416
ἠδικῆσθαι διετείνετο περὶ τὴν δίκην καὶ τῶν καθελόντων ἀρχιερέων κατεβόα. ὅθεν πάντες προσελθόντες βασιλεῖ πλὴν οἳ ἐκείνῳ συνείποντο τριῶν, ἠξίουν Βυζαντίου ἐκβληθῆναι, ὡς οὕτω παυσομένης τῆς κατὰ τὴν ἐκκλησίαν στάσεως καὶ ταραχῆς. ἐδόκει δὴ κἀκείνῳ τὴν στάσιν τοῦτο λύσειν, καὶ ἐπέμπετο εἰς ∆ιδυμότειχον. οὐ πολὺ δὲ ὕστερον τὴν τοσαύτην μεταβολὴν οὐκ ἐνεγκὼν, ἐκ γὰρ ἄκρας εὐτυχίας εἰς τοὐναντίον ἅπαν ἡ μεταβολὴ ἐκείνῳ περιέστη, πρῶτα μὲν ἐνόσησεν, ἔπειτα ἐξέστη καὶ τῶν φρενῶν, οὐ μὴν καθάπαξ, ἀλλ' ἐνιότε καὶ σωφρονῶν, αὖθις τοῦ καθεστηκότος ἐξεφέρετο. ἃ δὴ πυθόμενος ὁ βασιλεὺς, αὖθις αὐτὸν ἐκέλευεν εἰς Βυζάν 3.25 τιον ἐπανάγειν, ὥστ' ἐπιμελείας τυχεῖν παρὰ τῶν ἰατρῶν. ἐπανελθὼν δὲ οὐκ ἀντέσχεν ἐπιπλεῖστον, ἀλλ' ὑπὸ τῆς νόσου καὶ τῆς λύπης κατεργασθεὶς, ἐτελεύτησε μετὰ μικρόν. ταῦτα μὲν οὖν ὕστερον. τότε δὲ εὐθὺς μετὰ τὴν καθαίρεσιν ἐκείνου λόγος ἦν πολὺς περὶ τοῦ προστησομένου τῆς ἐκκλησίας. οἱ μὲν οὖν ἄλλοι πάντες εὐθὺς οὐδένα ᾤοντο δικαιότερον εἶναι Παλαμᾶ ἀνάγεσθαι ἐπὶ τῶν θρόνων, οὐ διὰ τὴν ἀρετὴν μόνον καὶ τὴν κατὰ τὸν βίον φιλοσοφίαν καὶ τὴν περὶ τὰ θεῖα δόγματα ἀκρίβειαν καὶ ἐμπειρίαν, ἀλλ' ὅτι καὶ φανερῶς εὐθὺς ἐξαρχῆς πρὸς τοὺς πεπολεμηκότας ἀντέστη βασιλεῖ, φάσκων ἀδίκως καὶ τῶν κοινῶν ἐπὶ φθορᾷ καὶ λύμῃ τὸν πόλεμον κεκινηκέναι, δι' ἃ καὶ δεσμωτήριον οἰκεῖν κατεκρίθη ἄχρι τέλους ἀπαρχῆς. τοῖς ἀρχιερεῦσι δὲ καὶ τοῖς ἄλλοις λογάσι τῶν μοναχῶν πολλὴ ἦν ἡ ἀμφισβήτησις περὶ τοῦ πράγματος. πολλοὶ γὰρ καὶ τῶν λογιωτέρων καὶ μάλιστα ἀξίων λόγου, κατὰ τὸν τοῦ πολέμου χρόνον ὑπὲρ βασιλέως, οἱ μὲν ἐν ταῖς οἰκίαις καθειρχθέντες, ἕτεροι δὲ ἐν δεσμωτηρίοις, καὶ ἄλλοι ἑτέροις τρόποις κακωθέντες, πάντες ἤλπιζον ἀμοιβὴν αὐτοῖς τῶν πόνων ἔσεσθαι τὸν θρόνον καὶ τῶν ἄλλων ἑαυτὸν ἕκαστος προὐτίθει. συνορῶν δὲ ὁ βασιλεὺς τὴν φιλονεικίαν καὶ στοχαζόμενος ἀναφυήσεσθαί τινα ἐν τῇ ἐκκλησίᾳ στάσιν ἐκ τῆς οὐ καλῆς ταύτης ἔριδος, ἐσκέψατο μηδὲν ποιεῖν