409
καὶ τὸν δῆμον ἐξηρέθιζον, καὶ ἔνδηλοι ἦσαν, ὡς καὶ βασιλέως ἄκοντος ἐπιθησόμενοι τοῖς ἐν βασιλείοις. καὶ ἐδεδίει μὴ περί τε τὴν βασιλίδα καὶ τοὺς παῖδας ἀνήκεστόν τι τολμηθῇ, καὶ οἱ συνόντες πάντες ὑπὸ τῶν ἐχθραινόντων διαφθαρῶσιν· ὃ ὀλίγῳ ὕστερον μικροῦ ἐδέησε γενέσθαι. ὡς γὰρ ἐπύθοντο, ὅτι μὴ τὴν πρεσβείαν δέχοιτο ἡ βασιλὶς, μηδὲ χωροίη πρὸς συμβάσεις, τὸ ἐν Βλαχέρναις φρούριον, μέρος καὶ αὐτὸ τοῦ περὶ 2.612 τὰ βασίλεια φρουρίου ὄν, Καστέλιον προσαγορευόμενον, ἐξεπόρθησάν τε καὶ διήρπασαν, βασιλέως ἀγνοοῦντος, καίτοι γε τῶν ἔνδον ἀπὸ τῶν τειχῶν ἀμυνομένων κραταιῶς. καὶ οἱ δοκοῦντες δὲ περὶ βασιλίδα εὖνοι εἶναι πρότερον, καὶ τὴν φυλακὴν τῶν βασιλείων ἐπιτετραμμένοι, ἐπεὶ τὸν κίνδυνον ἁπανταχόθεν περιιστάμενον ἑώρων, βασιλίδα δὲ μὴ χωροῦσαν πρὸς συμβάσεις, ἀλλὰ μᾶλλον αἱρουμένην αὐτήν τε ἀποθνήσκειν κἀκείνους συναπόλλυσθαι, ἐσκέψαντο κοινῇ τῆς σφετέρας σωτηρίας ἕνεκα καταπροΐεσθαι ἐκείνους καὶ παραδιδόναι βασιλεῖ τὸ φρούριον. οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν λόγῳ μάλιστά τινες πρὸς βασιλέα πέμψαντες, περὶ προδοσίας διελέγοντο καὶ δωρεὰς ᾔτουν καὶ τιμὰς, εἰ παραδιδοῖεν τὰ βασίλεια αὐτῇ βασιλίδι καὶ τοῖς τέκνοις. βασιλεὺς δ' οὐδ' ἄκροις ἠνέσχετο ὠσὶν, ἀλλ' ἀπέπεμπε, σώζεσθαι μᾶλλον βασιλίδα καὶ τοὺς παῖδας εἰπὼν ποιεῖσθαι περὶ πλείστου. βασιλεὺς δὲ ὁ νέος Ἰωάννης ἔτος πεντεκαιδέκατον τότε ὢν, μεῖζον ἢ κατὰ τὴν ἡλικίαν ἐφαίνετο φρονῶν καὶ τῷ καιρῷ προσήκοντα βουλευόμενος. ὡς γὰρ ᾐσθάνετο θορυβουμένους τοὺς ἐν βασιλείοις, στασιάζειν τε ἤδη ἀρχομένους καὶ περὶ αὐτῶν ἐπιεικὲς οὐδὲν βουλευομένους, δραμὼν πρὸς τὴν μητέρα, τόν τε θόρυβον ἀπήγγελλε καὶ τὴν ἐπιβουλήν. καὶ ἐδεῖτο πρὸς βασιλέα τάχιστα πρεσβείαν πέμπειν καὶ τίθεσθαι συμβάσεις περὶ τῆς εἰρήνης. μάλιστα μὲν γὰρ ἔφασκεν ἐκεῖνον οὐδὲν περὶ αὐτῶν βουλεύσεσθαι δεινόν. εἰ δ' ἄρα καὶ τὰ δεύτερα νικῴη, βέλτιον ὑπ' ἐκείνου κακῶς παθεῖν, ἢ ἀλογίᾳ δήμου καὶ στρα 2.613 τιωτῶν ὁρμῇ περιπεσεῖν. αὐτίκα τε ἐπείθετο