417
μάντεις δὲ ειπον αὐτῷ τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαι, καὶ αλλα δέ φασι τοῦ ὀλέθρου αὐτῷ συμβῆναι τεκμήρια. Τοῦ δ' ̓Αντωνίνου διαφθαρέντος, ον καὶ Καράκαλλον ἐκάλουν, ὡς ειρηται, ἀλλὰ μέντοι καὶ Τάραντα ἐκ μονομάχου τινὸς εἰδεχθεστάτου καὶ μιαιφονωτάτου, ὁ Μακρῖνος μετὰ τετάρτην ἡμέραν τὴν ἡγεμονίαν εἰλήφει παρὰ τῆς στρατιᾶς, τὸ μὲν γένος Μαῦρος τυγχάνων ἐκ Σικελίας καὶ γονέων ἀσημοτάτων, οθεν κατὰ τὸ τῶν Μαύρων εθος τῶν ωτων τὸ ετερον διετέτρητο, ἐπιεικὴς δὲ καὶ τῶν νόμων φύλαξ πιστότατος. ος καὶ επαρχος γεγονὼς αριστα τὰ τῆς ἀρχῆς διῳκήσατο, αὐταρχήσας δὲ οὐ πάντα καλῶς επραξεν. ἀναξίους γὰρ ἐφίστα ταῖς ἀρχαῖς, ο τὸ μέγιστόν ἐστι μέρος τῆς βασιλικῆς διοικήσεως, καὶ τρυφερωτέρᾳ ἐχρήσατο βιοτῇ, ἀλλὰ μέντοι καὶ σοβαρότητι. ̓Ιουλία δὲ ἡ μήτηρ τοῦ ̓Αντωνίνου ἐν ̓Αντιοχείᾳ διάγουσα καὶ τὸν θάνατον τοῦ υἱοῦ μαθοῦσα ἑαυτὴν διαχρήσασθαι ωρμησεν, οὐ διὰ τὸν υἱόν, ἀλλὰ δεδοικυῖα περὶ ἑαυτῇ μὴ ἰδιωτεύσῃ. ἐπεὶ δὲ οὐδὲν ἠλλοίωτο τῶν περὶ αὐτήν, ἀλλὰ καὶ τὴν θεραπείαν καὶ τοὺς δορυφόρους ειχεν, ἐφιλοψύχησεν. ειτα τοῦ Μακρίνου λοιδορεῖσθαι παρ' ἐκείνης ἀκούσαντος καὶ 3.115 τῇ αὐταρχίᾳ αἰσθομένου ἐπιχειρούσης, ἐκελεύσθη ἐκλελοιπέναι τὴν ̓Αντιόχειαν καὶ οπῃ βούλοιτο ἀπελθεῖν. ἡ δὲ τότε διέφθειρεν ἑαυτήν. Τοῦ δ' ̓Αρταβάνου δυνάμεσι μεγάλαις φερομένου κατὰ ̔Ρωμαίων, συμβαλὼν αὐτῷ περὶ τὴν Νίσιβιν ὁ Μακρῖνος δὶς ἡττήθη καὶ ἠναγκάσθη πολλῶν χρημάτων τὴν εἰρήνην ἐκπρίασθαι. ὁ μὲν ουν πρὸς ̓Αρτάβανον κατηύναστο πόλεμος, ἀνερράγη δὲ τοῖς ̔Ρωμαίοις ἐμφύλιος ετερος. Εὐτυχιανὸς γάρ τις τῶν Καισαρείων, τὴν τῶν στρατιωτῶν εἰς τὸν Μακρῖνον ἀπέχθειαν συνιδὼν οτι μὴ απλετα ὡς ὁ ̓Αντωνῖνος αὐτοῖς ἐχαρίζετο, καὶ ὑπὸ μαντείων ἀναπεισθείς, ἐπαναστάσει κατὰ τοῦ Μακρίνου ἐπικεχείρηκε. Μαίσης ουν τῆς ὁμαίμονος τῆς ̓Ιουλίας τῆς βασιλίδος θυγατέρας ἐχούσης δύο, Σοαιμίδα καὶ Μαμαίαν, καὶ δύο ἐγγόνους αρσενας ἐξ αὐτῶν, τὸν ενα τούτων λαβὼν ὁ Εὐτυχιανός, καὶ υἱὸν