415
τὴν ἀναγκαίαν προσίεσθαι, ὡς δὲ ὁ 3.109 Εὐσέβιος ἱστορεῖ οτι ερωτι σωφροσύνης καὶ ἀπέκοψε τὰ παιδογόνα μόρια αὐτὸς ἑαυτοῦ· αλλοι δέ φασι μὴ ἐκτεμεῖν αὐτὸν ταῦτα, πόαν δέ τινα τούτοις ἐπενεγκεῖν, ἐξ ης ναρκωθῆναι ταῦτα συνέβη τοσοῦτον ὡς καὶ νεκροῖς ἐοικέναι. ἀφίκετο δὲ καὶ εἰς ̔Ρώμην Ζεφυρίνου τῆς ἐν αὐτῇ ἐκκλησίας προϊσταμένου· ειτ' αυθις ἐπανῆλθεν εἰς ̓Αλεξάνδρειαν. ἐξηγεῖτο δὲ τὰ ̔Εβραϊκά, καὶ τὴν ̔Εβραΐδα διάλεκτον ἐκμαθὼν καὶ τὰς παρὰ τοῖς ̓Ιουδαίοις ουσας γραφὰς ̔Εβραϊκοῖς στοιχείοις κτησάμενός τε καὶ ἐπιών, καὶ τῶν ταύτας ἡρμηνευκότων συναγαγὼν τὰ συγγράμματα, τῶν ἑβδομήκοντα δύο δηλαδή, τοῦ τε ̓Ακύλα καὶ τοῦ Συμμάχου καὶ τοῦ Θεοδοτίωνος καὶ δύο αλλων ἀνωνύμων ἑρμηνέων, ἠγνόηνται γὰρ τὰ ἐκείνων ὀνόματα, ἐφιλοπόνησε τὰ τῶν ἑξαπλῶν λεγομένων συγγράμματα. ἐν δὲ τοῖς ψαλμοῖς καὶ ἑβδόμης μέμνηται ἑρμηνείας ὡς ἐν ̔Ιεριχοῖ εὑρημένης. ἰδιαίτατα δὲ τὴν ̓Ακύλα καὶ Συμμάχου καὶ Θεοδοτίωνος εκδοσιν μετά γε τῆς τῶν ἑβδομήκοντα καὶ δύο παρατιθείς, τὰ λεγόμενα τετραπλᾶ παραδέδωκε. ∆ημητρίου μέντοι, ον ανω παραδέδωκεν ὁ λόγος τῆς ἐν ̓Αλεξανδρείᾳ ἐκκλησίας προστῆναι, θανόντος, ̔Ηρακλᾶς τῆς ἐπισκοπῆς ἀξιοῦται, φοιτητὴς ̓Ωριγένους γενόμενος. τῆς δ' ἐν ̔Ιεροσολύμοις ἐκκλησίας προΐστατο Νάρκισσος, ἀνὴρ θαυματοποιός, ος ψευδῶς παρά τινων κατηγορηθείς, ἐραστὴς δὲ βίου ων ἀναχωρητικοῦ, διέδρα λαθὼν καὶ ἐν ἐρημίαις ηὐλίζετο ἀγνοούμενος. τοῦ δὲ ἀνακεχωρηκότος ἀντεισ3.110 άγεται ∆ῖος, μεθ' ον προχειρίζεται Γερμανίων, ειτα Γόρδιος· ἐφ' ου ἐπανελθὼν αυθις ὁ Νάρκισσος ὑπὸ τῶν πιστῶν ἐπὶ τὴν προστασίαν παρακαλεῖται. μὴ δυναμένου δὲ τοῦ Ναρκίσσου διὰ γῆρας βαθὺ λειτουργεῖν, ̓Αλέξανδρος διαπρέψας πρότερον τῇ διὰ Χριστὸν ὁμολογίᾳ, τότε δὲ ἐπισκοπῆς ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ ἠξιωμένος, ἐξ ἀποκαλύψεως προσελήφθη παρὰ τῶν ἐν ̔Ιεροσολύμοις πιστῶν αμα τῷ Ναρκίσσῳ διέπειν τὰ τῆς ἐκκλησίας. ἐν δὲ τῇ ̓Αντιοχέων ἐκκλησίᾳ Σαραπίωνος ἀναπαυσαμένου ̓Ασκληπιάδης τὴν ἐπισκοπὴν