Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
διαγαγὼν αὐτοὺς, καταργήσει πάν- τως καὶ τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τῶν ἐν κόσμῳ πραγμάτων τὴν εἰκαίαν τε καὶ ἄμικτον τύρβην ἕωλον ἀποφανεῖ, ὡς κατὰ μηδένα τρόπον ἐναποπνιγῆναι φροντίσι κοσμικαῖς τὰς τῶν κεκλημέ- νων ψυχάς· ἀλλ' ἐπέκεινα μὲν διελάσει πειρασμοῦ παντὸς, σεσωσμένους δὲ καὶ λελυτρωμένους δοξολο- γεῖν αὐτὸν λέγοντας· "6Ἄσατε τῷ Κυρίῳ ᾆσμα και- νὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. Ἔσωσεν αὐ- τὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ."6 70.1125 ∆εξιὰ δὲ καὶ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ἕτερος ἂν εἴη τις παρά γε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. 9Ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξου- σιν εἰς Σιὼν μετ' εὐφροσύνης καὶ ἀγαλλιάμα- τος αἰωνίου. Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη κατα- λήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.9 ∆ιαπλάττει πάλιν τοῦ λόγου τὸ σχῆμα κατὰ τὴν τῶν ἤδη συμβεβηκότων αὐτοῖς δύναμιν. Πολυτρόπως γὰρ Θεῷ προσκρούοντες, καὶ ταῖς τῶν εἰδώλων λατρείαις καθάπερ τισὶ βόθροις ἐνολισθήσαντες, οὐ μετρίως κατεμιαίνοντο· παρωσάμενοι δὲ καὶ τὴν τοῦ πανσόφου Μωσέως ἐντολὴν, ἐτράποντο πρὸς διδασκα- λίαν καὶ ἐντάλματα ἀνθρώπων. Τούτων ἕνεκα πάν- των δέδονται κατὰ καιροὺς τοῖς Βαβυλωνίοις, καὶ ἦσαν αἰχμάλωτοι τὴν Περσῶν τε καὶ Μήδων νεμόμε- νοι χώραν. Ἀλλ' ἠλέηνται πάλιν. Κύρου γὰρ ἀνέντος αὐτοὺς κατὰ βούλησιν Θεοῦ, καὶ ἀποτρέχειν αὐτοῖς ἐφέντος, εἰς τὴν Ἰουδαίαν ἀνεκομίζοντο χαίροντες, καὶ ἀλαλάζοντες, καὶ τὰς εἰς Θεὸν ὑμνῳδίας οἷά τινα στέφανον ἔχοντες ἐπὶ κεφαλῆς. Οὐκοῦν ὡς ἀπό γε τῶν ἱστορικῶς γεγονότων, καὶ τὴν ἐπὶ ταῖς τε- λευταίαις κλήσεσι θυμηδίαν εὖ μάλα διαμορφοῖ. Ἐπιστραφήσονται γὰρ παρὰ Κυρίου, φησὶ, καὶ ἥξουσιν εἰς Σιὼν, τὴν νοητὴν δηλονότι, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν, εὐφραινόμενοί τε καὶ χαίροντες. Ἔσται γὰρ ἐπὶ κεφαλῆς αὐτῶν αἴνεσις καὶ εὐφρο- σύνη, καὶ ἀγαλλίαμα καταλήψεται αὐτούς. Στεφανοῖ γὰρ ὥσπερ τὰς τῶν πιστευόντων ψυχὰς, καὶ πάσης αὐτὰς ἐμπίμπλησι χαρᾶς, ἀγαλλιάσεώς τε καὶ εὐ- φροσύνης ὁ τῶν ὅλων Σωτὴρ, δοξολογούμενος παρ' αὐτῶν, καὶ χορδὴ καὶ λύρα γεγονὼς αὐτοῖς. Ὅπου δὲ ὅλως κλῆσις καλοῦσα πρὸς μετάγνωσιν, καὶ ἐπι- στροφὴν, καὶ εἰς ἀπόνιψιν ἁμαρτίας, τὴν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ, ὅπου Πνεύματος ἁγίου χορηγία τε καὶ χάρις, καὶ υἱοθεσίας τιμὴ, καὶ ἀτε- λευτήτων ἀπόλαυσις ἀγαθῶν, καὶ οὐρανῶν βασιλείας ἐλπὶς, ἐκεῖ που πάντως ἐστὶ καὶ τὸ κατευφραίνεσθαι δεῖν, ἀπέδρα δὲ καὶ ὀδύνη, λύπη, καὶ στεναγμός. Ποῖον γὰρ ἕξει τόπον ὀδύνη, καὶ ἐπὶ τίσιν ἂν γένοιτο στεναγμὸς, ἔνθα τοῦ στενάζειν καὶ ὀδυνᾶσθαι πρό- φασις μὲν οὐδεμία παντελῶς, κατακρατεῖ δὲ μᾶλλον ἐλπὶς, ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης, θυμηδίας τε τῆς ἀναποβλήτου καὶ χαρᾶς; 9Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε. Γνῶθι τί οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. Καὶ ἐπελάθου τὸν Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν, καὶ θεμελιώσαντα τὴν γῆν. Καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσ- ωπον τοῦ θλίβοντός σε. Ὃν τρόπον γὰρ ἐβου- λεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε, Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσε- ται, οὐδὲ χρονιεῖ.9 Τὸ, Ἐγώ εἰμι, φησὶν ἐν τούτοις, ἀντὶ τοῦ, ζῶ καὶ ὑπάρχω· καὶ γάρ ἐστιν αὐτὸς ὁ Ὤν. Ἀξίωμα δὲ 70.1128 τοῦτο θεοπρεπὲς καὶ ἐξαίσιον· ἔνεστι γὰρ μόνῃ τῇ πασῶν ἐπέκεινα φύσει τὸ εἶναί τε καὶ ζῇν, οὐ μεθεκτῶς παρ' ἑτέρου λαχούσῃ ταῦτα, οὔτε μὴν δοτὸν ἐχούσῃ τὸ χρῆμα, αὐτῆς δὲ μᾶλλον οὔσης τῆς ζωῆς. Οὐκοῦν, Εἰμὶ μὲν ἐγὼ, φησὶν, ὁ παρακαλῶν σε, τοῦτ' ἔστιν, ὁ πᾶσαν παράκλησιν πνευματικὴν δωρούμενος, καὶ ἀνέχων ταῖς ἐπικουρίαις εἰς τὸ ἐρηρεῖσθαι καλῶς, πρός γε τὸ δεῖν ἰέναι μετ' εὐ- τολμίας εὐθὺ πάσης ἀρετῆς. Ἢ τάχα που καὶ παράκλησιν ἐν τούτοις καὶ καθ' ἕτερον συνήσεις τρόπον. Ἐκάλει γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμά- των ὁ Σωτὴρ εἰς ἀπόνιψιν ἁμαρτίας τὴν διά γε, φημὶ, τῆς εἰς αὐτὸν πίστεως εἰς μέθεξιν ἁγίου Πνεύματος, καὶ καύχημα, καὶ δόξαν υἱοθεσίας. Ἀλλὰ σὺ, φησὶν, ὦ Ἰσραὴλ,