414
ἐπείπερ ἐν ὅπλων δυνάμει ἐντὸς γένοιτο, οὐδενὶ κακόν τι ἐπαγαγὼν ἐλυμήνατο· πάντας δ' εὐεργετεῖν βούλεται ἀγαθούς τε καὶ πονηροὺς, ζηλῶν ἐπὶ τούτῳ θεὸν τὸν ἀνατέλλειν ποιοῦντα ἐπὶ πονηροὺς καὶ ἀγαθούς. πῶς οὖν οὐκ ἂν ἀγαθὸν βουλοίμην τοῖς Χριστιανοῖς τούτοις; πῶς τὸ τῶν Ῥωμαίων γένος τὸ τὸν ἐσταυρωμένον Χριστὸν προσκυνοῦν, ᾧ γε καὶ ἡ παλαιὰ καὶ 3.19 νέα διαθήκη καὶ ἀναγινώσκει καὶ ἕπεται, οὐκ ἂν θείην ἐν μέσῳ τῆς καρδίας μου; δι' ὃν οὔθ' αἵματι ἀνθρωπίνῳ λυθροῦται μάχαιρα, οὔτε μὴν κακὸν ἀντὶ κακοῦ, μᾶλλον δ' ἀγαθὸν ἀντὶ πονηροῦ ἀποδίδοται. διὰ τοῦτο παρακαλῶ τὴν σὴν δουκικὴν ἐξουσίαν, ἵνα τὸν τοιοῦτον βασιλέα Ἰωάννην, τὸν χάριν θεοῦ μεθερμηνευόμενον, ἐν μεγάλοις φιλίας τάττῃς θεσμοῖς, καὶ μηδὲν κατ' αὐτοῦ καινότερον ἢ πράττειν ἢ ἀκούειν. οὗτος γὰρ ὁ Ἰωάννης χάρις λέγεται, καὶ εἰκότως, πᾶσι χαρίεις γε ὢν καὶ μετὰ τοῦ ἀποστόλου δυνάμενος λέγειν· «χάριτι θεοῦ εἰμι, ὅ εἰμι· καὶ ἡ χάρις τοῦ θεοῦ ἐν ἐμοὶ κενὴ οὐ γέγονεν, ἀλλὰ διὰ παντὸς ἐν ἐμοὶ μένει.» ἐπεὶ γὰρ ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται καὶ ὁ καρπὸς ἐκ τοῦ δένδρου λαμβάνει τὸν ἔπαινον, πέποιθα ἐν τῇ τοῦ Χριστοῦ δυνάμει, ὡς ὁ προῤῥηθεὶς βασιλεὺς ἐκ τοῦ καρποῦ τῶν ἀγαθῶν ἔργων γνωσθήσεται. καὶ γὰρ παντὸς τοῦ αὐτῷ γε ἀναφέροντος μακροθύμως ἀκούει, ἐπιεικῶς ἀποκρίνεται, σοφῶς ἐξετάζει, κρίνει δικαίως. ταῦτά ἐστι τὰ τέσσαρα, ἅπερ οἱ βασιλεύοντες κατέχειν ὀφείλουσιν ἐπιμήκιστον· αὗταί εἰσιν αἱ ἀρεταὶ αἱ ζητούμεναι ἐν ταῖς τῶν σοφῶν πρυτανέων ἀρχαῖς· περὶ ὧν Πλάτων ὁ φιλόσοφος λέγει, εὐδαίμονα τὰ τῶν πραγμάτων δημόσια εἶναι, ὁπηνίκα οἱ τούτων διοικηταὶ σοφίᾳ κεκόσμηνται. ἧς δὴ σοφίας μέγα τὸ ἀξίωμα, ἣ δὴ καὶ τὸν Ἀθηναῖον Σωκράτην τῷ ἄκρῳ θεῷ ἴσον πεποίηκεν. ἐγὼ μὲν οὖν ἐλπίδας φέρω, ὡς ἡ βασιλεία τούτου ἔσται ὑπὲρ τῆς 3.20 τῶν Χριστιανῶν εἰρήνης, καὶ τῶν Ἰσμαηλιτῶν ἀποσόβησις, ἔσται ὑπὲρ τῆς δικαιοσύνης τοῦ λαοῦ δι' ἔλεον τοῦ ὑπηκόου παντὸς, ὡς γέγραπται ἐν τῷ ἑκατοστῷ εἰκοστῷ κεφαλαίῳ τῶν παροιμιῶν· «ἔλεος καὶ ἀλήθεια