παρ' ἑαυτοῦ, ἀλλὰ τοῖς ἀρχιερεῦσι τὴν αἵρεσιν τοῦ προστη 3.26 σομένου ἐπιτρέπειν. συμφωνήσαντες δὲ οἱ πλείους εἵλοντο Ἰσίδωρον, ἄνδρα ἀγαθὸν τοὺς τρόπους καὶ ἐπιεικῆ καὶ πρὸς ἁγιωσύνην μάλιστα ἔχοντα εὐφυῶς καὶ περὶ λόγους καὶ ἀκρίβειαν δογμάτων κάλλιστα ἐξησκημένον. καὶ ὁ βασιλεὺς αὐτίκα ἐπεψήφιζε τὴν ἐκλογήν· μετ' οὐ πολὺ δὲ καὶ ἐχειροτονεῖτο. οἱ μὲν οὖν ἄλλοι πάντες τὸ ὑπ' ἐκείνῳ ἔστεργον τετάχθαι· ὅσοι δὲ αὐτοῖς προεμνηστεύοντο τὸν θρόνον, ἐδυσχέραινον περιορώμενοι, καὶ τέλος εἰς τοσοῦτον ἐξήχθησαν ὑπὸ φιλαρχίας ἀτοπίας, ὥστε οὐκ ἔχοντες, ᾗ χρὴ ἀμύνεσθαι βασιλέα καὶ τοὺς περιιδόντας ἐπισκόπους, τῇ τῶν τὰ Ἀκινδύνου φρονούντων μερίδι ἐπέδωκαν ἑαυτοὺς καὶ ῥῆγμα μέγα κατεσκεύασαν τῇ ἐκκλησίᾳ, σφᾶς αὐτούς τε καὶ πλῆθος ἄλλο ἀποῤῥήξαντες, οἱ μικρῷ πρόσθεν Ἰωάννην τῶν αὐτῶν τούτων ἕνεκα τῶν θρόνων ἐκβαλόντες καὶ ἐν τοῖς μάλιστα δοκοῦντες εἶναι προστάται τῶν δογμάτων, μεταβαλόντες ἐξαίφνης διὰ τὸ ἠμελῆσθαι, καὶ ὧν κατηγόρουν γενόμενοι ἐκδικηταί. τὰ μὲν οὖν τοιαῦτα τῷ ἐξαρχῆς πολεμίῳ κοινῷ τοῦ τῶν ἀνθρώπων γένους ἄν τις προσλογίζοιτο δικαίως. ἔδει γὰρ ἐκείνους συνετούς τε ὄντας καὶ πολλοῦ ἀξίους λόγου, εἰ μή τι ἄλλο, ἀλλ' ἐκεῖνο πάντως ἐννοεῖν, ὡς, πολλῶν ὄντων τῶν δοκούντων ἀξιόχρεων πρὸς προστασίαν, ἕνα προβεβλῆσθαι ἦν ἀνάγκη, τοὺς λοιποὺς δὲ ἄγεσθαι. νυνὶ δ' ἐπιτρέψαντες ἑαυτοὺς καθάπαξ ἀκρισίᾳ δόξης κενῆς ἐπιθυμίᾳ, ἀδοξίᾳ τε μεγίστῃ καὶ ναυαγίῳ περὶ τὴν πίστιν σφᾶς τε αὐτοὺς καὶ ἄλλους οὐκ 3.27 ὀλίγους περιέβαλον. ταῦτα μὲν οὖν ὕστερον εἰρήσεται ὀλίγῳ βέλτιον, καθὼς ἐν τοῖς πράγμασι συνέβη. τότε δὲ ὁ βασιλεὺς τὴν διάστασιν ἰδὼν τῶν διατεμόντων ἑαυτοὺς τοῦ λοιποῦ σώματος τῆς ἐκκλησίας, ἤχθετο μὲν οὐκ ἀνεκτῶς καὶ ἐλυπεῖτο, οὐ μόνον τῆς διαφορᾶς ἕνεκα, ἣν διεφέροντο πρὸς τοὺς λοιποὺς περὶ τῶν ὀρθῶν τῆς πίστεως δογμάτων, ἀλλ' ὅτι καὶ τῶν φίλων ἦσαν καὶ τῶν ὑπὲρ αὐτοῦ πολλὰ ἀνασχομένων δυσχερῆ κατὰ τὸν τοῦ πολέμου χρόνον, οὓς ᾤετο εἶναι δεῖν πολλαῖς ἀμείβεσθαι