410
δορυφόρους παμπληθεῖς ἐπαγόμενος, ινα δι' ἐκείνων καὶ τὴν γερουσίαν καὶ τὸν δῆμον δεδίξηται. καὶ ειπε πρὸς τὴν βουλὴν 3.96 οτι "καὶ ὑμεῖς αρχοντος δέεσθε καὶ αὐτός, εἰ καί τις αλλος, ἀξιώτατός εἰμι ἡγεμονεῦσαι ὑμῶν." εἰ ουν καὶ ἐμισεῖτο διὰ τὴν μεγαλαυχίαν καὶ διὰ τοὺς τὸ βουλευτήριον κυκλωσαμένους ὁπλίτας, ἀλλὰ διὰ τὸ δέος κἀκ τῆς βουλῆς τὴν αὐταρχίαν ἐβεβαιώσατο· καὶ ἀνῆλθεν εἰς τὸ παλάτιον. Τῇ δ' ὑστεραίᾳ οἱ μὲν τῆς βουλῆς προσῆλθον αὐτῷ, ινα μὴ φωραθεῖεν ἀχθόμενοι ἐπ' αὐτῷ, ὁ δὲ δῆμος φανερῶς ἐσκυθρώπαζε· καὶ ἐς τὸ συνέδριον ἐλθόντος τοῦ αὐτοκράτορος ἐξέκραγον ὡς ἐκ συνθήματος απαντες, πατροφόνον αὐτὸν καλοῦντες καὶ αρπαγα τῆς ἀρχῆς. ἐκείνου δὲ μὴ χαλεπαίνειν προσποιουμένου καὶ ἀργύριόν τι σφίσιν ὑπισχνουμένου ἠγανάκτησαν ὡς δεκαζόμενοι, καὶ ξύμπαντες ἐξεβόησαν "οὐ θέλομεν, οὐ λαμβάνομεν." ὁ δὲ ̓Ιουλιανὸς τοὺς ταῦτα λέγοντας ἐκέλευσε κτείνεσθαι. καὶ ὁ δῆμος ετι παρώξυντο, καὶ τοῦ τε Περτίνακος ἐμέμνηντο καὶ ἐς τὸν ̓Ιουλιανὸν ἀπέσκωπτον. καὶ πολλοὶ πολλαχοῦ τῆς πόλεως τιτρωσκόμενοι καὶ κτεινόμενοι ἀντεῖχον, καὶ οπλα λαβόντες συνέδραμον εἰς τὸν ἱππόδρομον, ενθα νύκτα τε καὶ ἡμέραν διήγαγον ασιτοι ἐπιβοώμενοι τοὺς λοιποὺς στρατιώτας, καὶ μᾶλλον τὸν Νίγρον τὸν Πεσκέννιον καὶ τοὺς μετ' αὐτοῦ ἐν τῇ Συρίᾳ οντας. ειτα τῷ λιμῷ καὶ τῇ ἀγρυπνίᾳ κακωθέντες διελύθησαν καὶ ἡσύχαζον. ̓Ιουλιανὸς δὲ ουτως τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως αὐτῇ ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους, καὶ τὰ μὲν χαριζόμενος, τὰ δ' ἐπαγγελλόμενος· καὶ πάντα ἐπὶ θεραπείᾳ ἐποίει τῶν δυνατῶν, οὐ μέντοι καὶ ἐπιστεύετο. Καὶ ταῦτα μὲν κατὰ τὴν ̔Ρώμην ἐπράττετο· οἱ δὲ τῶν στρατοπέδων ἡγεμόνες τρεῖς οντες, ο τε 3.97 Σευῆρος τῆς Παννονίας αρχων, τῆς Συρίας δ' ὁ Νίγρος, τῆς Βρεττανίας δὲ ὁ ̓Αλβῖνος, εἰς καθαίρεσιν τοῦ ̓Ιουλιανοῦ τὰ περὶ αὐτοῦ μαθόντες κεκίνηντο. τῶν αλλων δὲ ὁ Σευῆρος δεινότερος ων ἐλογίσατο ὡς, εἰ τὸν ̓Ιουλιανὸν καταλύσουσι, σφίσιν αὐτοῖς οἱ τρεῖς ἀμφισβητήσουσι