τηροῦσι τὸν βασιλέα, καὶ στερεωθήσεται ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ.» τοιαῦτα μὲν ἔγραψε καὶ πρὸς Ἰνιμπέρτον· ταῦτα δὲ ἡμῖν οὐκ ἀργῶς, οὐδὲ ἀκαίρως παρείληπται πρὸς τὴν ἱστορίαν, ἀλλ' ἵν' ἐπιδείξωμεν, ὡς διὰ τῶν εἰς βασιλέα τουτωνὶ ἐπαίνων μαρκέσης ἐκωλύθη μὴ Ῥωμαίοις στόλῳ μεγάλῳ ἐπιέναι. πρότερον γὰρ ἀκούοντες περὶ βασιλέως πολλὰ καὶ δεινὰ, πάπας τε ὁμοίως καὶ οἱ κατὰ τὴν Ἰταλίαν δυναστεύοντες ἐπέτρεπον τὴν ἔφοδον τῷ μαρκέσῃ. ἐπεὶ δὲ τὰ γράμματα ταῦτα ἧκε παρὰ ἀνδρὸς αὐτοῖς ἀξιόχρεω πρὸς πίστιν, οἵ τε ἄλλοι ἀπηγόρευον τὴν ἔφοδον, καὶ αὐτὸς μαρκέσης ἠμβλύνθη τὴν ὁρμὴν, οὐ τὴν ἀρετὴν μόνον βασιλέως αἰδεσθεὶς, ἀλλ' ἤδη καὶ τὸ μέγα τι κατορθοῦν ἀπαγορεύσας, βασιλέως ἤδη τὴν σύμπασαν Ῥωμαίων ἔχοντος ἡγεμονίαν, ὃν ἐν στρατηγίαις μέγαν παρὰ πάντων ἐπυνθάνετο. ἐκεῖνος μὲν οὖν ἐκ τούτων ἐκωλύθη, καὶ διέλυε τὴν στρατιάν. γʹ. Βασιλεὺς δὲ, ἐπεὶ ὁ πατριάρχης Ἰωάννης ἐν βασιλείοις ἔτι ἦν σχολάζων οἴκοι, πρὸς αὐτὸν ἐλθὼν προσηγόρευέ τε προσηνῶς, ἔπειτα καὶ ἀνεμίμνησκεν ὧν μετὰ τὴν βα 3.21 σιλέως τελευτὴν πρὶν τὸν πόλεμον κινεῖσθαι διειλέχθη πρὸς αὐτὸν, ὡς μέλλουσί τινες κατ' αὐτοῦ διαβολὰς συῤῥάπτειν, καὶ ὡς ἐδεῖτο αὐτὸν ὑπὲρ τοῦ δικαίου καὶ τοῦ κοινῇ λυσιτελοῦντος πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν καὶ μὴ ἐᾷν τοὺς συκοφάντας παραπείθειν βασιλίδα καὶ πόλεμον ἐμφύλιον κινεῖν, ἀλλ' ἀπελαύνειν ὥσπερ κῆρας καὶ κοινὴν τῆς Ῥωμαίων εὐτυχίας λύμην, καὶ ἐμέμφετο οὐ μόνον, ὅτι μηδὲν ἐνδείξαιτο φρόνημα πρὸς τὰς διαβολὰς αὐτῷ προσῆκον, ἀλλὰ καὶ συνέπραττε, τοῖς συκοφαντοῦσι, καὶ τῶν ἄλλων μᾶλλον τὸν πόλεμον αὐτὸς ἐκίνει, σαφέστατα εἰδὼς, ὡς καταψεύδεται καὶ συκοφαντεῖ· τὸ δὲ μέγιστον, ὅτι καὶ μετὰ τὴν τοσαύτην ἐπακολουθήσασαν ἐκ τοῦ πολέμου συμφορὰν καὶ τῶν μυρίων αἱμάτων τὰς ἐκχύσεις καὶ τοὺς ἀνδραποδισμοὺς καὶ τὰς δημεύσεις καὶ τὰ δεσμωτήρια καὶ τὴν κοινὴν πανωλεθρίαν οἶκτον οὐδένα τῶν ἀπολλυμένων ἐποιεῖτο, οὐδὲ ὑφῆκέ τι τῆς πρὸς αὐτὸν πικρίας ἄχρι τέλους, ἀλλὰ πολλὰ πολλάκις