417
εὐεργεσίαις καὶ εὖ ποιεῖν τὰ δυνατὰ, εἰ καὶ τῆς πρώτης ἀπετύγχανον ἀξίας. οἱ δὲ καθάπαξ ἀπαχθέντες τῇ μνησικακίᾳ, ὅτι μὴ τῶν πατριαρχικῶν ἠξίωντο θρόνων, οὐδὲν ᾤοντο ἕτερον ἔσεσθαι ἀντίῤῥοπον πρὸς τοὺς πόνους καὶ τὴν ὑπὲρ βασιλέως σπουδὴν, ἀλλὰ καθάπαξ ἑαυτοὺς βασιλέως καὶ τῆς ἀληθείας ἀποστήσαντες, ἐκεῖνόν τε ἔλεγον κακῶς καὶ τὴν ἀλήθειαν διέφθειρον, τῷ ψεύδει συνηγοροῦντες καὶ τοῖς Βαρλαὰμ καὶ Ἀκινδύνου διαστρόφοις δόγμασιν ἑπόμενοι κατ' ἴχνος. Ἰσίδωρος δὲ ὁ πατριάρχης ὀλίγῳ μετὰ τὴν χειροτονίαν ὕστερον καὶ τοὺς ἄλλους τῶν ἀρχιερέων ἔχων, ὅσοι παρῆσαν, ἡνίκα κατὰ τὰς ἀρχὰς τοῦ πολέμου μάλιστα Ἰωάννης ὁ πατριάρχης κατὰ βασιλέως τοῦ Καντακουζηνοῦ ἐξεφώνει τὸν ἀφορισμὸν παρὰ πάντα τοῦ δικαίου λόγον καὶ προσήκοντα, τοὺς αὐτοὺς δὴ καὶ οὗτος ἔχων, ἐπὶ τοῦ ἄμβωνος λεγομένου ἀναβὰς, ἵνα μᾶλλον διὰ πάντων διικνοῖτο ἡ φωνὴ, τὸν ἀφορισμὸν διέλυε πάντων ἀκουόντων, καίτοι καὶ Ἰωάν 3.28 νης αὐτὸς εὐθὺς μετὰ τὸ βασιλέα Βυζαντίου κεκρατηκέναι, ἐπεὶ πρὸς ἐκεῖνον παρεγένετο, ἔλυε καὶ αὐτὸς πολλῶν ἀκουόντων τὸν ἀφορισμόν· ἀλλ' ὅμως ἐδόκει καὶ αὖθις Ἰσιδώρῳ τὰ ἴσα πλείονος ἕνεκα ἀσφαλείας πράττειν. δʹ. Ὀρχάνης δὲ ὁ βασιλέως γαμβρὸς, ἐπεὶ ἐπύθετο βασιλέα κεκρατηκότα Βυζαντίου καὶ πᾶσαν ἤδη τὴν Ῥωμαίων ἡγεμονίαν ἔχοντα βεβαίως, πανοικησίᾳ ἦλθε πρὸς τοῦ Βυζαντίου τὴν περαίαν, ὃ Σκουτάριον ἐγχωρίως ὀνομάζεται, συνησθησόμενος ἐπὶ τῇ νίκῃ. καὶ ὁ βασιλεὺς αὐτίκα τριήρεσιν ἐπεραιοῦτο πρὸς αὐτόν· καὶ ἐφ' ἡμέραις οὐκ ὀλίγαις συνήδοντο ἀλλήλοις, θήραις σχολάζοντες καὶ πότοις καὶ φιλοτησίαις. συνήσθιον δὲ βασιλεὺς μὲν καὶ Ὀρχάνης ὁ γαμβρὸς ἐπὶ τραπέζης τῆς αὐτῆς, οἱ υἱοὶ δὲ τέτταρες ὄντες, ἐξ ἑτέρων γυναικῶν αὐτῷ γεγενημένοι, ἐφ' ἑτέρας οὐ μακρὰν τῆς βασιλέως· τῶν ἐπιφανῶν δὲ Περσῶν οἱ ἄλλοι καὶ Ῥωμαίων ἐπὶ ταπήτων ἦσαν ἀνακεκλιμένοι πρὸς τὸ ἐσθίειν, ὅσον ὁρᾶσθαι ὑπὸ βασιλέως. ἐπεὶ δὲ ἐφ' ἱκανὸν συνήσθησαν ἀλλήλοις, Ὀρχάνης μὲν ἔμεινεν ἐπὶ τοῦ στρατοπέδου, βασιλεὺς δὲ μετὰ τῆς