409
τύραννον ἀπεκάλουν αὐτὸν καὶ ἁρματηλάτην καὶ μονομάχον καὶ πλείω ετερα. Λίβυς δ' ην ὁ Περτίναξ ἐξ Αλβης Πομπηίας, πατρὸς οὐκ εὐγενοῦς, ἐν τοῖς ἱππεῦσι χιλιαρχήσας. ην δ' εὐπροσήγορος, ηκουέ τε ἑτοίμως καὶ ἀπεκρίνατο οσα οἱ ἐδόκει. Ουτω μὲν ὁ Περτίναξ τῆς ἀρχῆς ἐπελάβετο, καὶ πρὸς ταῖς αλλαις ἐπικλήσεσι καὶ πρόκριτος τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον ἐπωνομάσθη. οσα γοῦν διέκειτο πλημμελῶς πρὸς τὸ κόσμιον μετεσκεύαστο οἰκονομίᾳ καὶ προνοίᾳ τοῦ αὐτοκράτορος, καὶ ἡ ἀτιμία τῶν ἀδίκως πεφονευμένων ἐλύθη παρ' αὐτοῦ. τοσαύτη δὲ χρημάτων ενδεια κατὰ τὸ βασίλειον ην ὡς πέντε καὶ εικοσι μυριάδας δραχμῶν εὑρεθῆναι μόνας. μόλις δ' ουν ὁ Περτίναξ ἐξ ἀνδριάντων καὶ οπλων καὶ ἐπίπλων καὶ τῶν τοῦ Κομόδου παιδικῶν ἀθροίσας ἀργύριον τοῖς τε δορυφόροις α ὑπέσχετο εδωκε καὶ τῷ δήμῳ καθ' ἑκατὸν δραχμάς. οσοις γὰρ ὁ Κόμοδος ἐς τρυφὴν καὶ ἐς ὁπλομαχίαν καὶ ἁρματηλασίαν ἐκέχρητο, ξύμπαντα προὐτέθειτο εἰς τὸ πωλητήριον. ̔Ο δὲ Λαῖτος εὐφήμει μὲν τὸν Περτίνακα, τὸν δὲ 3.94 Κόμοδον υβριζε. καί τινας βαρβάρους, χρυσίον παρ' ἐκείνου κομισαμένους ἐπ' εἰρήνῃ πολύ, ετι τυγχάνοντας ἐν ὁδῷ μετεπέμψατο καὶ τὸ χρυσίον ἀφείλετο, "φράσατε τοῖς οικοι" φήσας "οτι Περτίναξ αρχει·" ῃδεσαν γὰρ τὸ ονομα τοῦ ἀνδρὸς ἐξ ων ἐπεπόνθεισαν. καὶ αλλα δὲ τοιαῦτα ἐπὶ διαβολῇ τοῦ Κομόδου ὁ Λαῖτος ἐποίησεν. ἀλλ' οὐκ ἐπὶ μακρὸν ουτος εμεινε πιστὸς τῷ Περτίνακι. ων γὰρ ἱμείρετο μὴ τυγχάνων, τοὺς στρατιώτας παρέθηξε κατ' αὐτοῦ. οἱ δὲ ἁρπαγῶν εἰργόμενοι παρ' αὐτοῦ, ἐμίσουν αὐτὸν καὶ ἐπεβούλευον σὺν τῷ Λαίτῳ. διὸ τὸν υπατον Φάλκωνα, γένει καὶ πλούτῳ λαμπρυνόμενον, αὐτοκράτορα ποιῆσαι συνέθεντο. ο μαθὼν ὁ Περτίναξ ἐς θάλασσαν διατρίβων διὰ τὴν τοῦ σίτου παρασκευήν, εἰς τὴν πόλιν ἠπείχθη καὶ εἰς τὴν βουλὴν παρελθὼν διειλέχθη. μελλόντων δὲ τῶν βουλευτῶν καταψηφιεῖσθαι τοῦ Φάλκωνος ὁ Περτίναξ ἀνακραγών "μὴ γένοιτο" εφη "τινὰ βουλευτὴν ἐμοῦ αρχοντος μηδὲ δικαίως θανατωθῆναι." ̔Ο δὲ Λαῖτός τινας τῶν στρατιωτῶν