412
ἀποφήνας, δημεύσας τε τὰς οὐσίας τῶν πολιτῶν, Περινθίοις αὐτήν τε καὶ τὴν χώραν αὐτῆς ἐχαρίσατο. τὰ δὲ τείχη τῆς πόλεως καθελὼν ἐκείνους μὲν οὐδὲν πλέον ἐλύπησεν η τῆς δόξης αὐτοὺς ἐστέρησεν ην ἐκαρποῦντο ἐκ τῆς αὐτῶν ἐπιδείξεως, τῶν δὲ ̔Ρωμαίων μέγα καθεῖλεν ὁρμητήριον πρὸς τοὺς ἐκ Πόντου καὶ τῆς Ἀσίας βαρβάρους, ἀλλὰ μὴν καὶ κρησφύγετον· ην γὰρ τὰ τείχη τοῦ Βυζαντίου καρτερώτατα. Σευῆρος δὲ δοξομανῶν κατὰ τῶν ̓Οσροηνῶν βαρβάρων καὶ τῶν ̓Αδιαβηνῶν καὶ τῶν ̓Αραβίων ἐστράτευσε, καὶ εἰς τὴν Νίσιβιν ἀφικόμενος ἐκεῖθεν επεμψε στρατηγούς τε καὶ τάγματα κατὰ τῶν εἰρημένων ἐθνῶν, οι τήν τε χώραν αὐτῶν ἐδῄουν καὶ τὰς πόλεις ἐλάμβανον. Αυθις δὲ πόλεμος συνηνέχθη τῷ Σευήρῳ ἐμφύλιος. ὁ μὲν γὰρ τῷ ̓Αλβίνῳ οὐδὲ τὴν τοῦ Καίσαρος ἐδίδου τιμήν, ὁ δ' ῃτει καὶ τὴν τοῦ αὐτοκράτορος. συγκινουμένης δὲ διὰ ταῦτα τῆς οἰκουμένης, ὁ δῆμος ἐν ἱπποδρομίᾳ συνειλεγμένος πολὺς ἐκφανέστατα κατωδύρατο, "μέχρι πότε τοιαῦτα πάσχομεν" κράζοντες καί "μέχρι ποῦ πολεμούμεθα;" καὶ αλλα δέ τινα τοιαῦτα ὡς ἐκ θειοτέρας τινὸς ἐπιπνοίας ἐνθουσιῶντες ἐβόησαν. πῶς γὰρ τοσαῦται μυριάδες ὡς ὑπὸ χορολέκτῃ ὁμοφώνως ειπον καὶ ἀπταίστως α ειπον; τέως μέντοι μάχης συγκροτηθείσης καὶ πολλὰς ἰδέας τε καὶ τροπὰς καὶ μετακλίσεις τοῦ πολέμου 3.102 ἐσχηκότος ὁ ̓Αλβῖνος ἡττήθη, πεσόντων μὲν ἀμφοτέρωθεν ̔Ρωμαίων σχεδὸν ὑπερβαινόντων καὶ ἀριθμόν, τοῦ δὲ ̓Αλβίνου ἑαυτὸν ἀνελόντος. ῳ κειμένῳ ἐπεντρυφήσας ὁ Σευῆρος καὶ γλωσσαλγήσας τὸ μὲν αλλο σῶμα ῥιφῆναι ἐκέλευσε, τὴν κεφαλὴν δ' ἐς τὴν ̔Ρώμην στείλας ἀνεσταύρωσε. καὶ πολλοὺς τῶν τῆς γερουσίας ἀπέκτεινε, τινὰς δὲ καὶ ἀπέλυσε. Μετὰ ταῦτα δὲ κατὰ τῶν Πάρθων ἐστράτευσε τὴν Μεσοποταμίαν ἑλόντων. καὶ πλοῖα κατασκευάσας ἐν τῷ Εὐφράτῃ τήν τε Σελεύκειαν καὶ τὴν Βαβυλῶνα ἐκλειφθεῖσαν ελαβε. καὶ τὴν Κτησιφῶντα ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκε, πολλούς τε ἀνεῖλε καὶ ζῶντας πλείονας ειλεν. ουτε δὲ τὸν Οὐολόγαισον ἐπεδίωξε τὸν τῶν Πάρθων ἡγεμονεύοντα