θυγατρὸς Θεοδώρας τῆς Ὀρχάνη γυναικὸς, ἑπομένων καὶ τῶν Ὀρχάνη παίδων καὶ τῶν ἄλλων τῶν ἐκ τῆς οἰκίας, εἰς Βυζάντιον ἀνέστρεφεν. ἣ συγγενομένη βασιλίδι τῇ μητρὶ καὶ ταῖς ἀδελφαῖς ἐπὶ τρισὶν ἡμέραις, ἔπειτα ἀνέστρεφεν εἰς τὴν Βιθυνίαν μετὰ τῶν υἱῶν Ὀρχάνη καὶ τῶν ἄλλων τῶν ἐφεπομένων, εὐεργετηθέντων φιλοτίμως παρὰ βασιλέως τοῦ πατρός. 3.29 τρίτῃ δὲ ἐπὶ δέκα Μαΐου ἱσταμένου ἦρος τοῦ αὐτοῦ ἐν τῷ τῆς θεομήτορος τεμένει τῶν Βλαχερνῶν βασιλεὺς ὁ Καντακουζηνὸς ὑπὸ Ἰσιδώρου τοῦ πατριάρχου ἐστέφθη αὖθις, Ἄννης τε τῆς βασιλίδος παρούσης καὶ βασιλέως Ἰωάννου τοῦ γαμβροῦ· καὶ πάντα ἐτελεῖτο τὰ νενομισμένα ἐν τῇ ἑορτῇ, οὐδενὸς παραλειφθέντος· ἔπειτα καὶ αὐτὸς Εἰρήνην ἔστεφε τὴν βασιλίδα κατὰ τὸ ἔθος. καὶ εἰς τὰ βασίλεια ἐπανελθόντες πότους καὶ φιλοτησίας καὶ τὰ ἄλλα πάντα ἐξεπλήρουν, ὅσα φαιδρύνειν οἶδε τὴν ἑορτήν. καίτοιγε αὐτὸς ἐν Ἀδριανουπόλει ὑπὸ Λαζάρου τοῦ τῶν Ἱεροσολύμων πατριάρχου πρότερον ἐστέφθη καὶ ἀπέχρησεν ἂν ἡ τοῦ ἁγίου μύρου χρίσις ἐκείνη παρ' εὖ φρονοῦσιν· ἵνα δὲ μηδεμία εἴη πρόφασις τοῖς ὑβρισταῖς, ὡς ἄρα μὴ ἐν Βυζαντίῳ κατὰ τὸ ἀρχαῖον τῶν βασιλέων ἔθος ἔστεπτο, καὶ τὸ δεύτερον αὖθις ἐτελεῖτο. ὀγδόῃ δὲ ἡμέρᾳ ἀπ' ἐκείνης κατὰ τὴν Κωνσταντίνου καὶ Ἑλένης μνήμην τῶν μεγάλων βασιλέων καὶ οἱ τοῦ νέου βασιλέως ἐτελοῦντο γάμοι ἐν τῷ αὐτῷ τεμένει τῆς θεομήτορος τῶν Βλαχερνῶν. ὁ γὰρ τῆς τοῦ θεοῦ Σοφίας, κάλλει τε καὶ μεγέθει τοὺς ἁπανταχοῦ νικῶν καὶ ὥσπερ τι κοινὸν ἄγαλμα τῆς Ῥωμαίων ἡγεμονίας ὢν καὶ δεῖγμα τῆς μεγαλουργίας καὶ τῆς περὶ τὰ καλὰ φιλοτιμίας, ἔτει ἑνὶ πρότερον ἢ Καντακουζηνὸν τὸν βασιλέα τὸ Βυζάντιον ἑλεῖν, σεισμῶν ἐξαισίων γενομένων, κατηνέχθη, οὐ καθάπαξ, ἀλλ' ἥ τε πρὸς τῷ βήματι 3.30 μεγάλη στοὰ καὶ τῆς ὀροφῆς οὐκ ὀλίγον, ὑπὲρ δύο μοίρας ἀπολειφθείσης. διὸ καὶ αἱ τῶν βασιλέων τελεταὶ ἐν Βλαχέρναις ἐτελοῦντο, ἐκεῖσε πρότερον εἰωθός. τὴν μὲν οὖν μεγάλην στοὰν μετὰ τοῦ βήματος ἡ βασιλὶς ἀνήγειρεν αὖθις Ἄννα, Φακεωλάτον ἐπιστήσασα τῷ ἔργῳ· τὸ