412
Βυζαντίου, εἰς λόγους ἐλθὼν καὶ τὴν βασιλέως σύνεσιν θαυμάσας, πάπᾳ τε τῷ Κλήμεντι καὶ τῷ πέμψαντι ∆ελφίνῳ ἔγραφεν ἐπιστολὰς, ἃς ὥσπερ εἶχον προσεθήκαμεν τῇ διηγήσει. εἶχεν οὖν ἡ πρὸς μὲν πάπαν οὕτως. «ἀγαλλιάσθωσαν πᾶς ὁ λαὸς τῆς τῶν Ῥωμαίων ἀρχῆς, καὶ τῆς νίκης ἕνεκεν τοῦ τοσούτου βασιλέως εὐφρανθήτωσαν σύμπας ὁ κόσμος. ἡγιασμένη γὰρ ἡμέρα πᾶσι Χριστιανοῖς ἀνατέταλκε κατὰ τὴν τρίτην τοῦ Φεβρουαρίου, ἐν ᾗ δὴ ἐξαπέστειλεν ὁ θεὸς τὸν ἑαυτοῦ ἄγγελον κατασκευάσοντα τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ καὶ τῷ οἰκείῳ διαυγεστάτῳ φωτὶ πόῤῥω ποιησόμενον τὸ τῆς μάχης σκότος, ἀγαγόντα καθάπερ κλάδος χλοαζούσης ἐλαίας τὴν εἰρήνην. οὗτος γάρ ἐστιν ὁ βασιλεὺς τῆς εἰρήνης, ὁ δεύτερος Σολομὼν, οὗ τὸ πρόσωπον ἐπιθυμεῖ βλέπειν πᾶσα κτίσις. ἰδοὺ γὰρ, ἵνα δείξῃ κύριος, ὡς οὐκ ἐν ἰσχύϊ ἵππου, οὐκ ἐν δυναστείᾳ ἀνθρώπου, ἀλλ' ἐν δυνάμει θεοῦ γέγονε τὸ τρόπαιον τουτὶ παρὰ τοῦ ὑψηλοτάτου καὶ νικητικωτάτου βασιλέως καὶ αὐτοκράτορος κυρίου Ἰωάννου τοῦ Καντακουζηνοῦ, ἀνέῳξε τοὺς τῆς ἑαυτοῦ δυνάμεως θησαυροὺς, ἐγχέας ἐπ' αὐτὸν τὰ δῶρα τῶν ἑαυτοῦ χαρισμάτων, τὴν βασιλίδα δηλαδὴ ταύτην τῶν πόλεων, τὴν Κωνσταντίνου φημὶ, καὶ παρασχὼν ὁλόκληρον αὐτῷ βα 3.14 σιλείαν τῇ θείᾳ αὐτοῦ δυνάμει ἐν δυναστείᾳ ὅπλων καὶ ἐκτεταμένῳ βραχίονι, ἵν' ἐν αὐτῷ μᾶλλον φανῶσιν οἱ διὰ παντὸς ῥέοντες ποταμοὶ τῶν αὐτοῦ χαρισμάτων καὶ τοῦ ἐλέους. αὐτὸς γάρ ἐστι, περὶ οὗ γέγραπται, ὅτι ἠδυνήθη παραβῆναι, καὶ οὐ παρέβη, καὶ κακὸν ποιῆσαι, καὶ οὐκ ἐποίησε· μᾶλλον δὲ ἑπόμενος τῷ Χριστῷ ἀνταπέδωκεν ἀγαθὸν ἀντὶ κακοῦ, μνησθεὶς ἐλέους καὶ ἐπιλαθόμενος ἀνομίας. ὅς γε καὶ γέγονεν ἀγαθὸς στρατιώτης κατὰ τὸν πρώτως ἀθλήσαντα Στέφανον, ὑπὲρ τῶν λίθοις βαλλόντων αὐτὸν διωκτῶν προσευξάμενον, καὶ «μὴ στήσῃς αὐτοῖς,» εἰρηκότα, «δέσποτα, τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι, τί ἐποίησαν.» οὐδέποτ' ἀπ' αἰῶνος ἤκουσται τοσαύτην ἀνδρὸς ἀρετὴν γεγονέναι, οὔτ' Ὀκταβιανῷ τῷ βασιλεῖ, οὔτε Θεοδοσίῳ, οὔτε μὴν Αὐγούστῳ τῷ Καίσαρι, ὡς οὓς ἠδυνήθη τῇ τῶν ὅπλων δυνάμει καταστρωννύναι εἰς γῆν, τούτοις δοῦναι τὸν ἑαυτοῦ χρηστὸν ἔλεον, ἐπιλαθόμενος τῶν εἰς αὐτὸν πάντων κακῶν. ταῦτά τοι καὶ χαῖρε, ἁγιώτατε δέσποτα, τῇ οὕτως εὐτυχεῖ, οὕτω νικητικωτάτῃ εἰσόδῳ ἀναιμάκτῳ τε καὶ ἀζημίῳ τοῦ Χριστιανικοῦ λαοῦ. καὶ αὖθις χαῖρε, ὅτι ἡ ἀλήθεια δι' ἀληθείας ἐδείχθη. ἡ γὰρ τοῦ Χριστοῦ ἀλήθεια ἔδειξε τὴν τοῦ ἀθώου τούτου βασιλέως ἀλήθειαν ἐπὶ τῷ ἀπαντῆσαι τὴν ἀλήθειαν αὐτῷ καὶ τὸν ἔλεον καὶ καταφιλῆσαι εἰρήνην τε καὶ δικαιοσύνην. ἐγὼ δὴ πέποιθα τοῦτ' εἶναι μᾶλλον ὑπὲρ εἰρήνης καὶ 3.15 καταστάσεως τοῦ σύμπαντος Χριστιανικοῦ λαοῦ καὶ εἰς ἐπίδοσιν τοῦ κατὰ τῶν ἐχθρῶν τοῦ σταυροῦ τροπαίου, ὥσπερ οὐ μικρὰν τὴν ζημίαν εἰργάσατο τοῖς βασιλεῦσι Ῥωμανίας ἡ χρόνον ἐπὶ πλεῖστον αὐξηθεῖσα διχόνοια. τοίνυν εἰ καί τινα δεδήλωται τῇ σῇ ἁγιότητι ἀῤῥητουργήματα κατὰ τοῦ προῤῥηθέντος γαληνοτάτου βασιλέως καὶ αὐτοκράτορος Ῥωμαίων κυρίου Ἰωάννου τοῦ Καντακουζηνοῦ, τοῦ καὶ πατρὸς νῦν τοῦ γαληνοτάτου βασιλέως καὶ αὐτοκράτορος Ῥωμαίων κυρίου Ἰωάννου τοῦ Παλαιολόγου, ἀλλ' οὖν μηδαμῶς εἶεν δεκτέα ἢ πιστευτέα κατά τινα τρόπον. οἶμαι γὰρ, ὡς ἐν τούτῳ θήσεται ἡ σὴ ἁγιότης περὶ τούτων καλῶς παρὰ τῶν προῤῥηθέντων τούτων κυρίων καὶ βασιλέων, ἢ διὰ πρέσβεων, ἢ διὰ γραμμάτων ἀληθέστερόν τε καὶ καθαρώτερον.» τοιαῦτα μὲν οὖν πρὸς πάπαν Κλήμεντα ἕκτον ὁ Βαρθολομαῖος ἔγραψε περὶ τῶν βασιλέων. Ἰνιμπέρτῳ δὲ ∆ελφίνῳ Ντεβιάνᾳ, παρ' οὗ καὶ πρεσβευτὴς πρὸς Ἄνναν ἧκε τὴν βασιλίδα, οὕτως. «ἀλλαλαξάτωσαν ἄσμενοι τῶν πιστῶν ἅπας ὁ δῆμος· ψαλάτωσαν ὁ χορὸς τῆς τῶν Χριστιανῶν πίστεως· ἀνακαινιζέσθωσαν ἐν ταῖς ἱεραῖς καὶ ἁγίαις ἐκκλησίαις περιφανεῖς ἑορταί· ἠχείτωσαν εἰς τὸ ὕψος αἱ ψαλμῳδίαι· τὰ τῶν μοναχῶν ὄργανα πληττέτωσαν τὸν ἀέρα, καὶ διὰ στόματος ἴτωσαν πάντων, καὶ πᾶσαν τὴν περίχωρον διατρεχέτωσαν αἱ προσηνεῖς αὗται πανηγύρεις, ὅπως ἡ τῶν χαιρόντων κραυγὴ μὴ 3.16 μόνον παρὰ