ἡ μήτηρ καὶ τὸν Ἀνδρόνικον Ἀσάνην τὸν βασιλέως πενθερὸν καὶ τὸν Παλαμᾶν Γρηγόριον αὐτοῦ που κατακεκλεισμένους ἐν δεσμωτηρίοις ἔνδον βασιλείων ἄγεσθαι ἐκέλευε πρὸς αὐτὴν, καὶ περὶ τῆς πρὸς βασιλέα διαλεχθεῖσα πρὸς αὐτοὺς εἰρήνης ἔπεμπε πρὸς ἐκεῖνον πρεσβευτάς. οἱ δὲ νομίσαντες βασιλέα οἰδαίνειν τε τῷ θυμῷ καὶ πρὸς ἄμυναν τῶν κατὰ τὸν πόλεμον γεγενημένων παρεσκευασμένον εἶναι, πρῶτα μὲν ἐπὶ δεήσεις ἐτράποντο καὶ ἱκεσίας, ἀφεῖναι τὴν ὀργὴν τοῖς ἁμαρτήσασι, καὶ μηδὲν πλέον ἐπιζητεῖν τοῦ τῶν πολεμίων κρείττω εἶναι καὶ πάντας ὑποχειρίους ὁμοῦ λαβεῖν· ἀλλ' ὥσπερ τοῖς ὅπλοις, οὕτω δὴ καὶ τῇ μεγαλοψυχίᾳ φαίνεσθαι νικῶντα, ἥπερ δὴ μεγίστη νίκη καὶ μάλιστα προσήκουσα αὐτῷ. ἔπειτα ἀπήγγελλον καὶ τὴν πρεσβείαν βασιλίδος καὶ ἐδέοντο μνημεῖον τῆς αὐτοῦ ἐπιεικείας καὶ μεγαλοψυχίας καὶ συνέσεως, τὴν περὶ τοὺς βασιλέως εὐγνωμοσύνην παῖδας ἀνεξάλειπτον τοῖς εἰς ὕστερον καταλιπεῖν. ἐλάνθανον δὲ ξυρὸν ἀκονῶντες, καὶ ἵππον θέειν ἀγαθὸν ἐπὶ πεδίον προκαλούμενοι. ὡς γὰρ μόνον ἤκουε τοὺς λόγους βασιλεὺς, πάντα ἦν ἕτοιμος ὑπὲρ τῶν βασιλέως παίδων πράττειν, ὥσπερ αὐτὸς εὐεργετούμενος, ἀλλ' οὐ παρέχων τὰς εὐεργεσίας. τῶν μὲν οὖν πρέσβεων τῷ πενθερῷ μὲν ὠνείδιζεν ἠπίως τὴν πρὸς αὐτὸν ἀγνωμοσύνην ὁ βασιλεὺς, ὅτι πρότερον ὑπ' ἐκείνου μηδὲν ἀδικηθεὶς, ἀλλ' εἰ δεῖ τι τἀληθὲς εἰπεῖν, καὶ μυρία εὖ παθὼν, ὅδ' ἠ 2.614 μείψατο τοῖς ἐναντίοις, καὶ τὸν πόλεμον κεκίνηκε κατ' αὐτοῦ. Παλαμᾶν δὲ ἐπῄνει καὶ πολλὰς ὡμολόγει χάριτας, ὅτι πολλὴν ὑπὲρ αὐτοῦ δικαίου καὶ τῆς ἀληθείας κάκωσιν ὑπενεγκὼν, οὐδὲν ἀγεννὲς οὔτε ἔπραξεν, οὔτ' ἐφθέγξατο ἄχρι τέλους. ἔπειτα ἐκέλευε τοὺς πρὸς βασιλίδα καὶ βασιλέα τὸν υἱὸν γράφειν ὅρκους. καὶ ἐγράφοντο ἐπὶ τούτοις, ὥστε μήτ' αὐτὸν ἀμύνεσθαι τοὺς λελυπηκότας καὶ συνόντας ἐν βασιλείοις βασιλίδι τότε, μήτε ζημιοῦν μηδὲν, ἀλλὰ πᾶσαν ἀμνηστίαν παρέχεσθαι τῶν πεπραγμένων· μήτε βασιλίδα καὶ βασιλέα τὸν υἱὸν τοῖς ἐκείνῳ συμπράξασι κατὰ τὸν πόλεμον μνησικακεῖν, μηδ' ἐπιχειρεῖν βλάπτειν, μήτε