414
Βρεττανοὺς ἐλθεῖν κατηνάγκασε. Φροντίσι δὲ αὐτὸν ὁ ̓Αντωνῖνος ὁ υἱὸς περιέβαλεν ἀκολάστως βιοὺς καὶ δῆλος ων, εἰ δυνηθείη, τὸν ἀδελφὸν διαχειρισόμενος. καὶ αὐτῷ δὲ τῷ πατρὶ ἐπεβούλευε, καὶ ἐπεφώρατο δίς. ἀλλ' οὐδὲν δεινὸν επαθεν ὁ ̓Αντωνῖνος πρὸς τοῦ πατρός· καλέσας δὲ αὐτὸν καὶ τὸν Παπιανὸν καὶ τὸν Κάστορα, δοῦλος δ' ην ὁ Κάστωρ αὐτοῦ, αριστος ἀνὴρ καὶ πιστότατος, καὶ ξίφος εἰς τὸ μέσον θέμενος, εφη πρὸς τὸν υἱόν "εἰ ἀποκτεῖναί με θέλεις, ἐνταῦθά με κατάχρησαι, καὶ μὴ πάντων ὁρώντων· εἰ δ' αὐτόχειρ μου γενέσθαι ὀκνεῖς, κέλευσον παρόντι Παπιανῷ τῷ ἐπάρχῳ ινα με ἐξεργάσηται· οὐ γὰρ ἀπειθήσει σοι αὐτοκράτορι οντι." ̓Αποστάντων δ' αυθις τῶν Βρεττανῶν ἡτοιμάζετο ὡς πολεμήσων αὐτοῖς. ἐν δὲ τῷ μεταξὺ κατὰ τὴν νῆσον διάγων ἀπήλλαξε νοσῶν, καὶ τοῦ ̓Αντωνίνου ὡς λέγεται συνεργασαμένου πρὸς τοῦτο. πρὶν ουν ἐκπνεῦσαι, λόγος αὐτὸν τοῖς παισὶν εἰπεῖν "ὁμονοεῖτε, τοὺς στρατιώτας πλουτίζετε, τῶν αλλων μὴ ἀμελεῖτε." ηρξε δὲ ἑπτακαίδεκα ετη καὶ μῆνας ὀκτὼ 3.107 ἐφ' ἡμέραις τρισί, βιώσας τὸ σύμπαν ετη ἑξήκοντα καὶ πέντε καὶ μῆνας ἐννέα καὶ ἡμέρας ἐννέα καὶ εικοσι. Τοιαύτη δ' ην αὐτῷ ἡ διαγωγὴ ἐν εἰρήνης καιρῷ. επραττέ τι νυκτὸς ὑπὸ τὸν ορθρον, ειτα ἐβάδιζε λέγων καὶ ἀκούων τὰ τῇ ἀρχῇ πρόσφορα, καὶ ουτως ἐδίκαζεν εως μεσημβρίας, εἰ μή τις μεγάλη ην ἑορτή, καὶ τοῖς συνδικάζουσι παρρησίαν ἐδίδου· καὶ ἐπὶ τούτοις ιππευεν, ειτ' ἐλούετο, ἠρίστα τε καὶ ἐκάθευδε, καὶ ἀναστὰς τὰ λοιπὰ προσδιῴκει, καὶ λόγοις ὡμίλει ἐν περιπάτῳ Λατίνοις τε καὶ ̔Ελληνικοῖς, καὶ πρὸς ἑσπέραν ἐλούετο αυθις καὶ ἐδείπνει· καὶ ἐν ταῖς πάνυ ἀναγκαίαις ἡμέραις τὰ πολυτελῆ δεῖπνα συνεκρότει. ̓Επὶ τούτου διωγμοῦ κινηθέντος κατὰ τῶν εὐσεβῶν πολλοὶ μὲν ἠνδρίσαντο καὶ μαρτυρίου στεφάνους ηραντο, τότε δὲ καὶ Λεωνίδης ὁ πατὴρ ̓Ωριγένους κατασχεθεὶς καὶ ἐφ' ἑτέραις τιμωρίαις τέλος τὴν κεφαλὴν ἐκτμηθεὶς νέον κομιδῇ καταλείπει τὸν παῖδα. ος ετι παῖς ων ωργα πρὸς τὸ μαρτύριον· ἡ δέ γε μήτηρ αὐτοῦ λόγοις πρότερον ἐπειρᾶτο τὸν υἱὸν ἀπάγειν τῆς ἐγχειρήσεως, ὡς δ' οὐκ επειθε, τὴν ἐσθῆτα πᾶσαν ἀφείλετο καὶ ουτως οικοι μένειν καὶ ακοντα παρεσκεύασεν. ὁ δὲ ἀπρόιτος ων ἐπιστέλλει τῷ πατρὶ καθειργμένῳ, ὑπαλείφων τὸν ανδρα πρὸς τὸ μαρτύριον, πρὸς τοῖς αλλοις καὶ ταῦτα γράψας πρὸς ῥῆμα "επεχε μὴ δι' ἡμᾶς αλλο τι φρο3.108 νήσῃς." παῖς δ' ετι τυγχάνων καὶ τὴν ἐγκύκλιον μετιὼν παιδείαν καὶ ταῖς θείαις γραφαῖς ἐνησχόλητο, τοῦτό οἱ τοῦ πατρὸς ἐπιτάσσοντος. ὁ δὲ οὐχ ὡς παῖς τοῖς λόγοις τοῖς ἱεροῖς ἐξ ἐπιπολῆς ἐνετύγχανεν, ἀλλὰ καὶ βαθυτέρας ηπτετο θεωρίας, καὶ ἐρωτῶν συνεχῶς τὸν πατέρα πράγματα παρεῖχεν αὐτῷ. ἐκεῖνος δὲ λόγῳ μὲν ἐπέπληττε τὸν παῖδα τῆς πολυπραγμοσύνης, τῇ δ' ἀληθείᾳ τὴν αὐτοῦ διάνοιαν ἐξεπλήττετο· καὶ ὑπνοῦντι τῷ υἱῷ ἐφιστάμενος ἐγύμνου τὰ στέρνα τούτου πολλάκις καὶ κατησπάζετο ὡς θείου πνεύματος οἰκητήρια, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε. τοῦ δὲ πατρὸς αὐτοῦ μαρτυρίῳ τελειωθέντος ἐσπάνιζε τῶν ἀναγκαίων ὁ ̓Ωριγένης. προσληφθεὶς δὲ παρά τινος γυναικὸς τῶν ἐπιφανεστάτων ἐν ̓Αλεξανδρείᾳ, ῃ καὶ πλοῦτος ην δαψιλής, καί τις ἀνὴρ ̓Αντιοχεὺς εἰς θετοῦ τάξιν υἱοῦ αὐτῇ εἰσπεποίητο Παῦλος τὸ ονομα, εις τις τῶν ἐν ̓Αλεξανδρείᾳ αἱρεσιωτῶν, ἐφ' ον πλήθους καθ' ἑκάστην ἀθροιζομένου, ἐδόκει γὰρ ἱκανὸς ἐν λόγοις, ἐξ ἀνάγκης συνὼν αὐτῷ ὁ ̓Ωριγένης οὐδέποτε αὐτῷ συνίστατο κατὰ τὴν εὐχήν, ὡς ἱστόρηται, βδελυττόμενος τὸν ανδρα ὡς μὴ ὀρθόδοξον. ὀκτωκαίδεκα δ' ἐτῶν γεγονὼς τοῦ ἐν ̓Αλεξανδρείᾳ κατηχητικοῦ προέστη διδασκαλείου, καὶ τοὺς τότε ἀθλοῦντας ἐπώτρυνε πρὸς τὴν αθλησιν, καὶ ἀπιοῦσι τὴν ἐπὶ θάνατον παρωμάρτει καὶ ἐπεθάρρυνεν, ὡς καὶ πολλάκις αὐτῷ τοὺς δήμους ἐπιμανῆναι· ους ἐκ θείας ἀρωγῆς διεδίδρασκεν. οὐ λόγῳ δὲ μόνῳ μέγας ην ὁ ἀνήρ, ἀλλὰ καὶ βίον διεβίω φιλόσοφον καὶ τῷ λόγῳ συνᾴδοντα. ουτε γὰρ δεύτερον εχειν χιτῶνα ἱστόρηται ουθ' ὑποδεῖσθαι τοὺς πόδας ἐπ' ετεσι πλείοσιν ουτ' οινῳ κεχρῆσθαι ουτε τροφὴν παρὰ