416
ἐφόνα. καὶ εἰς μὲν τοὺς στρατιώτας φιλοδωρότατος ην, τοὺς δὲ λοιποὺς ἀνθρώπους περιδύειν, ἀποσυλᾶν, ἐκτρύχειν ἐτίθετο σπούδασμα, καὶ οὐχ ηκιστα τοὺς συγκλητικούς. ουτω δὲ παρὰ πάντα τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον ἡ ὑπήκοος αὐτῷ γῆ ἐπορθήθη ωστε ποτὲ τῆς ̓Ιουλίας εἰπούσης οτι "οὐκέθ' ἡμῖν ουτε δίκαιος ουτ' αδικος πόρος ὑπολείπεται" ἀπεκρίνατο τὸ ξίφος ἠρκώς "θάρσει, μῆτερ· εως γὰρ αν τοῦτ' εχωμεν, οὐδὲν ἡμᾶς ἐπι3.112 λείψει." ην δ' ἐπὶ πᾶσι καὶ απιστος. καλέσας γὰρ τὸν τῆς ̓Οσροηνῆς βασιλέα Αυγαρον ηκειν παρ' αὐτὸν ὡς φίλον, ἐλθόντα εδησε καὶ ουτω τὴν ̓Οσροηνὴν ἐχειρώσατο. καὶ τὸν τῶν ̓Αρμενίων βασιλέα πρὸς τοὺς ἰδίους παῖδας διαφερόμενον γράμμασι φιλικοῖς ὡς εἰρηνεύσων αὐτοὺς μετεπέμψατο, τὰ δ' αὐτὰ τῷ Αὐγάρῳ καὶ εἰς ἐκείνους ἐποίησεν. ἀλλ' οὐχὶ καὶ τῶν ̓Αρμενίων ἐκράτησεν, εἰς οπλα δ' ἐχώρησαν· καὶ οὐδεὶς ετι ἐκείνῳ ἐπίστευεν. ἐν μέντοι ταῖς ἀνάγκαις καὶ ταῖς κατεπειγούσαις στρατείαις λιτὸς ην καὶ ἀπέριττος καὶ συνεβάδιζε τοῖς στρατιώταις καὶ συνέτρεχε, μὴ λουόμενος, μὴ μεταμφιεννύμενος, ἀλλὰ πᾶν εργον συνεργαζόμενος καὶ τὰ αὐτὰ ἐκείνοις σιτούμενος. καὶ τοὺς προέχοντας δὲ τῶν πολεμίων εἰς μονομαχίαν προεκαλεῖτο ἐνίοτε. τὰ μέντοι στρατηγικὰ οὐκ ευ ἐκείνῳ μετεχειρίζετο. πάντα δ' ην αὐτῷ κίβδηλα, καὶ αὐτὸ τὸ νόμισμα. ἐνόσει δὲ καὶ ἐμφανέσι καὶ ἀρρήτοις ἀρρωστήμασι, καὶ πολλάκις καὶ τὸν πατέρα αὐτοῦ καὶ τὸν ἀδελφὸν ξιφήρεις ἐδόκει ἐλαύνειν αὐτόν. διὸ λέγεται καὶ τὰς ψυχὰς ἐπῳδαῖς ἀναγαγεῖν τοῦ τε πατρὸς καὶ τοῦ Κομόδου καὶ αλλων, μόνον δὲ τὸν Κόμοδον αὐτῷ φάναι "στεῖχε δίκης ασσον," καὶ ἐπὶ τελευτῆς "κρυφίοισι τόποις εχων δυσαλθέα νοῦσον." ειχε δὲ καὶ ὠτακουστὰς καὶ διοπτεύοντας, καὶ πάντα αὐτῷ καὶ τὰ βραχύτατα ἀνηγγέλλετο. καὶ ἐπήγγελλε μὲν ὡς πρωιαίτερον δικάσων η αλλο τι δημόσιον πράξων, παρέτεινε δὲ καὶ ὑπὲρ τὴν μεσημβρίαν η καὶ εἰς ἑσπέραν αὐτήν, μηδὲ εἰς τὰ πρόθυρα εἰσδεχόμενος τοὺς συνειλεγμένους τῆς γερουσίας. ὁ δὲ καὶ ἐμιαιφόνει καὶ παρηνόμει καὶ τὰ χρήματα κατανήλισκεν, οὐδ' ἐπείθετο τῇ μητρὶ καὶ περὶ τούτων καὶ τῶν 3.113 αλλων παραινούσῃ πολλὰ καὶ χρηστά. εχαιρε δὲ καὶ μάγοις καὶ γόησι. κατὰ Πάρθων δὲ στρατεύσας, καὶ ἐν ̓Αντιοχείᾳ γενόμενος καὶ τρυφῶν καὶ ἀγῶνας μονομαχίας συνιστῶν, ὡς ἐν μεγάλοις πόνοις ἐγκινδυνεύων καὶ καρτερῶν ἀπωδύρετο, καὶ τὴν γερουσίαν ὡς ἐν ῥᾳστώνῃ ζῶσαν ὠνείδιζε, καὶ τέλος εγραψεν αὐτῇ ὡς "οιδα οτι οὐκ ἀρέσκει ὑμῖν τὰ ἐμά· ἀλλὰ διὰ τοῦτο καὶ οπλα καὶ στρατιώτας εχω, ινα μὴ τῶν λογοποιούντων ἐπιστρέφωμαι." Αυθις δὲ εἰς τοὺς Πάρθους στρατεύσας οτι ὁ ̓Αρτάβανος τὴν θυγατέρα ἑαυτοῦ αὐτῷ μνηστευσάμενος οὐ παρέσχε ταύτην αὐτῷ, ἠπίστατο γὰρ οτι πρόφασιν τὸν γάμον τοῦ τὴν Πάρθων σφετερίσασθαι βασιλείαν πεποίητο, πολλὰ μὲν τῆς χώρας αὐτῶν ἐκάκωσε καὶ τὰ Αρβηλα παρεστήσατο καὶ τὰ μνημεῖα τῶν βασιλέων τῶν Πάρθων ἀναρρήξας διέρριψε τὰ ὀστᾶ, πόλεμος δὲ αὐτῷ πρὸς τὸ εθνος οὐ συγκεκρότητο. ταλλα τε ουν παρηνόμει ἐν ταῖς στρατείαις καί τινα ἰδίαν ενδυσιν βαρβαρικῶς πως συγκόπτων καὶ συρράπτων ἐς μανδύα τρόπον προσεξεῦρε, καὶ συνεχῶς αὐτὸν ἐνεδύετο, οθεν καὶ Καράκαλλος ἐπεκλήθη. καὶ τοὺς στρατιώτας δὲ ουτως ἐστολίσθαι ἐκέλευεν. ἀνῃρέθη μέντοι ὑπὸ στρατιωτῶν. ὁ γὰρ Μακρῖνος ὁ επαρχος ἐκ μάντεώς τινος προειρημένον εχων αὐτῷ ὡς αὐταρχήσει, καὶ φοβηθεὶς μὴ διὰ τοῦτο ὑπὸ τοῦ ̓Αντωνίνου διαφθαρῇ, οὐκ ἀνεβάλετο, ἀλλὰ δύο τινὰς χιλιαρχοῦντας ἐν τῷ δορυφορικῷ παρασκευάσας ἐπεβούλευσεν αὐτῷ. καὶ ἐξ ̓Εδέσσης ἐς Κάρας ἀπιόντι καὶ ἀποβάντι τοῦ ιππου δι' ἀπόπατον προσῆλθέ τις στρατιώτης, τῶν χιλιάρχων ὑποπεμψάντων αὐτόν, ὡς εἰπεῖν τι δεόμενος, καὶ προσελθὼν ἐπάταξεν αὐτὸν ξιφιδίῳ μικρῷ. 3.114 Καὶ ὁ μὲν ουτως ἐβίω καὶ ουτως ἀπώλετο, ζήσας ετη ἐννέα καὶ εικοσιν, αὐταρχήσας δ' ἐκ τούτων ἐνιαυτοὺς εξ ἐπὶ δύο μησὶ καὶ ἡμέραις τισί. λέγεται δὲ ἐν ̓Αντιοχείᾳ τὸ τελευταῖον οντι αὐτῷ δόξαι κατ' οναρ τὸν πατέρα ξιφήρη ἐπιστῆναι λέγοντα ὡς "σὺ τὸν ἀδελφὸν εκτεινας, καὶ ἐγὼ σὲ κτενῶ." καὶ