411
χρήματα προέμενοι καὶ οἰκείους καὶ σφᾶς αὐτοὺς ὑπὲρ τοῦ νικᾷν τοὺς πολεμίους, ἔπειτα ὅτε ἔδοξαν κεκρατηκέναι, ἀθρόον φαίνεσθαι κατάκρας ἡττημένους καὶ δουλεύοντας ἐκείνοις, οἷς ἐξῆν καὶ πρότερον δουλεύειν, εἰ ἐβούλοντο, τῶν πολλῶν ἐκείνων δυσχερῶν ἀπαλλαγέντας. ἐπὶ τρισὶ μὲν οὖν ἡμέραις ἐφιλονείκουν, μὴ ταὐτὰ ποιεῖν τοῖς ἄλλοις, μηδὲ ὑπάγειν ἑαυτοὺς τῇ ὑπὸ τὸν βασιλέα τὸν νέον δουλείᾳ. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς τὴν ἔνστασιν ὁρῶν, σύντομόν τινα τὴν ἀπόφασιν καὶ αὐστηρίας ἐξήνεγκε μεστήν. τοὺς γὰρ μὴ βουλομένους τῷ γαμβρῷ ὑπείκειν ἐκέλευε καὶ αὐτοῦ ἀναχωρεῖν. βιάζεσθαι γὰρ οὐκ ἐθέλειν ἔφασκέ τινα αὐτῷ δουλεύειν, ὥσπερ οὐδὲ πρότερον, ἀλλ' εἰ μέν τις βούλοιτο τετάχθαι ὑπ' αὐτῷ, ἀνάγκη πᾶσα καὶ βασιλέα τὸν γαμβρὸν ἡγεῖσθαι κύριον· εἰ δ' ἐκείνῳ μὴ βούλοιτο ὑπείκειν, καὶ αὐτοῦ ἀφίστασθαι, 3.11 ὡς οὐκ ἐνὸν ἄλλως, ἢ τοῦτον τὸν τρόπον, τὰς διχοστασίας καὶ τὴν ἔριν ἐκ μέσου γίνεσθαι. ὁ μὲν οὖν βασιλεὺς τοιαῦτα εἶπε πρὸς ὀργήν. ἐκεῖνοι δὲ οἱ πρότερον ἀνθιστάμενοι, δείσαντες τὴν βασιλέως ἀπειλὴν, εἶκόν τε καὶ τοὺς ὅρκους ἀπεδίδοσαν ᾗ ἐκέλευεν ὁ βασιλεύς. μετὰ τοῦτο δὲ ἐθέσπιζε μηδένα μηδενὶ παρενοχλεῖν περὶ τῶν κατὰ τὸν πόλεμον ἡρπασμένων πλὴν τῶν κτήσεων· ταύτας γὰρ τοὺς ἔχοντας ἀποδιδόναι τοῖς κυρίοις. εἰ δέ τινες ἀπέδοντο ἢ διέφθειραν, μήτε τὴν ὠνὴν ἀποδιδόναι, μήτε μὴν εἰς τὸ ἀρχαῖον σχῆμα ἀναγκάζεσθαι καθιστᾷν. τοῖς μὲν οὖν ἀδικήσασι καὶ ἡρπακόσιν ὁ βασιλεὺς τοιαύτην παρείχετο φιλοτιμίαν, τοῖς δὲ ἀδικηθεῖσι καὶ ἀποστερουμένοις τῶν οἰκείων ἑτέροις τρόποις ἐθεράπευσε τὴν ἔνδειαν. καὶ τοῦτον τὸν τρόπον ἐν ὀλίγῳ χρόνῳ πᾶσαν ἀμφισβήτησιν περιεῖλε καὶ πρόφασιν θορύβου, καὶ ἐν εὐταξίᾳ πάλιν καὶ εἰρήνῃ τὰ Ῥωμαίων ἦν. ἔπειτα ἐκ τῆς Ἀδριανοῦ βασιλίδα τὴν γαμετὴν μετὰ τῶν θυγατέρων μετεκαλεῖτο πέμψας. ἐπεὶ δὲ παρῆσαν ἐν τῷ πρὸ τῆς πόλεως τῆς θεομήτορος τεμένει, ὃ πηγή τέ ἐστιν ἀφθόνων ἰαμάτων καὶ καλεῖται, βασιλίδος Ἄννης ἐξελθούσης καὶ τῶν