408
ἐφρόνει δὲ μέγα καὶ οτι ην ἐπαρίστερος. κάμνων δ' ἐν τῷ ἀγωνίζεσθαι επινε, καὶ οἱ τῆς βουλῆς καὶ οἱ τῶν ἱππέων παρόντες "ζήσειας" ἐξεβόων· καί "κύριος ει" καί "πρῶτος ει" καί "πάντων εὐτυχεστάτας νίκας νικήσεις" καί " ̓Αμαζόνιε νικᾷς" κράζειν συνεχῶς ἐκελεύοντο. τοὺς δὲ ποδῶν ἐστερημένους η τούτους πεπηρωμένους ἐκ νόσου η συμφορᾶς ἀθροίσας 3.91 ποτέ, καὶ δρακόντων ειδη αὐτοῖς περιπλέξας περὶ τὰ γόνατα, οια γίγαντας ὡς ̔Ηρακλῆς ῥοπάλῳ παίων ἀπέκτεινε. Μέλλων δ' αυθις μονομαχῆσαι ἐνετείλατο τοῖς ἱππεῦσι καὶ τῇ βουλῇ ἐν τῇ στολῇ τῇ ἱππάδι καὶ τοῖς μανδύαις εἰς τὸ θέατρον εἰσελθεῖν, ο οὐκ ειθιστο γίνεσθαι εἰ μή τις αὐτοκράτωρ ετυχε τεθνηκώς· καὶ τὸ κράνος δ' αὐτοῦ τῇ τελευταίᾳ τῶν ἀγώνων ἡμέρᾳ διὰ τῶν πυλῶν ἐξεκομίσθη δι' ων οἱ τελευτῶντες ἐξεφέροντο· καὶ ταῦτα τεκμήρια τοῦ μέλλειν ηδη ἀπαλλαγήσεσθαι τῆς αὐτοῦ τυραννίδος απασιν εδοξε. καὶ τοῦτο μετ' ὀλίγον ἐγένετο· Αἰμίλιος γὰρ Λαῖτος ὁ επαρχος καὶ ὁ πρόκοιτος Εκλεκτος, τοῖς ὑπ' αὐτοῦ γινομένοις ἀχθόμενοι, μὴ ταῦτα ποιεῖν παρῄνουν αὐτῷ· ὁ δὲ ἠπείλει σφίσι καὶ ἐμηνία· κἀκεῖνοι δείσαντες ἐπεβούλευσαν αὐτῷ, δόντες ἐν βοείοις κρέασι φάρμακον. μὴ ταχέως δὲ τῷ φαρμάκῳ κατεργασθέντα, ἀλλὰ καὶ ἐξημεκότα ὑποτοπήσαντά τε τὸ γεγονὸς καὶ ἀπειλοῦντα ἀπέπνιξαν αὐτὸν διά τινος Ναρκίσσου λουόμενον, ετη δώδεκα καὶ μῆνας ἐννέα καὶ ἡμέρας τεσσαρεσκαίδεκα μοναρχήσαντα, βεβιωκότα δὲ τριάκοντα ἐνιαυτοὺς ἐφ' ἑνὶ καὶ μῆνας τέσσαρας. εἰς ον ἡ οἰκία τῶν ὡς ἀληθῶς Αὐρηλίων τῆς αὐταρχίας ἐπαύσατο. ̓Εν δέ γε τῷ πρώτῳ ετει τῆς μοναρχίας Κομόδου ̓Ιουλιανὸς τὴν ἐπισκοπὴν ̓Αλεξανδρείας ἐνεχειρίσθη, ̓Αγριππίνου ἐπὶ δώδεκα ετη ταύτην οἰκονομήσαντος καὶ μεταστάντος τῶν τῇδε. τότε καὶ Κλήμης ὁ στρωματεὺς ἐγνωρίζετο καὶ Πάνταινος ὁ φιλόσοφος σπουδαστής τε καὶ κῆρυξ τοῦ καθ' ἡμᾶς μυστηρίου. ἀνωτέρω δὲ τῆς ̔Ιεροσολύμων ἐκκλησίας ὁ λόγος 3.92 ἱστόρησε Μάρκον μετὰ τοὺς ἐκ περιτομῆς καθηγήσασθαι, τῆς πόλεως παρὰ ̓Αδριανοῦ ἀνοικοδομηθείσης, συνοικισθείσης τε ἐξ ἐθνῶν. ον