ἀναχωρήσαντα οικαδε, ουτε τὴν Κτησιφῶντα κατέσχεν, ἀλλ' ῳχετο ωσπερ ινα διαρπάσῃ ταύτην μόνον ἐστρατευκώς. ̓Εν ῳ δὲ ἐπολέμει, ανδρας δύο ἀπέκτεινε τῶν ἐπιφανῶν, τὸν μὲν Κρίσπον ̓Ιούλιον χιλιαρχοῦντα τῶν δορυφόρων, οτι ηχθετο τῇ τοῦ πολέμου κακώσει καί τι καὶ παρεφθέγξατο, καὶ τὸν κατηγορήσαντα αὐτοῦ στρατιώτην χιλίαρχον ἀπέδειξεν ἀντ' αὐτοῦ· τὸν δὲ Λαῖτον, οτι φρόνημα ειχε καὶ οτι ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, καὶ οὐκ αλλως στρατεύσειν ελεγον εἰ μὴ Λαῖτος αὐτῶν ἡγοῖτο. καὶ τὸν φόνον αὐτοῦ τοῖς στρατιώταις προσῆπτεν, οτι φθόνῳ αὐτὸν ἀνελὼν οὐκ ειχε λέγειν αἰτίαν. Ειτα ἐπὶ τὰ Ατρα ἐστράτευσε. πόλις δὲ ταῦτα ̓Αράβιος, ἐν ῃ πολλά τε αλλα ἀπέκειντο χρήματα καὶ τὰ τοῦ ̔Ηλίου δὲ ἀναθήματα, ῳ ἡ πόλις ἀπέκειτο. οὐδὲν δὲ ἀνύσας, καίτοι τὸ ἐκτὸς τεῖχος καθῃρηκώς, καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλών, ἀνεχώρησε· καὶ 3.103 εἰς τὴν Παλαιστίνην ἀφίκετο καὶ ἐς Αιγυπτον, καὶ πᾶσαν ειδε καὶ τὰ κεκρυμμένα ἐπολυπραγμόνησεν. ην γὰρ οιος μήτε θεῖον μήτε τι ἀνθρώπινον καταλιπεῖν ἀνερεύνητον. καὶ τὰ βιβλία α τι ειχον ἀπόρρητον ἐκ πάντων τῶν ἀδύτων ἀνείλετο, οσα τέως εὑρεῖν δεδύνητο. Ταῦτα μὲν ουτως· εἰρήσθω δ' ὡς ἐν παρόδῳ καὶ οσα τὸν ∆ίωνα περὶ τοῦ Νείλου λέγοντα ευρομεν, οθεν τε ἀναδίδοται καὶ διὰ τί κατὰ τὸ θέρος πεποίηται τὴν ἀνάβασιν. λέγει τοίνυν οτι ἐκ τοῦ Ατλαντος ἀναδίδοται, τὸν δὲ Ατλαντα ορος ειναι ἐν τῇ Μακεννίτιδι παρ' αὐτῷ τῷ ̓Ωκεανῷ πρὸς ἑσπέραν, καὶ ὀρῶν ἁπάντων ὑπερανίστασθαι, ωστε καὶ κίονα αὐτὸν διὰ τὸ υψος παρὰ τῶν ποιητῶν κληθῆναι τοῦ οὐρανοῦ. μήτε γὰρ ἀναβῆναί τινά ποτε εἰς ακρον αὐτοῦ μήτ' ἰδέσθαι τὰς αὐτοῦ κορυφὰς χιόνος ἀεὶ πληθούσας, ἐξ ης πολὺ καταρρεῖν τὸ υδωρ ὑπὸ τὸ θέρος, καὶ διὰ τοῦτο τότε τὸν Νεῖλον πληθύνεσθαι. λέγει δὲ ταῦτα ̔Ρωμαίοις ἀκριβωθῆναι ἐκ τῶν τῆς κάτω Μαυριτανίας ἀνθρώπων, προσοίκων οντων τῇ Μακεννίτιδι, καὶ πολλοὺς τῶν ἐκεῖ στρατευσαμένων ̔Ρωμαίων ἀφικέσθαι καὶ πρὸς τὸν Ατλαντα. ταῦτα μὲν