413
τῶν ἐπιγείων, ἀλλ' ἔτι καὶ παρὰ τῶν οὐρανίων ἀκούηται πολιτῶν. ἀκούσατε τοίνυν οὐρανοὶ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. ἀλλὰ τίς οὐκ ἂν ἀσμένως ἀκούσαι, τίς οὐκ ἠκριβωμένως προσέξοι τοῖς λεγομένοις, ὅτι χεὶρ κυρίου ἐγένετο ἐπὶ τῇ βασιλείᾳ Ῥωμαίων, ἐπὶ τῷ τὴν ἡμέραν καταφωτίσαι τὴν νύκτα, καὶ τὴν λαμπρότητα πόῤῥω τὸ σκότος ποιήσασθαι, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ τοῦ θανάτου φῶς ἐξ οὐρανῶν ἀνατεταλκέναι; ὁρᾶτε γοῦν, ὅπως τουτὶ τὸ φῶς ἀνατέταλκεν ἄνωθεν, ὡς οὐ τῇ μεγάλῃ τῶν ὅπλων κατασκευῇ τὸν ἐπὶ πάντας καθήμενον ὕψιστον, τῇ οἰκείᾳ δυνάμει παρεσχηκέναι τῷ μεγάλῳ περιφανεστάτῳ βασιλεῖ κυρίῳ Ἰωάννῃ τῷ Καντακουζηνῷ, τῷ καὶ τῆς βασιλείας καὶ τοῦ βασιλέως πατρὶ, τὴν ἁπασῶν βασιλεύουσαν ταυτηνὶ πόλιν, καὶ μέχρι καὶ εἰς δεῦρο διατηρεῖσθαι τὸν τοῦ δικαίου κριτὴν τῷ τοιούτῳ βασιλεῖ τὸ παρὸν τῆς ἀρχῆς δώρημα, ἵνα γνῶσι σαφῶς ἅπαντες τοῦτο παρὰ κυρίου τοῦ θεοῦ γεγονὸς, καὶ οὐ παρὰ ἀνθρώπου. φησὶ γὰρ ὁ σοφώτατος Σολομών· «καιρὸς τῷ ὑπὸ τὸν οὐρανὸν παντὶ πράγματι, καὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν. καιρὸς θρήνου καὶ καιρὸς χαρμονῆς.» οὕτως εἴρηκέ ποτε καὶ ὁ Χριστός· «οὐκέτι ἦλθεν ἡ ὥρα μου.» καὶ ἀλλαχοῦ λέγει· «πάτερ, ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ἵνα δοξασθῇ ὁ υἱός σου·» καὶ παραχρῆμα ἡ πατρικὴ φωνὴ τῷ υἱῷ ἀπεκρίνατο· «καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.» οὐχὶ δὲ καὶ ἐν τῷ εὐαγγελίῳ ἀνέγνωμεν, ὁπηνίκα ὁ Ἰωάννης εἴρηκε τῷ Χριστῷ 3.17 ἡμῶν ἐν τῷ Ἰορδάνῃ· «ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;» τί Χριστὸς ἀπεκρίνατο; «ἄφες γάρ,» φησιν, «ὦ Ἰωάννη, ἄφες ἄρτι. οὕτω γὰρ δεῖ πληρῶσαι πᾶσαν δικαιοσύνην·» τοιγαροῦν «ἄφες ἄρτι» δηλοῦντος τοῦ λόγου, ὡς οὔπω καιρὸς ὑψώσεως, οὐδὲ δόξης, ὡς οὔπω ἐληλύθει ἡ τῆς εὐλογίας καὶ τῆς χάριτος ὥρα. αὕτη τοίνυν ἡ τοῦ φωτὸς ὥρα ἡ τῇ βασιλείᾳ Ῥωμαίων τηρηθεῖσα, ἵνα μὴ ἀθρόον ἐπιστὰν τοῖς πιστοῖς τὸ δῶρον εὐτελὲς νομισθῇ· οὗτός ἐστιν ὁ μετὰ τὸ νέφος