παρειλήφει· ου καὶ ὑπομνήματα σώζεσθαι φησὶν ὁ Εὐσέβιος. ̓Αλλὰ ταῦτα μὲν ουτως· ̓Αντωνῖνος δὲ ἐδόκει μὲν κοινωνὸν ποιεῖσθαι τῆς ἀρχῆς Γέταν τὸν ἀδελφόν, τῇ δ' ἀληθείᾳ μόναρχος ην. καὶ τοῖς μὲν πολεμίοις τῶν Βρεττανῶν αὐτίκα ἐσπείσατο τῆς τε χώρας αὐτοῖς καὶ τῶν φρουρίων ἐκστάς, τὸν δὲ επαρχον τὸν Παπιανὸν μετέστησε τῆς ἀρχῆς· ἑτέρους δ' ἀπέκτεινε καὶ τὸν τροφέα αὐτοῦ Ευοδον τὸν καὶ Κάστορα καὶ τὴν ἰδίαν γυναῖκα τὴν Πλαυτίλλαν καὶ τὸν αὐτῆς ἀδελφὸν τὸν Πλαύτιον καὶ ἐπὶ τούτοις τὸν οἰκεῖον ἀδελφόν. ἐπεβούλευε μὲν γὰρ αὐτῷ πρὸ μακροῦ, οὐκ ἠδύνατο δὲ κτεῖναι αὐτὸν φρουρούμενον ὑπὸ στρατιωτῶν καὶ αλλων συχνῶν. ειτα επεισε τὴν μητέρα μόνους σφᾶς ἐπὶ καταλλαγῇ μεταπέμψασθαι. καὶ ὁ Γέτας πιστεύσας εἰσῆλθε μετὰ τοῦ ̓Αντωνίνου εἰς τὸ δωμάτιον· καὶ ὀπίσω σφῶν ἑκατοντάρχαι πρὸς τοῦτο ἡτοιμασμένοι παρὰ τοῦ 3.111 ̓Αντωνίνου εἰσωθήσαντες ἑαυτοὺς ἐκεῖ τὸν Γέταν κατέκοψαν, τῷ τραχήλῳ τῆς μητρὸς προσφύντα καὶ τοῖς μαστοῖς καὶ τοῖς στήθεσιν, ωστε τοῦ αιματος αὐτοῦ ἀναπλησθῆναι αὐτήν, πληγῆναι δὲ καὶ τὴν χεῖρα. ἡ δ' ἐκ τοῦ φόβου οὐδὲ τοῦ τραύματος ῃσθετο. καὶ οὐδὲ πενθῆσαι αὐτῇ τὸν υἱὸν ἐξεγένετο ουτως οἰκτρῶς καὶ ἀώρως ἀπολωλότα, δύο γὰρ καὶ εικοσιν ἐτῶν ην καὶ ἐννέα μηνῶν, δεδοικυίᾳ μὴ καὶ αὐτὴ συναπόληται. ̔Ο ̓Αντωνῖνος δ' αὐτίκα καταλαβὼν τὸ στρατόπεδον "χαίρετε" ειπεν "ω ανδρες συστρατιῶται· καὶ γὰρ ηδη εξεστί μοι εὐεργετεῖν ὑμᾶς, ἐπεὶ εις ἐξ ὑμῶν εἰμι, μεθ' ὑμῶν δὲ καὶ δι' ὑμᾶς ζῆν ἐθέλω, ιν' ὑμῖν πολλὰ χαρίζωμαι. εἰ δὲ μή, ἀλλὰ μεθ' ὑμῶν γε θανεῖν ευχομαι." πρὸς δὲ τὴν σύγκλητον τῇ ὑστεραίᾳ πλεῖστα διαλεχθείς, τέλος ειπεν "ἀκούσατέ μου· ινα πᾶσα ἡ οἰκουμένη χαρῇ, πάντες οἱ φυγάδες κατελθέτωσαν." τῶν δὲ Καισαρείων καὶ τῶν μετὰ τοῦ Γέτα στρατιωτῶν ἐς δύο μυριάδας ἀπέκτεινε, καὶ ἐκ τῶν ἐπιφανῶν ἀνδρῶν παμπόλλους διέφθειρε, καὶ πολλῶν ἀγαθῶν ἀνδρῶν τὴν ̔Ρώμην ἐστέρησε. τὸ δὲ ξίφος δι' ου ὁ ἀδελφὸς αὐτοῦ ἀπεσφάγη ἀνάθημα ἐποιήσατο. ἐκ δὲ τῶν φόνων εἰς παιδιὰς μετιὼν καὶ ἐν ταύταις