410
τέχνῃ, μήτε μηχανῇ μηδεμιᾷ, ἀλλ' ἀμφοτέροις διαλελύσθαι τὸ πρὸς τοὺς ἑκατέροις προσκειμένους ἔχθος· κτήσεις δὲ ἔχειν πάντας τὰς ἑκάστῳ προσηκούσας ἀπ' ἀρχῆς· συμβασιλεύειν δὲ ἀμφοτέρους βασιλέα τε τὸν Καντακουζηνὸν καὶ τὸν Παλαιολόγον Ἰωάννην τὸν νέον βασιλέα· καὶ ἀλλήλοις εὐνοεῖν τὴν προσήκουσαν εὔνοιαν πατράσι καὶ παισὶ πρὸς ἑκατέρους· ὑπείκειν δὲ τὸν νέον τῷ πρεσβυτέρῳ κατὰ πάντα καὶ τοῦ πράττειν αὐτῷ παραχωρεῖν ἐπὶ δέκα ἔτεσι διὰ τὴν ἡλικίαν· μετὰ τοῦτο δὲ τῆς ἀρχῆς συμμετέχειν. τοιοῦτοι μὲν οἱ ὅρκοι ἐγεγένηντο, καὶ αὐτός τε ὤμνυεν ὁ βασιλεὺς καὶ ἡ βασιλὶς Ἄννα μετὰ βασιλέως τοῦ υἱοῦ, ὥστε παραβήσεσθαι μηδέποτε. τετελεσμένων δὲ τῶν ὅρκων, τὰς πύλας οἱ ἐν βασιλείοις 2.615 ὑπανοίξαντες εἰσεδέχοντο τὸν βασιλέα, ὀγδόῃ Φεβρουαρίου ἱσταμένου, ἐπὶ τοῖς πέντε καὶ πεντήκοντα ἔτεσι πρὸς ἑξακισχιλίοις καὶ ὀκτακοσίοις ἐν ἰνδίκτῳ πεντεκαιδεκάτῃ. 3.8 αʹ. Τοιοῦτος μὲν ὁ πρὸς ἀλλήλους τῶν Ῥωμαίων πό3.8 λεμος ἐπὶ πέντε ἔτεσιν ἀνεῤῥιπίσθη, καὶ οὕτως ἐκάκωσαν ἀλλήλους πολλὰ καὶ χαλεπὰ, ἐξ ὧν ὀλίγου δεῖν ἀνατραπῆναι συνέβη τὴν Ῥωμαίων ἡγεμονίαν. ἃ καὶ ὡς ἐγένετο πάντα ἐξεθέμεθα μετὰ ἀκριβείας, μηδὲν παραλιπόντες, ἀλλὰ τὴν ἀρχαίαν φυλάξαντες ἐπαγγελίαν, ὥστε μήτε πρὸς χάριν, μήτε πρὸς ἀπέχθειαν μηδὲν εἰπεῖν, ἀλλὰ τὰ ὄντα ἀκριβῶς. λοιπὸν δὲ ἤδη καὶ τὰ Καντακουζηνῷ τῷ βασιλεῖ μοναρχοῦντι πεπραγμένα διηγήσασθαι, καὶ ὅσα ἐν διαφορᾷ κατέστη αὖθις πρὸς Παλαιολόγον βασιλέα τὸν γαμβρόν. ἐπεὶ γὰρ μετὰ τοὺς ὅρκους ἐγένετο ἐν βασιλείοις, βασιλίδα μὲν μετὰ τῶν τέκνων πρὸς τὴν τῆς θεομήτορος εἰκόνα τῆς Ὁδηγητρίας εὗρεν ἱσταμένην, ἵνα μᾶλλον κάμπτῃ βασιλέα καὶ πείθῃ μηδενὸς ἀναμιμνήσκεσθαι τῶν κατὰ τὸν πόλεμον συμβεβηκότων δυσχερῶν. ὁ δὲ πρῶτα μὲν τὴν τῆς θεομήτορος εἰκόνα προσεκύνει, ἔπειτα ὤμνυε κατὰ τῆς εἰκόνος εἰς ἐπήκοον πάντων, ὡς οὔτε βουλεύσαιτο, οὔτε πράξαι τὸ τυχὸν κατὰ βασιλίδος καὶ τῶν παίδων, πρὶν τὸν πόλεμον κινηθῆναι παρ' αὐτῶν, οὐδὲ βουλεύσαιτο κατ' οὐδένα τρόπον αὐτὴν