αἰθρίαν δούς· οὗτός ἐστιν ὁ μετὰ τὸν ὀδυρμὸν καὶ τοὺς θρήνους ἀγαλλίαμα ἐγχέων. τίνα γὰρ τῶν ἁγίων πατέρων ὕψωσεν ἐν δόξῃ, μὴ προτέρων θλίψεων ἡγησαμένων, καθὰ καὶ ἡ γραφὴ διαῤῥήδην βοᾷ· «πᾶς υἱὸς ὑψούμενος παρὰ κυρίου πρῶτον παιδεύεται.» καὶ ὁ θεὸς λέγει· «οὓς ἀγαπῶ, διορθοῦμαί τε καὶ παιδεύω.» οὕτω καὶ ὁ ψαλμῳδὸς καὶ κιθαρῳδὸς οὐράνιος ἐκεῖνος ∆αβὶδ ᾖσε· «παιδεύων ἐπαίδευσέ με ὁ κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με.» καὶ ἀλλαχοῦ· «ὁ πατήρ μου καὶ ἡ μήτηρ μου καὶ πάντες οἱ γνωστοί μου ἐγκατέλιπόν με, ὁ δὲ κύριος προσελάβετό με.» προσλαμβάνου τοίνυν καὶ αὐτὸς, ἐρασμιώτατε δοὺξ, τὸν ῥηθέντα τουτονὶ βασιλέα, ὅνπερ ὁ θεὸς προσελάβετο εἰς τὴν τῆς βασιλείας κατάστασιν, καὶ τοῦτον ἐν τοῖς μάλιστα τάττε, ὃν ὁ θεὸς διετήρησεν εἰς τὴν βασιλείαν. πᾶσα γὰρ ἐξουσία εἰς ἀγαθὸν παρὰ κυρίου τοῦ θεοῦ ἐστιν· ὁ δὲ τῇ τοῦ βασιλεύοντος ἀνθιστάμενος ἐξουσίᾳ κατὰ τὸν ἀπόστολον τῇ τοῦ θε 3.18 οῦ βουλήσει ἀνθίσταται. ὅρα δὲ, μή ποτε ᾖς καὶ αὐτὸς εἶς ἐκείνων τῶν παρὰ τοῦ δικαίου Ἰὼβ ἐλεγχομένων, λέγοντος· «οὗτοί εἰσιν οἱ ἀνθιστάμενοι τῷ φωτὶ, οὗτοί εἰσιν οἱ τοῦ φωτὸς ἀποστάται, ὅπερ ἐν τῷ σκότει φαῖνον οὐ φέρει αἰτίαν· εἴγε ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.» ἐν μέντοι γε διηνεκοῦς μνήμης ἄξιον ὑπόδειγμα τοῖς τῷ Χριστῷ λατρεύουσι δήλου, ὡς ὁ μέγας οὑτοσὶ βασιλεὺς τὴν τοῦ μεγάλου Κωνσταντίνου ἐν ἑαυτῷ φέρει χρηστότητα, ᾗτινι φονευθῆναι τοὺς παῖδας ἀπεῖρξεν, ὧν ἐν τῷ αἵματι θεραπεύεσθαι ἔμελλεν ἀπὸ τῆς λέπρας. τὸ τοῦ μετὰ Ἰούλιον Καίσαρα βεβασιλευκότος Ὀκταβιανοῦ φιλάνθρωπον, ᾧτινι καὶ φιλανθρωπότητος ἐκεῖνος κέκληται βασιλεὺς, ὁ παρὼν βασιλεὺς ὑπερήλασεν· ἴσος, εἰ μὴ καὶ μείζων, ἐστὶν εἰς θεοσέβειαν τῷ καλῶς ἄρξαντι Θεοδοσίῳ· ὑπερέβη τὴν ἐπιείκειάν τε καὶ χρηστότητα τοῦ Ἀφρικανοῦ Σκηπίωνος τοῦ τοῖς ἡμετέροις Ἰταλοῖς τὴν Ἀφρικὴν ὑποτάξαντος. πολλῶν γὰρ ἀνθρώπων καὶ κατὰ διαφόρους τρόπους τῷ τοιούτῳ βασιλεῖ προσκεκρουκότων, οἵ γε καὶ εἰκότως ὤφειλον τὸν τοῦ θανάτου κίνδυνον δειλιᾷν,