περὶ τῆς ἀρχῆς. εγνω τοίνυν τὸν ενα προσοικειώσασθαι. οτι δὲ καὶ πορρωτέρω αὐτοῦ ὁ Νίγρος ἐτύγχανεν ων, καὶ μέγα φρονεῖν αὐτὸν εικαζεν ἐπικεκλημένον ὑπὸ τοῦ δήμου, ὡς ειρηται, πρὸς τὸν ̓Αλβῖνον ἀπένευσε, καὶ δι' ἀπορρήτων αὐτῷ εγραψε Καίσαρα ποιήσειν αὐτόν. καὶ ος κατὰ χώραν εμεινεν, ὡς κοινωνήσει τῆς ἀρχῆς τῷ Σευήρῳ τεθαρρηκώς. ὁ δὲ Σευῆρος ἐπὶ τὴν ̔Ρώμην ἠπείγετο. Καὶ ὁ ̓Ιουλιανὸς ταῦτα μαθὼν πολέμιόν τε ψηφίσασθαι τὸν Σευῆρον τὴν βουλὴν παρεσκεύασε, καὶ πρὸς πόλεμον ἡτοιμάζετο, καὶ τὸ παλάτιον κιγκλίσι καὶ θύραις ἰσχυραῖς ἐκρατύνατο· οτι γὰρ ἐνόμιζε μὴ αν ποτε ῥᾳδίως τοὺς στρατιώτας κτανεῖν τὸν Περτίνακα, ει γε δὴ συνεκέκλειστο, ῳετο ὡς δυνήσεται κατακλεισθεὶς ἐν αὐτῷ περιγενέσθαι, αν ἡττηθῇ. ἐφόνευσε δὲ καὶ τὸν Λαῖτον, καὶ ἐπὶ τὸν Σευῆρον καθῆκε συχνοὺς ὡς τὸν ανδρα δολοφονήσοντας. ἐπεὶ δ' ἐκεῖνος εἰς τὴν ̓Ιταλίαν εἰσέβαλε καὶ τὴν ̔Ράβενναν ᾠκειώσατο, καὶ οἱ πεμπόμενοι προσεχώρουν αὐτῷ, καὶ οἱ δορυφόροι διὰ τὴν παρουσίαν Σευήρου ἐδειλαίνοντο, συγκαλέσας τοὺς τῆς βουλῆς ἐκέλευε κοινωνὸν αὐτῷ τῆς ἀρχῆς τὸν Σευῆρον ψηφίσασθαι. τοῦ δὲ Σευήρου τοῖς στρατιώταις μηδὲν κακὸν πείσεσθαι γράψαντος ἐκδοῦσι τοὺς σφαγεῖς τοῦ Περτίνακος, πεισθέντες ἐκείνους τε συνέλαβον καὶ τῷ Σιλίῳ Μεσσάλᾳ ὑπατεύοντι ταῦτα 3.98 ἐμήνυσαν. ὁ δὲ τὴν βουλὴν ἀθροίσας εἰς τὸ ̓Αθήναιον, ουτω καλούμενον ὡς ἐν αὐτῷ τῶν παιδευομένων ποιουμένων τὴν ασκησιν, τὰ παρὰ τῶν στρατιωτῶν αὐτῇ ἐκοινώσατο. καὶ ἡ βουλὴ τοῦ μὲν ̓Ιουλιανοῦ κατεψηφίσατο θάνατον, τὸν δὲ Σευῆρον ἀνεῖπεν εὐθὺς αὐτοκράτορα. κἀντεῦθεν ἐν τῷ παλατίῳ ὁ ̓Ιουλιανὸς ἐφονεύθη, εἰπών "τί γὰρ δεινὸν ἐποίησα, καὶ τίνα ἀπέκτεινα;" ἐβίω δὲ ετη ἑξήκοντα πρὸς μησὶ τέσσαρσι καὶ ἰσαρίθμοις ἡμέραις, αρξας ἡμέρας ἑξήκοντα. Σευῆρος μέντοι τὴν αὐταρχίαν λαβὼν τοὺς μὲν αὐτόχειρας τοῦ Περτίνακος τῶν στρατιωτῶν θανάτῳ ἐδικαίωσε, τοὺς δ' αλλους ὀνειδίσας πικρότατα τῶν τε οπλων ἀπεῖρξε καὶ τοὺς ιππους ἀφείλετο καὶ τῆς ̔Ρώμης ἀπήλασε. καὶ ουτως εἰς τὴν ̔Ρώμην εἰσήλασε