶ χρόνου τινὸς καὶ ἀναλωμάτων δεομένου καὶ ὑλῶν πρὸς ἐπισκευὴν, ἃ οὐκ ἔξεστι πορίζεσθαι, τῶν συνόντων δὲ οὔτε ἀξιομάχων ὄντων πρὸς τοσαύτην δύναμιν, οὔτε τῶν ἐπιτηδείων εὐπορούντων, ὥστε διαφέρειν τὴν πολιορκίαν εὐμαρῶς. δι' ἃ πάντα πρὸς συμβάσεις αὐτῇ συνεβούλευε χωρεῖν, καὶ μὴ αὐτῇ μὲν καὶ τέκνοις τὰ ἀνήκεστα προξενεῖν ἐξ ἀβουλίας, αὐτοῦ δὲ μεγίστην πρόφασιν εὐδοξίας ἀφαιρεῖν. τοῦτο γὰρ κατὰ τὸν τοῦ πολέμου χρόνον καὶ βούλεσθαι ἀεὶ καὶ εὔχεσθαι πρόφασίν τινα τὸ θεῖον παρασχεῖν, ἐξ ἧς αὐτὸς τὴν ἐπιείκειαν καὶ τὴν εὐγνωμοσύνην ἐπιδείξεται, καὶ τὸ πρὸς βασιλέα φίλτρον, ὡς ἀκέραιον νῦν ἄχρι διασώζει, καὶ οὐδὲν ἧττον ἢ πρότερον κήδεσθαι τῶν παίδων διανοεῖται, λόγον ποιούμενος οὐδένα τῶν ὅσα πρὸς αὐτὸν κατὰ τὸν πόλεμον ἠγνωμονήθη. ρʹ. Οἱ μὲν οὖν πρέσβεις καὶ οἱ ἄλλοι οἱ παρόντες τοὺς βασιλέως λόγους καὶ τὴν ἀξίωσιν ἀκούοντες, ὀλίγου δεῖν καὶ ἠπίστουν διὰ τὴν ὑπερβολήν. τὸ γὰρ τοσαῦτα πρότερον ὑπὸ τῶν πολεμούντων ὑπομείναντα καὶ μυριάκις ἐν ἀκμῇ κινδύνου καταστάντα, ἔπειτα κρατήσαντα τοῖς ὅπλοις καὶ περιγενόμενον τῶν πολεμίων, μὴ πρὸς φόνους καὶ σφαγὰς χωρεῖν 2.611 καὶ ἴσ' ἀντ' ἴσων ἀποδιδόναι τοῖς πρώτοις ἄρξασιν, ἀλλὰ μετὰ τὴν νίκην ἐπὶ συμβάσεις προκαλεῖσθαι, καίτοι δυνάμενον ὀλίγῳ χρόνῳ διαφθείρειν, κρεῖττον εἶναι τῆς ἀνθρωπίνης φύσεως ἐδόκει. ἥδοντό τε οὖν ὁμοῦ διὰ τὴν βασιλέως ἐπιείκειαν καὶ ἐθαύμαζον τὴν μεγαλοψυχίαν. βασιλὶς δὲ παντάπασιν οὐ προσεδέχετο τὴν πρεσβείαν, ἀλλ' ἀπράκτους ἀπέπεμπε τοὺς πρέσβεις, ὑπὸ τῶν συνόντων πειθομένη. καὶ ὁ βασιλεὺς ἠνιᾶτο καὶ ἐδυσχέραινεν οὐκ ἀνεκτῶς μυρίοις προσπαλαίων λογισμοῖς. συνεώρα γὰρ τὴν ἔνστασιν οὐ τελευτήσουσαν ἐπ' ἀγαθῷ, ἀλλ' ἐκείνοις τε ἀνηκέστων κακῶν καὶ τούτῳ μείζονος ἢ καθ' ὅσον χρόνον ἦν ὁ πόλεμος, λύπης αἰτίαν ἐσομένην. οἵ τε γὰρ συνόντες ἅπαντες εἰς πολλῶν πεῖραν ἀλγεινῶν ἐλθόντες, καὶ οἱ ἔνδον ὁμοίως Βυζαντίου τῶν δεσμωτηρίων ἐξελθόντες καὶ μνησικακοῦντες ἐσχάτως τοῖς συνοῦσι βασιλίδι, αὐτοί τε διεπρίοντο ὑπ' ὀργῆς