413
ουν περὶ τοῦ Νείλου τῷ ∆ίωνι, εἰ καὶ αλλοις οὐχ ουτω τὰ περὶ αὐτοῦ δεδιήγηται. Πλαυτιανὸς δὲ παραδυναστεύων τῷ Σευήρῳ καὶ τὴν ἐπαρχικὴν εχων ἐξουσίαν καὶ μέγιστα δυνηθεὶς πολλοὺς τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὁμοτίμων αὐτῷ ἐθανάτωσεν. απληστος δὲ ων παρὰ πάντων ῃτει, 3.104 καὶ ουτε εθνος ουτε πόλιν ἀφῆκεν ἀσύλητον, καὶ πλείονα αὐτῷ πάντες η τῷ Σευήρῳ ἐδίδουν. ἐξέτεμε δὲ καὶ ἀνθρώπους ̔Ρωμαίους καὶ εὐγενεῖς ἑκατόν, οὐ παῖδας μόνον οὐδὲ μέντοι μειράκια, ἀλλὰ καὶ ανδρας γυναῖκας εχοντας, ωσθ' ὁρᾶσθαι τοὺς αὐτοὺς καὶ εὐνούχους καὶ ανδρας καὶ πατέρας ἀόρχεις καὶ ἐκτομίας καὶ πωγωνίας. πρὸ δὲ τούτου κῆτος ὑπέρογκον εἰς τὸν Αὐγούστου κεκλημένον λιμένα ἐξώκειλε καὶ ἑάλω, καὶ μίμημα αὐτοῦ γεγονὸς καὶ εἰς τὸ κυνηγέσιον εἰσαχθὲν πεντήκοντα αρκτους εισω λέγεται δέξασθαι. τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα Πλαυτίλλαν τοῦ Σευήρου τῷ υἱῷ ̓Αντωνίνῳ συζεύξαντος, τοσαῦτα τῇ θυγατρὶ ὁ Πλαυτιανὸς εδωκεν οσα πολλαῖς βασιλίσσαις ηρκεσεν αν. ουτος ὑπέρμεγας γεγονὼς καὶ πλεῖστον δυνηθείς, η καὶ ὑπὲρ τὸν Σευῆρον αὐτόν, ὑπὸ τοῦ γαμβροῦ ̓Αντωνίνου ἐπιβουλευθεὶς ἐσφάγη καὶ ανωθεν εἰς ὁδόν τινα ἐρρίφη. οἱ δὲ τοῦ Σευήρου παῖδες ̓Αντωνῖνος καὶ Γέτας ωσπερ τινὰ παιδαγωγὸν τὸν Πλαυτιανὸν ἀποσεισάμενοι απαν μετῄεσαν χείριστον. Τότε καὶ Βούλλας Φῆλιξ ̓Ιταλὸς ἀνὴρ λῃστήριον συστησάμενος ἑξακοσίων ἀνδρῶν ἐληίζετο τὴν ̓Ιταλίαν ἐπ' ετη δύο. πολλῶν δὲ φιλοτιμουμένων κατασχεῖν αὐτὸν ὁ δὲ οὐχ ἡλίσκετο, εὐμεθόδως διὰ τρόπων πολλῶν τοὺς αὐτὸν διώκοντας κατασοφιζόμενος· ων ενα εἰς ενδειγμα τῶν αλλων ἐροῦμεν. ἑκατοντάρχου παρὰ Σευήρου κελευσθέντος λοχῆσαι αὐτόν, αὐτὸς ἐκείνῳ προσῆλθε δι' ἑαυτοῦ ὡς αλλος τις, καὶ διεβεβαιώσατο, εἰ εψοιτο, παραδοῦναι αὐτῷ τὸν λῃστήν. τοῦ δὲ πεισθέντος εἰς λοχμώδη τόπον ἀπαγαγὼν αὐτὸν ῥᾳδίως συνέλαβεν. ειτα ἐπὶ βήματος καθίσας, ὡς δῆθεν αρχων τοῦ λῃστηρίου, 3.105 μεταστειλάμενος τὸν ἑκατόνταρχον, τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ ἀπεξύρησε καὶ ἀφῆκεν, εἰπών, αγγελλε τῷ δεσπότῃ σου οτι "τοὺς δούλους ὑμῶν τρέφετε, ινα μὴ λῃστεύωσι." πολλοὺς γὰρ τῶν Καισαρείων ειχεν αὐτῷ προσχωρήσαντας. υστερον μέντοι ἐλήφθη καὶ θηρίοις ἐδόθη. Σευῆρος δὲ εἰς τὴν Βρεττανίαν ἐστράτευσεν, ινα μήθ' οἱ παῖδες ἐκδιαιτῶνται αὐτοῦ μήτε τὰ στρατεύματα ὑπ' ἀργίας ἐκλύωνται. δύο δὲ γένη τῶν Βρεττανῶν εἰσι μέγιστα, Καληδόνιοι καὶ Μαιᾶται· καὶ νέμονται ἑκάτεροι αγρια ορη καὶ πεδία ερημα καὶ ἑλώδη, μήτε πόλεις εχοντες μήτε γεωργοῦντες τὴν γῆν, ἀλλ' ἐκ νομῆς καὶ θήρας καὶ ἀκροδρύων τὰ πρὸς τὸ ζῆν ποριζόμενοι· ἰχθῦς γὰρ καίτοι παμπληθεῖς παρὰ τῇ νήσῳ τυγχάνοντας οὐ σιτοῦνται. σκηνῖται δ' εἰσί, γυμνοί τε ζῶσι καὶ ἀνυπόδετοι, κοιναῖς κεχρημένοι ταῖς γυναιξί, καὶ τὰ γεννώμενα πάντα ἐκτρέφοντες. δημοκρατοῦνταί τε καὶ λῃστεύουσι· καὶ στρατεύονται ἐπὶ ἁρμάτων, ιππους εχοντες μικροὺς καὶ ταχεῖς, καὶ πεζοί· τρέχουσί τε ὀξύτατα. οπλοις δὲ κέχρηνται ἀσπίδι καὶ βραχεῖ τινι δόρατι καὶ ἐγχειριδίῳ. λιμῷ δὲ καὶ ψύχει ταλαιπωρούμενοι καὶ αλλαις κακώσεσι φέρουσι, καὶ εἰς τὰ ελη καταδυόμενοι καρτεροῦσιν ἐπὶ πλείους ἡμέρας μόνην τὴν κεφαλὴν εξω τοῦ υδατος εχοντες, καὶ ἐν ταῖς υλαις τρέφονται ταῖς ῥίζαις καὶ τῷ φλοιῷ. σκευάζουσι δὲ καί τι βρῶμα ἐξ ου οσον κυάμου μέγεθος ἐμφαγόντες ουτε πεινῶσιν ουτε διψῶσιν. ̔Η μὲν ουν Βρεττανία τοιαύτη τίς ἐστι νῆσος, καὶ ὑπὸ τοιούτων ἡ μὴ ̔Ρωμαίοις τότε ὑποκειμένη ᾠκεῖτο. ειχον γὰρ ταύτης μοῖραν ̔Ρωμαῖοι οὐκ 3.106 ἐλαττουμένην πολλῷ τοῦ ἡμίσεος. καὶ τὸ μὲν μῆκος τῆς ολης νήσου ἐς στάδια ἑπτακισχίλια ἑκατὸν τριάκοντα δύο ἐκτείνεσθαι λέγεται, τὸ δὲ πλάτος ὡς ἐπίπαν ἐς δισχίλιά που καὶ τριακόσια, εστι δ' ου καὶ ἐλάττονα. ὁ δ' ουν Σευῆρος πάσης κρατῆσαι τῆς νήσου διανοούμενος εἰς τὴν Καληδονίαν εἰσέβαλε, καὶ πράγματα εσχε μήτε μαχεσάμενος μήτ' ἐν παρατάξει πολέμιον θεασάμενος, ἀλλ' ὑλοτομῶν καὶ τὰ μετέωρα κατασκάπτων. οἱ δὲ αὐτοῦ στρατιῶται σκιδνάμενοι ἐκτιννύοντο ἐπιβουλευόμενοι, καὶ πολλαὶ χιλιάδες ἀπώλοντο. τέως μέντοι ἐς ὁμολογίαν τοὺς