ὡς ἐκείνου κελεύοντος εφθειρε· φοβηθέντες δὲ οἱ λοιποὶ ἐθορύβησαν. διακόσιοι δὲ οἱ θρασύτεροι ἠρκότες τὰ ξίφη πρὸς τὸ παλάτιον ωρμησαν. ὡς δ' ἐντὸς ἐγένοντο, ἡ γυνὴ αὐτῷ τὴν τούτων παρουσίαν ἐμήνυσεν· ὁ δέ, καίτοι δυνάμενος ἀντιστῆναι καὶ διαφθεῖραι αὐτοὺς τῇ τε φυλακῇ τῇ νυκτερινῇ καὶ τοῖς ἱππεῦσιν, ουτε τοῦτ' ἐποίησεν ουτε κρυβῆναι καὶ διαφυγεῖν ᾑρετίσατο, ἀλλ' ἐλπίσας ισως καταπλήξειν αὐτοὺς ὀφθεὶς καὶ πείσειν διαλεχθείς, ἀπήντησε προσιοῦσιν. οἱ δὲ τὸ μὲν πρῶτον αἰδοῖ ὑπεστάλησαν καὶ τοῖς κουλεοῖς τὰ ξίφη ἐνέθεντο, ὡς δ' εις αὐτῶν προπηδήσας "τοῦτό σοι" εφη τὸ ξίφος δείξας "οἱ στρατιῶται 3.95 πεπόμφασι," καὶ αὐτὸν επληξε, καὶ οἱ αλλοι συνεκινήθησαν καὶ κατέκοψαν αὐτόν τε τὸν αὐτοκράτορα καὶ τὸν Εκλεκτον. ειτα τὴν τοῦ Περτίνακος κεφαλὴν οἱ στρατιῶται δόρατι περιπείραντες περιῆγον, τῷ εργῳ ἐλλαμπρυνόμενοι. ἐβίω δὲ ὁ ἀνὴρ ετη ἑπτὰ καὶ ἑξήκοντα δέοντα τεσσάρων μηνῶν, αρξας μόνας ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά. ∆ιαγγελθείσης δὲ τῆς σφαγῆς τοῦ Περτίνακος Σουλπικιανός, σταλεὶς εἰς τὸ στρατόπεδον παρ' ἐκείνου ινα τὰ ἐκεῖ καταστήσηται, εμεινεν ἐν αὐτῷ καὶ επραττεν οπως αν αὐτοκράτωρ ἀποδειχθῇ. κἀν τούτῳ ̓Ιουλιανὸς ὁ ∆ίδιος, χρηματιστής τε καὶ απληστος, νεωτέρων ἀεὶ πραγμάτων ἐπιθυμῶν καὶ πρὸς τοῦ Κομόδου διὰ τοῦτο εἰς Μεδιόλανα τὴν ἑαυτοῦ πατρίδα ἐξελαθείς, μαθὼν τὴν τελευτὴν τοῦ Περτίνακος, σπεύσας εἰς τὸ στρατόπεδον παρεγένετο. καὶ πρὸς ταῖς πύλαις ἑστὼς ὁ μὲν εξωθεν, ὁ δὲ Σουλπικιανὸς εσωθεν, τὴν ̔Ρώμην καὶ τὴν ταύτης ἀρχὴν ὠνητίων ἐκ τῶν στρατιωτῶν, διαγγελλόντων τινῶν καὶ λεγόντων ἑκατέρῳ οτι "τόσον ουτος" καί "τόσον ἐκεῖνος δίδωσι, τί ουν σὺ προστίθης;" ομως πολλῶν ὑπεσχημένων τοῖς στρατιώταις παρὰ τοῦ ̓Ιουλιανοῦ, ἐκεῖνον προετιμήσαντο, φοβηθέντες μάλιστα τὸν Σουλπικιανὸν ὡς τιμωρήσοντα τῷ Περτίνακι οια δὴ κηδεστῇ. Εἰσδεχθεὶς δὲ εἰς τὸ στρατόπεδον ̓Ιουλιανὸς καὶ αὐτοκράτωρ ἀποδειχθεὶς ἐκεῖθεν πρὸς τὴν ἀγορὰν ἐφοίτησε καὶ τὸ βουλευτήριον,