ειναι μοιχίδιον τοῦ Καρακάλλου πλασάμενος, εἰς τὸ στρατόπεδον ὑπὸ νύκτα εἰσήγαγε, καὶ τοὺς στρατιώτας λαβὴν ζητοῦντας ἐπαναστάσεως νεωτερίσαι ἀνέπεισεν. οι καὶ ̓Αντωνῖνον αὐτὸν ὀνομάσαντες αὐτοκράτορα αὐτίκα ἀνεῖπον, καίτοι παιδίον τυγχάνοντα. καὶ τοῦτον παραλαβόντες ἐπὶ τὸν Μακρῖνον ηλασαν ἐν ̓Αντιοχείᾳ διάγοντα· καὶ συμβαλόντες αὐτῷ εν τινι χωρίῳ πολὺ τῆς ̓Αντιοχείας διέχοντι, ἡττήθησαν μέν· ειτ' αυθις ἐπισυστάντας αὐτοὺς ὁ Μακρῖνος ἰδὼν εἰς φυγὴν ἐτράπη, καὶ ἀπῄει εἰς ̓Αντιόχειαν ὡς δῆθεν νενικηκώς, ινα μὴ ἀποκλεισθείη τῆς πόλεως. τὸν δὲ υἱὸν πρὸς τὸν ̓Αρτάβανον επεμψεν. ἀγγελθείσης δὲ τῆς ηττης αὐτοῦ, καὶ φόνων γινομένων πολλῶν, ἀπέδρα νυκτός, τὴν κεφαλὴν ξυράμενος καὶ τὸ γένειον, καὶ φαιὰν ἐσθῆτα λαβών, ὡς αν μὴ ἐπιγινώσκοιτο· καὶ μετ' 3.116 ὀλίγων εἰς Αἰγὰς τῆς Κιλικίας παραγενόμενος, καὶ διὰ Καππαδοκίας Γαλατίας τε καὶ Βιθυνίας ἐλθὼν μέχρις ̓Εριβώλου τοῦ ἐπινείου κατ' ἀντικρὺ κειμένου Νικομηδείας, διέπλευσεν εἰς Χαλκηδόνα. καὶ πρός τινα στείλας τῶν ἐπιτρόπων ἀργύριον ῃτησεν. οθεν γνωσθεὶς συνελήφθη παρὰ τῶν τὰ Ψευδαντωνίνου φρονούντων, καὶ ηχθη μέχρι Καππαδοκίας. ενθα μαθὼν ὡς ὁ υἱὸς αὐτοῦ ἑαλώκει, ἐκ τοῦ ὀχήματος ἑαυτὸν ερριψε καὶ τὸν ωμον συντέτριπτο. μετ' οὐ πολὺ δὲ καὶ ἐσφάγη, ζήσας μὲν ετη τέσσαρα καὶ πεντήκοντα, αὐταρχήσας δὲ ̔Ρωμαίων ενα ἐνιαυτὸν καὶ μῆνας δύο τριῶν δέοντας ἡμερῶν, καὶ καταλυθεὶς ὑπὸ παιδαρίου. λέγεται δὲ τοῦτο τὸ επος ἐν τῷ χρησμῷ ῥηθῆναι αὐτῷ ω γέρον, η μάλα δή σε νέοι τείρουσι μαχηταί, σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει. Αβιτος δὲ ὁ Ψευδαντωνῖνος η ̓Ασσύριός τε καὶ Σαρδανάπαλος ἐς τὴν ̔Ρώμην ἐλθὼν εν τι χρηστοῦ αὐτοκράτορος εργον ἐποίησε. πολλὰ γὰρ καὶ ἰδίᾳ καὶ κοινῇ λόγῳ τε καὶ εργῳ ὑβρισθεὶς παρὰ τῶν ἐν τῇ ̔Ρώμῃ, τοῦ Μακρίνου περὶ αὐτοῦ αὐτοῖς ἐπιστείλαντος, οὐδένα ἐκόλασεν. ἐς ταλλα δὲ καὶ αἰσχρότατος καὶ παρανομώτατος καὶ μιαιφονώτατος ην. ὁ μὲν ουν Εὐτυχιανὸς τῶν τε δορυφόρων ηρξε καὶ μετὰ