411
βαδίζων· καί οἱ καὶ ὁ στρατὸς ὁπλίτης παρείπετο, καὶ ἡ πόλις ανθεσί τε καὶ δάφναις απασα ἐστεφάνωτο, καὶ οἱ ανθρωποι λευχειμονοῦντες εὐφήμουν αὐτὸν καὶ ἀκοῦσαι αὐτοῦ καὶ θεάσασθαι λίαν ἐσφάδαζον. εἰσελθὼν δὲ ἐνεανιεύσατο, οια καὶ οἱ πρῴην ἀγαθοὶ αὐτοκράτορες, ὡς οὐδένα τῶν βουλευτῶν ἀποκτενεῖ, καὶ ωμοσε περὶ τούτου, καὶ ψηφίσματι κοινῷ τοῦτο κυρωθῆναι προσετετάχει. ἀλλ' οὐκ εἰς μακρὰν τὸν νόμον τοῦτον παρέβη. αὐτὸν γὰρ τὸν ̓Ιούλιον Σόλωνα τὸν καὶ τὸ δόγμα τοῦτο αὐτοῦ κελεύσαντος συγγραψάμενον οὐ πολλῷ υστερον εκτεινε, καὶ αλλους ἀνεῖλε πολλούς· καὶ τῇ βουλῇ οὐ καταθύμια επραττε. καὶ εἰθισμένου τοὺς σωματοφύλακας ἐκ τῆς ̓Ιταλίας ειναι καὶ αλλων ἐθνῶν ἐπιεικεστέρων 3.99 τοῖς ειδεσι καὶ ἁπλουστέρων τοῖς ηθεσιν, ἐκεῖνος παρὰ τὸ εθος στρατιωτῶν τὴν πόλιν ἐνέπλησε καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων καὶ ὁμιλῆσαι ἀγροικοτάτων. ̓Εγένετο δὲ αὐτῷ τινα σημεῖα τὴν ἡγεμονίαν προμαντευόμενα. εδοξέ ποτε οναρ λύκαιναν θηλάζειν, ὡς περὶ ̔Ρωμύλου ἱστόρηται· καὶ υδωρ καθεύδοντος ωσπερ ἐκ πηγῆς ἀνεδόθη· καὶ καθ' υπνους αὐτῷ ἡ τῶν ̔Ρωμαίων σύμπασα βουλὴ καὶ ὁ δῆμος προσῄει τε καὶ ἠσπάζετο. καὶ αυθις ἐδόκει ἐν τῇ ἀγορᾷ τῇ ̔Ρωμαίᾳ ἱππεύοντα τὸν Περτίνακα τοῦ ιππου ἀπορριφῆναι, αὐτὸς δὲ τούτου ἑκόντος ἐπιλαβέσθαι. εφηβος δὲ ων ἐς τὸν βασιλικὸν δίφρον ἀγνοῶν, ἀλλ' οὐκ ἐκ προνοίας υπαρ ἐκάθισεν. Αὐταρχήσας δὲ διὰ πλείστων τρόπων ἐτίμησε τὸν Περτίνακα, καὶ ταφὴν αὐτοῦ καίτοι πάλαι θανόντος πολυτελεστάτην ἐποίησεν. ειτα κατὰ τοῦ Νίγρου ἐστράτευσεν· ος ̓Ιταλὸς ην ἐξ ἱππέων, οὐ τῶν πάνυ δ' ἐπισήμων. καὶ διαφόρων πολέμων συγκροτηθέντων τέλος ἐν ̓Ισσῷ τῆς Κιλικίας περὶ τὰς καλουμένας Πύλας, αι διὰ τὴν τοῦ τόπου στενότητα ουτω κέκληνται, ενθεν μὲν γὰρ ορη ἀνατείνει ἀπότομα, κρημνοὶ δ' ἐκεῖθεν βαθεῖς καθήκουσιν εἰς τὴν θάλασσαν, μάχης καρτερᾶς γενομένης ἡττήθη ὁ Νίγρος· καὶ τὸ πλέον μὲν τῆς αὐτοῦ δυνάμεως ἐκεῖσε διώλετο, ἐκεῖνος δὲ φεύγων κατελήφθη καὶ ἀνῃρέθη. ου