415
γράφοντος αὐτοῦ καὶ δεομένου παρὰ πάντα τὸν τοῦ πολέμου χρόνον περὶ εἰρήνης, οὐχ ὅτι γε οὐκ ἐπείθετο αὐτὸς ἢ τῶν λεγομένων ἤθελεν ἀκούειν, ἀλλὰ καὶ πάντα κάλων ἐκίνει καὶ τοὺς ἄλλους ἔπειθε μὴ κατατίθεσθαι τὸν πόλεμον. ἔπειτα ἔφασκεν, ὅτι, ταῦτα μὲν ὡς μὴ προσήκοντα τῷ χρόνῳ νῦν ἐῶμεν· οὐ γὰρ ὀνειδίζειν αὐτῷ τὴν ἀγνωμοσύνην προῃρημένος νῦν εἰπεῖν, ἀλλ' ἵν' εἰδεῖεν πάντες, ὡς καὶ πρὶν γενέ 3.22 σθαι, πάντων ἀκριβῶς κατεστοχάζετο τῶν ἐσομένων ἐκ τῆς τῶν πραγμάτων ἐμπειρίας. νυνὶ δὲ εἰ μὲν μὴ πρὶν αὐτὸν εἴσω γενέσθαι Βυζαντίου, ὑπὸ τῶν ἀρχιερέων τοῦ θρόνου καθῃρεῖτο, περὶ τοιούτων μὲν οὐδεὶς ἂν ἠνώχλει μὴ μένειν ἐπὶ τοῦ προσχήματος. ἀλλὰ περὶ δογμάτων τῆς διαστροφῆς, ἃ παρὰ τῶν ἀρχιερέων ἐγκαλοῖτο, ἔκρινεν ἂν καὶ κατεψηφίζετο, εἰ ταῖς κατηγορίαις ἁλισκόμενος ἐφαίνετο. εἰ δ' αὖ ἀπέφευγε τὴν δίκην, οὐδὲν ἂν ἐκώλυε πάλιν ἐπὶ τῶν θρόνων εἶναι. ἐπεὶ δὲ οὕτω συνηνέχθη, αὐτὸν μὲν μὴ δύνασθαι, τῶν ἀρχιερέων καταψηφισαμένων, αὖθις ἀνάγειν πρὸς τὸν θρόνον, ἔφεσιν δὲ διδόναι πρὸς αὐτὸν, ὡς, εἰ βούλοιτο, ποιησόμενον ἀπολογίαν ἐπ' αὐτοῦ τῶν κατηγορουμένων. ὁ δὲ τὸ τοῦ βασιλέως προσηνὲς καὶ τὴν εὐμένειαν τὴν πρὸς αὐτὸν ὁρῶν, μικροῦ μὲν ἐδόκει ὀνειρώττειν διὰ τὴν παρ' ἐλπίδας τῶν πραγμάτων ἔκβασιν. καινόν τινα γὰρ ὑπενόει θανάτου τρόπον ὑποστήσεσθαι καὶ πᾶσαν ἐρεσχελίαν καὶ ὕβρεως ὑπερβολὴν ὑπομενεῖν, τὴν ἀτοπίαν ἐνθυμούμενος τῶν εἰργασμένων πρὸς αὐτὸν ὑπὸ τὸν πόλεμον. ἔπειτα δὲ ἤδη χρηστοτέρων τῶν ἐλπίδων ἐπιβὰς καὶ ἀναπνεύσας ἐκ τῶν κατεχόντων φόβων, βασιλέως μὲν τῆς ἡμερότητος καὶ τῆς ἀμνηστίας τῶν κακῶν ὑπερηύχετο πολλὰ καὶ μεγάλας ὡμολόγει χάριτας τῆς συμπαθείας καὶ τῆς συγγνώμης, ἧς παρέσχετο. ᾐτεῖτο δὲ χρόνον πρὸς διάσκεψιν, εἰ βούλοιτο ἀντικαθίστασθαι τοῖς ἀρχιερεῦσι πρὸς τῶν κατηγορουμένων τὴν ἀπολογίαν, καὶ παρέ 3.23 σχετο ὁ βασιλεύς. τρίτῃ δὲ ἡμέρᾳ μετ' ἐκείνην πάλιν πρὸς αὐτὸν ἐλθὼν, λόγοις τε ἀνεκτᾶτο πολὺ τὸ ἐπαγωγὸν καὶ χάριεν κεκτημένοις, καὶ περὶ τῆς δίκης ἐπανήρετο, εἰ βούλοιτο πρὸς τὴν ἐξέτασιν χωρεῖν. ὁ δὲ αὖθίς τε ὑπερηύχετο πολλὰ καὶ τὴν δίκην ἔφασκεν αὐτῷ κατὰ γνώμην εἶναι· ἀπολύσεσθαι γὰρ τὰ ἐγκλήματα πρὸς ἐκείνην καταστάς. αὐτίκα τε ὁ βασιλεὺς τοῖς ἀρχιερεῦσιν ἐδήλου τὴν ἀξίωσιν τοῦ πατριάρχου, ἐπεψηφίζετό τε, ὡς δικαία εἴη ἡ ἀξίωσις. ἐδόκει δὴ καὶ τοῖς ἀρχιερεῦσι μάλιστα ἡ δίκη φίλη· ἰσχυρίζοντο γὰρ οὐδὲ αὐτοῖς κατὰ γνώμην εἶναι ἐξάγεσθαι τοῦ θρόνου τὸν πατριάρχην, εἰ μὴ ἐλέγχοιτο δόγμασι προσέχων διαστρόφοις καὶ πολὺ τῶν ὀρθοδόξων παραλλάττουσι. καὶ συνετίθεντο ἡμέραν, ἐν ᾗ πάντας ἐν βασιλείοις ἔδει γενομένους, τῶν δογμάτων τὴν ἐξέτασιν ποιεῖσθαι. ἐπεὶ δὲ ἡ προθεσμία ἥκει, παρῆσαν μὲν οἱ ἀρχιερεῖς καὶ τῶν μοναχῶν ὅσοι μάλιστα ἐν λόγῳ ἦσαν, καὶ τῶν συγκλητικῶν οἱ μάλιστα ἐπιφανεῖς. ἐκαλεῖτο δὲ ἐπὶ τὴν δίκην καὶ ὁ πατριάρχης· ὁ δὲ ἀνεβάλλετο μὴ ἥξειν φάσκων. δὶς δὲ καὶ τρὶς γενομένης τῆς μηνύσεως κατὰ τὸ ἔθος, ὁ μὲν ὁμοίως ἐν πάσαις ἀπείπατο τὴν δίκην, τοῖς δὲ ἀρχιερεῦσιν ἐδόκει τὴν ἐψηφισμένην καθαίρεσιν ἐπικυροῦν κατὰ τοὺς περὶ τούτων κειμένους τῶν πατέρων νόμους. βασιλεὺς δὲ οὐκ εἴα, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ παραγενόμενος, ἐπυνθάνετο πατριάρχου, εἰ μὴ βούλοιτο χωρεῖν πρὸς τὴν ἐξέτασιν τῶν κατηγορημένων. ἐπεὶ δὲ φανερῶς καὶ ἐπὶ τοῦ βασιλέως ἀπηγόρευε τὴν δίκην, τήν τε κα 3.24 θαίρεσιν ἐκείνου ἐγγράφως ἐποιοῦντο οἱ ἀρχιερεῖς πάντες ἐπιψηφισάμενοι ὁμοίως, καὶ τόμον περὶ τῶν δογμάτων ἐξετίθεντο, ἐν ᾧ πάντες συνωμολόγουν, ὡς Ἀκίνδυνος μὲν καὶ ἡ περὶ αὐτὸν φατρία, οἷς καὶ ὁ χρηματίσας πατριάρχης Ἰωάννης ὡμοφρόνει, διὸ καὶ καθῃρέθη τοῦ θρόνου, ἐκθέσμως καὶ κακῶς περὶ τὰ θεῖα δόγματα φρονοῦσι· Παλαμᾶς δὲ καὶ ὅσοι τῶν ὁμοίων ἔχονται, ἀκόλουθα τοῖς θεοσόφοις θεολόγοις καὶ λέγουσι καὶ φρονοῦσιν. οὕτω μὲν οὖν ὁ πατριάρχης Ἰωάννης ἐκβέβλητο τῶν θρόνων, καὶ πρὶν βασιλέα τὸν Καντακουζηνὸν ἥκειν εἰς Βυζάντιον. οὐ μὴν ἡσύχασε μετὰ τὴν ἐκβολὴν, ἀλλὰ τῶν τῆς ἐκκλησίας προσεταιρισάμενός τινας καὶ ἐκ τῶν ἀρχιερέων καὶ τῶν ἰδιωτῶν, αὖθις ἐθορύβει καὶ