Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
Θεὸς, τοῦ- τον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν."6 Ἀλλ' οἱ πάλαι, φησὶν, ἀρνούμενοι καὶ δυσσεβείας εἰς τοῦτο κατ- ολισθήσαντες, λαβόντες ἐν γλώσσῃ τοὺς ἐμοὺς λόγους, 70.1133 καὶ ὑπὸ τὴν σκέπην τῆς ἐμῆς γενόμενοι χειρὸς δεξιᾶς, ἐπιγνώσονται τὸν Λυτρωτὴν, ὁμολογήσουσι λέγοντες πρὸς αὐτόν· Θεός μου εἶ σύ. Χρῆμα τοιγαρ- οῦν σωτήριον ἡ πίστις, καὶ ὁδὸς εἰς ζωὴν ἀποφέρουσα τὴν ἀμήρυτον, τῆς εἰς Χριστὸν ὁμολογίας ἡ δύναμις. 9Ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι, Ἱερουσαλὴμ, ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες, καὶ ἐξεκένωσας, καὶ οὐκ ἦν ὁ παρακα- λῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες· καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας.9 Ὡς πεσούσῃ καὶ ἔτι κειμένῃ τῇ Ἰουδαίων Συν- αγωγῇ προσδιαλέγεται, καὶ ἀναστῆναι κελεύει, μο- νονουχὶ χεῖρα διδοὺς, καὶ κατοικτείρων ὡς Θεός. Καὶ οὐ δήπου φαμὲν σωματικὴν εἶναι τὴν ἔγερσιν, ὅτι μηδὲ τοιαύτην νοεῖσθαι προσήκει τὴν πτῶσιν, νοητὴν δὲ μᾶλλον, ὡς ἐν ἀπιστίᾳ τετελεσμένην. Οὐκοῦν ἐν πίστει τὸ τῆς ἐν τούτοις ἀναστάσεως ἀγαθόν. Πε- πτώκασι γὰρ ὁμολογουμένως εἰς ὄλεθρον, οὐ προσ- ηκάμενοι μὲν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, προσεσχηκότες δὲ μᾶλλον διδασκαλίαις τε καὶ ἐντάλ- μασιν ἀνθρώπων, καίτοι Θεοῦ λέγοντος ἐναργῶς διὰ φωνῆς Ἡσαΐου· "6Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράττουσιν."6 Ἀειλογοῦντες γὰρ παρ' αὐτοῖς τὸν διὰ Μωσέως νόμον, οἱ καθηγεῖσθαι λαχόντες, καὶ συχνῶς ἐκεῖνο βοῶντες· Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν, ἀπεκόμι- ζον τῶν ὑπὸ χεῖρα τὸν νοῦν τῆς εἰς Χριστὸν ἀγά- πης, καὶ τῆς αὐτοῦ χάριτος ἀλογεῖν ἀναπείθοντες, πεπλανήκασιν αὐτοὺς, καὶ τὴν τρίβον τῶν ποδῶν αὐτῶν συνέχεον, ὀρθοποδεῖν οὐκ ἐῶντες, ἤγουν δι' εὐθείας ἔρχεσθαι τρίβου πρὸς τὴν ἐν πίστει δικαίω- σιν, καίτοι τοῦ νόμου τελειοῦντος οὐδέν. Οὐκοῦν, Ἐξεγείρου, φησί· τοῦτό ἐστιν ἐναργῶς τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς, "6Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός."6 Καὶ μὴν κἀκεῖνο πρὸς τούτῳ· ∆ιὸ τὰς παρειμένας χεῖ- ρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν. Ὅτι δὲ πρέπουσαν καὶ ἰσοπαλῆ ταῖς αὐτῶν δυσσεβείαις ἐκ- τετίκασι δίκην ἐμπαροινήσαντες Χριστῷ, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον ἐπ' αὐτοῖς, θανάτῳ περιβαλεῖν τολμήσαντες, διαδείκνυσι λέγων· Ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέχεας, καὶ ἐξεκένωσας. Καὶ κόνδυ μέν φησι τὸ κρῖμα· τὸ δὲ, Ἐξεκένωσας, ἐν τούτοις οὐχὶ τὸ, Ἐξέχεας, κατασημαίνειεν ἂν, ἐκεῖνο δὲ μᾶλλον, ὡς Ἅπαν ἐκπέ- πωκας, τοῦτ' ἔστι, πλήρη τὸν θυμὸν εἰσεδέξω τὸν παρὰ Κυρίου, καὶ ἰσόῤῥοπον τοῖς παρανομήμασιν ὑπομεμένηκας τὴν ὀργήν. Κακοὶ γὰρ κακῶς ἀπολώ- λασι, τοῦτο μὲν πεπορθημένης αὐτῶν ἁπάσης τῆς χώρας, ὁμοῦ δὲ τοῖς Ἱεροσολύμοις καὶ αὐτοῦ δὲ κατεμπρησθέντος τοῦ περιβοήτου ναοῦ, καὶ προσέτι τῆς εἰς Θεὸν ἐλπίδος ἀπολισθήσαντες, καὶ τῆς τῶν ἁγίων ἀγέλης ἐξεωσμένοι. Τούτων δὲ ἁπάντων συμ- 70.1136 βεβηκότων σοι, φησὶ, καὶ οἷον μεμεθυσμένης πληρε- στάτῳ θυμῷ, οὐδεὶς παρέστη τῶν σῶν τέκνων· οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐκ ἦν ὁ παρακα- λῶν. Πλεῖστοι μὲν γὰρ ἦσαν παρ' αὐτοῖς Λευῖται καὶ ἱερεῖς, Γραμματεῖς τε καὶ Φαρισαῖοι, ταῖς παρὰ πάντων ἐντρυφῶντες τιμαῖς, ὑψοῦ τε ἠρμένοι διά τε τὸ προὔχειν καὶ προεστάναι τῶν ἄλλων· ἀλλ' οὐδεὶς ἐκ πάντων ἀπεσόβησε τῆς Ἰουδαίας τὴν συμφορὰν τὴν ἐκ θείας ὀργῆς ἐπενηνεγμένην αὐτῇ. Οὐδεὶς ἦν τοσοῦτος, ὃς ἀφορήτοις ἐνειλημμένῃ κακοῖς κἂν γοῦν μετρίαν παράκλησιν προσεπενεγκεῖν δυνάμενος. Οὐκοῦν ἠδίκησαν μὲν ἀπάγοντες αὐτοὺς τῆς εἰς Θεὸν ἀγάπης, καὶ ἀπαράδεκτον ποιεῖσθαι τὴν εἰς αὐτὸν ἀναπείθοντες πίστιν· ὤνησαν δὲ παντελῶς οὐδὲν, τοῖς τῆς ἀπωλείας βόθροις ἐνολισθήσαντες. 9∆ύο ταῦτα