τμηθεῖσαν τὴν κεφαλὴν ὁ Σευῆρος πέμψας εἰς τὸ Βυζάντιον ἀνεσταύρωσεν, ιν' ἰδόντες αὐτὴν οἱ Βυζάντιοι προσχωρήσωσι. Τοὺς δὲ τὰ Νίγρου φρονήσαντας δικαιοῦντος Σευήρου, βουλευτής τις Κάσσιος Κλήμης κρινόμενος παρ' αὐτῷ ἐπαρρησιάσατο φήσας ὡς "ἐγὼ ουτε σὲ 3.100 ουτε Νίγρον ἠπιστάμην, καταληφθεὶς δὲ ἐν τῇ ἐκείνου μερίδι οὐ σοὶ πολεμήσειν ηθελον, ἀλλ' ̓Ιουλιανὸν καταλύσειν· καὶ τὰ αὐτὰ σοὶ σπουδάσας οὐκ ἠδίκησα. ἀλλ' οὐδ' οτι μὴ πρὸς σὲ υστερον μετέστην· οὐδὲ γὰρ οὐδὲ σὺ αν ἠθέλησας οὐδένα τῶν σῶν ἑταίρων πρὸς ἐκεῖνον αὐτομολῆσαι. ἐξέταζε ουν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα, αὐτὰ δὲ τὰ πράγματα· πᾶν γὰρ ο,τι αν ἡμῶν καταγνῷς, τοῦτο καὶ σεαυτοῦ καὶ τῶν σῶν ἑταίρων καταψηφιεῖ." τοῦτον ὁ Σευῆρος τῆς παρρησίας θαυμάσας ἀφῆκεν εχειν τῆς οὐσίας τὸ ημισυ. Οἱ δὲ Βυζάντιοι καὶ ζῶντος τοῦ Νίγρου καὶ θανόντος πολλὰ καὶ θαυμαστὰ εδρασαν, ἐπὶ χρόνον πολιορκούμενοι τριετῆ. ῃρουν μὲν γὰρ καὶ πλοῖά τινα παραπλέοντα, ῃρουν δὲ καὶ τριήρεις τῶν ἐν τῷ ορμῳ τῶν ἐναντίων οὐσῶν. τὰς γὰρ ἀγκύρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ἀποτέμνοντες καὶ ηλους ἐς τοὺς ταρσοὺς σφῶν πηγνύντες καὶ τούτων καλῴδια ἐξάπτοντες ἐπεσπῶντο αὐτάς, αὐτομάτας προσπλέειν δοκούσας. ἐπεὶ δὲ πάντα αὐτοῖς ἐξεδαπανήθησαν, ομως ἀντεῖχον, καὶ ξύλοις ἐκ τῶν οἰκιῶν ἐς τὰς ναῦς ἐχρῶντο καὶ σχοίνοις ας επλεκον κείροντες τὰς τρίχας τῶν γυναικῶν. καὶ οτε τοῖς τείχεσι προσέβαλλον οἱ πολέμιοι, λιθίνους τε καὶ ἐκ χαλκοῦ πεποιημένους καὶ ἀνδριάντας καὶ ιππους ἠκόντιζον εἰς αὐτούς. ὡς δὲ καὶ πᾶν αὐτοὺς ἐπέλιπε νενομισμένον ἐδώδιμον, βύρσας διαβρέχοντες ησθιον. καὶ τούτων δὲ ἀναλωθεισῶν καὶ ἐπ' ἀλλήλους ἐτράποντο καὶ σαρκῶν ἀνθρωπείων ἐγεύοντο. ειτα καὶ ακοντες τὴν πόλιν παρέδοσαν, καὶ οἱ ̔Ρωμαῖοι τοὺς στρατιώτας καὶ τοὺς ἐν τέλει σύμπαντας διεχρήσαντο. ὁ δὲ Σευῆρος ησθη λίαν ἐπὶ τῇ ἁλώσει τοῦ Βυζαν3.101 τίου. ἀφείλετο δὲ τήν τε ἐλευθερίαν τῆς πόλεως καὶ τὸ ἀξίωμα τὸ πολιτικόν, καὶ δασμοφόρον