καὶ βασιλέα τὸν 3.9 υἱὸν τῆς ἀρχῆς ἀποστερεῖν, ἀλλὰ πάντα συκοφαντίας εἶναι καὶ διαβολὰς πλασθείσας ὑπὸ τῶν εἰπόντων. ἐκεῖνον δὲ τοιαύτην γνώμην ἐξαρχῆς ἔχειν, ὡς πάντα πόνον ὑπομενοῦντα, καὶ σύμπαντα ὅσα προσῆν χρήματα καταναλώσοντα ὑπὲρ τῆς ὠφελείας τῶν κοινῶν καὶ αὐτῆς τῆς βασιλίδος καὶ τῶν παίδων καὶ σφετέρας εὐδοξίας, μένων ἐπὶ σχήματος. ἔπειτα πολλὰς εὐχαριστίας ἀπεδίδου θεῷ, ὅτι ζῶν εἰς ταύτην ἧκε τὴν ἡμέραν, ἥτις ἀπαλλάξειε σαφέστατα τῶν συκοφαντιῶν καὶ τῶν ἀδίκων ἐγκλημάτων, ἔργοις αὐτοῖς ποιήσαντα καταφανῆ τήν τε τῶν εἰπόντων μοχθηρίαν καὶ τὴν ἐπιείκειαν αὐτοῦ. ἔπειτα εἰσῄεσαν ἅμα βασιλίδι καὶ βασιλεῖ τῷ υἱῷ εἰς τὴν οἰκίαν, ἣ παρεσκεύαστο πρὸς τὴν τοῦ βασιλέως ὑποδοχήν. καὶ ἄλλα τε διειλέχθησαν περὶ τῶν πραγμάτων, καὶ Ἑλένην τὴν αὐτοῦ θυγατέρα τῷ νέῳ κατηγγύησαν βασιλεῖ. ἑάλω γὰρ αὐτοῦ κατάκρας εὐθὺς ὁ πρεσβύτερος βασιλεὺς, οὐ μόνον διὰ τὴν πρὸς τὸν πατέρα εὔνοιαν, ἀλλ' ὅτι καὶ αὐτὸν ἑώρα δοχεῖον ἄν τις εἶπε χαρίτων παντοδαπῶν. οὐ μόνον γὰρ εἶδος ἄξιον ἐπεδείκνυτο τυραννίδος, ἀλλὰ καὶ πρὸς ἀνδρίαν καὶ σύνεσιν οὐκ ἀγεννεῖς ὑπέφαινεν ἐλπίδας· ἃ καὶ εἰς ὕστερον ἐξέβη κατ' ἐλπίδας. συνέσει τε γὰρ οὐδενὸς ἀπολείπεται τῶν προγόνων βασιλέων, καὶ τὴν εὐψυχίαν καὶ τὴν τόλμαν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ἐπεδείξατο τοῖς πολεμίοις. εἰς τὴν ὑστεραίαν δὲ ἐκέλευεν ὁ βασιλεὺς τούς τε αὐτῷ συνόντας ἔξω 3.10 Βυζαντίου καὶ τοὺς βασιλίδι προσκειμένους συγκλητικούς τε ἅμα καὶ στρατιώτας καὶ τοὺς ἄλλους τῶν ἐπιφανῶν πίστεις ἀμφοτέροις δι' ὅρκων διδόναι τοῖς βασιλεῦσι, καὶ μηδεμίαν εἶναι διαφορὰν, μηδὲ διάστασιν, ἀλλ' ὑπὸ μίαν βασιλείαν ἅπαντας τετάχθαι. ὅσοι μὲν οὖν ἔνδον ἦσαν μετὰ βασιλίδος, καὶ χάριν προσωμολόγουν βασιλεῖ καὶ τοὺς ὅρκους παρείχοντο προθύμως· τῶν ἔξω δὲ οἱ πλείους οὐκ ἠνείχοντο τῶν μάλιστα ἐπιφανῶν, ἀλλὰ Καντακουζηνῷ μόνον ἔφασαν τῷ βασιλεῖ δουλεύσειν, ἑτέρῳ δὲ μηδενί. δεινὸν γὰρ εἶναι, εἰ τοσαῦτα ὑπομείναντες κατὰ τὸν πόλεμον καὶ