βασιλέων συμπαρόντων καὶ τῶν ἐν τέλει πάντων καὶ ἐπιφανῶν, Ἑλένη ἡ τῷ νέῳ μέλλουσα βασιλεῖ συνοικεῖν, προστεταχότος τοῦ πατρὸς καὶ Ἄννης τῆς βασιλίδος, ἐπισήμοις ἐκοσμεῖτο βασιλικοῖς καὶ Ῥωμαίων βασιλὶς προσηγορεύετο. ἔπειτα εἰς τὰ βασίλεια πάντων ἅμα βασιλέων γενομένων, οἱ γάμοι 3.12 τοῦ νέου βασιλέως παρεσκευάζοντο, καὶ πάντες ἐν ἐλπίσι χρηστοτέραις ἦσαν, ἀναπνεύσαντες ἀπὸ τῶν τοῦ πολέμου δυσχερῶν. οὐ μόνον γὰρ οἱ Ῥωμαῖοι τῆς πρὸς ἀλλήλους ἐπαύοντο διαφορᾶς καὶ στάσεως, ἀλλὰ καὶ οἱ ἔξωθεν πολέμιοι πυθόμενοι, ὡς ὑπὸ βασιλέα τὸν Καντακουζηνὸν ἅπασα ἡ Ῥωμαίων γένοιτο ἡγεμονία, ἐπαύοντο πολεμεῖν. οὐ μόνον γὰρ οἱ ὅμοροι δυνάσται παρασπᾷν τι τῆς Ῥωμαίων ἡγεμονίας ἐπεχείρουν, ἀλλὰ καὶ μαρκέσης ὁ Λουμπαρδίας ἄρχων, υἱωνὸς ὢν τοῦ πρώτου βασιλέως Ἀνδρονίκου καὶ τὴν Ῥωμαίων ἀρχὴν αὐτῷ προσήκειν τῶν ἄλλων μᾶλλον ἀξιῶν, καὶ γὰρ καὶ ὁ πατὴρ αὐτῷ Θεόδωρος Ἀνδρονίκῳ τῷ νέῳ βασιλεῖ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἠμφισβήτει, πυθόμενος, ὡς βασιλεύσειε παρὰ Ῥωμαίοις ὁ Καντακουζηνὸς καὶ τὴν μὲν ἄλλην ἅπασαν ἀρχὴν ἀφέλοιτο τῶν βασιλέως παίδων, Βυζάντιον δὲ μόνον καὶ Θεσσαλονίκη καὶ Αἶνος ὑπολείποιτο, ἐσκέπτετο, ὡς καὶ αὐτὸς ἐπελθὼν δυνάμει ναυτικῇ τῶν ὑπολελειμμένων τουτωνὶ πόλεων κρατήσειε μᾶλλον αὐτῷ προσηκουσῶν ἐκ κλήρου πατρῴου, ἢ Καντακουζηνὸν τὸν βασιλέα ἔχειν. ἐνήγετο δὲ μάλιστα πρὸς τοῦτο καὶ παρὰ τοῦ γυναικὸς ἀδελφοῦ Κουμίντζη, προσαγορευομένου Καρδιναλίου, χρήματά τε πολλὰ πρὸς τὸν στόλον παρεχομένου καὶ ἄλλην συντέλειαν πολλὴν πρὸς τὴν παρασκευήν. καὶ ἤδη παρεσκεύαστο, ὡς ἅμα ἦρι τοῦ ἔτους ἐκείνου μεγάλῃ δυνάμει ναυτικῇ ἐπιπλεύσων Βυζαντίοις. βʹ. Πυθόμενος δὲ παρὰ Βαρθολομαίου τινὸς, ὡς Καντακουζηνὸς ὁ βασιλεὺς Βυζάντιόν τε ἤδη καὶ τὴν ἄλλην ἅπα 3.13 σαν Ῥωμαίων ἀρχὴν ὑποποιήσαιτο, ἀπέσχετο τοῦ ἔργου. Βαρθολομαῖος γὰρ οὑτοσὶν, ἐκ ∆ελφίνου Ντεβιάνα πρὸς Ἄνναν τὴν βασιλίδα ἥκων πρεσβευτὴς, ἐπεὶ μεταξὺ πρεσβεύοντος Καντακουζηνὸς ὁ βασιλεὺς ἐκράτει