Κασσιανὸς διεδέξατο, καὶ τοῦτον Πούπλιος, καὶ Πούπλιον ̓Ιουλιανός, κἀκεῖνον Γάιος, καὶ Γάιον Σύμμαχος. ὁ δ' ἐφ' ἑτέρῳ Γαΐῳ μετήλλαξε τὴν ζωήν. ειθ' ετερος ̓Ιουλιανὸς τὴν ἐπισκοπὴν διεδέξατο, καὶ τούτου διάδοχος Καπίτων ἐγένετο, καὶ Οὐάλης Καπίτωνος, Οὐάλεντος δὲ ∆ολιχιανός, καὶ ἐπὶ πᾶσι Νάρκισσος τριακοστὸς ἐπίσκοπος τῶν ̔Ιεροσολύμων ἀπὸ τῶν ἀποστόλων ἐγένετο. δεκάτῳ δ' ετει τῆς Κομόδου ἀρχῆς ̓Ελεύθερος ὁ τῆς ̔Ρωμαίων ἐκκλησίας ἐπισκοπήσας ἐπ' ετη τρισκαίδεκα τῶν τῇδε μετέστη, καὶ Βίκτωρ τῶν ἐκεῖ προέστη πιστῶν. καὶ ̓Ιουλιανοῦ ἐπὶ δέκατον ετος τὴν ̓Αλεξανδρέων ἐκκλησίαν ἰθύναντος, καὶ τὸ χρεὼν λειτουργήσαντος, ∆ημήτριος τὸ τῆς ἐπισκοπῆς ἐνεχειρίσθη λειτούργημα. ἐν δὲ τῇ τῶν ̓Αντιοχέων ἐκκλησίᾳ μετὰ Μαξιμῖνον Σαραπίων ἐπεσκόπει τοὺς χριστωνύμους, ογδοος ἀρχιερεὺς ἀπὸ τῶν ἀποστόλων γενόμενος. τότε καὶ ̓Απολλώνιος, ἀνὴρ ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ βεβοημένος, μαρτυρικῷ τέλει ἐν ̔Ρώμῃ δόγματι τῆς συγκλήτου πρὸς τὰς αἰωνίους μετέστη μονάς. ̔Ο μὲν ουν Κόμοδος τὰ τῆς ἀρχῆς διαφθείρας, ὡς ειρηται, κἀκεῖνος διέφθαρτο· οἱ δὲ περὶ τὸν Εκλεκτον καὶ τὸν Λαῖτον τὸν Περτίνακα εἰς τὴν αὐταρχίαν διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα αὐτοῦ ἐπελέξαντο. ὁ δέ, οτι τέθνηκε Κόμοδος ἀκριβωσάμενος, ἐδέξατο τὴν ἀρχήν, καὶ εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τῇ τε παρουσίᾳ τοῦ Λαίτου καὶ ἁδραῖς ὑποσχέ3.93 σεσι τοὺς στρατιώτας προσεποιήσατο. ειτα εἰς τὸ 3.93 συνέδριον ἀφικόμενος ειπεν οτι "ὠνόμασμαι ὑπὸ τῆς στρατιᾶς αὐτοκράτωρ, ἐξίσταμαι δὲ τῆς ἀρχῆς διά τε τὴν ἡλικίαν καὶ ἀρρωστίαν καὶ τὴν τῶν πραγμάτων δυσχέρειαν." ὡς δὲ καὶ παρὰ τῆς βουλῆς καὶ ἐπῃνεῖτο καὶ ᾑρεῖτο, ὁ μὲν αὐτοκράτωρ ἀπεδείχθη, ὁ δὲ Κόμοδος ἐψηφίσθη πολέμιος. καὶ ἡ βουλὴ καὶ ὁ δῆμος εἰς ἐκεῖνον ἐξύβριζον καὶ τὰς εἰκόνας αὐτοῦ κατέσπων. ηθελον δὲ καὶ τὸ σῶμα αὐτοῦ διασῦραι καὶ διασπάσαι· εἰπόντος δὲ τοῦ Περτίνακος ηδη τῇ γῇ κεκρύφθαι αὐτό, τοῦ μὲν ἀπέσχοντο, ἀλιτήριον δὲ καὶ