418
ἐπέκεινα δὲ μετὰ τῆς ὀροφῆς βασιλεὺς ὕστερον ἀνέστησεν ὁ Καντακουζηνὸς καὶ τῆς ἄλλης ἐπεμελήθη τοῦ τεμένους εὐκοσμίας, ὅση τε ἐν μαρμάροις καὶ λεπτῆς ψηφίδος διαθέσει. εἴ τι δὲ ἐνέδει πρὸς τελείωσιν, Παλαιολόγος ὕστερον ἐπέθηκεν ὁ νέος βασιλεὺς μόνος ἤδη τῆς Ῥωμαίων ἡγεμονίας ἔχων τὴν ἀρχήν. διηκόνει δὲ ἑκατέροις τοῖς βασιλεῦσι πρὸς τὴν καλὴν φιλοτιμίαν ταύτην Ἀστρᾶς ὁ μέγας στρατοπεδάρχης, τά τε ἄλλα λόγου ἄξιος πολλοῦ καὶ περὶ οἰκοδομίας ἔχων εὐφυῶς, καὶ ἐκ τῶν ὑπηκόων βασιλεῖ Λατίνων τις Ἰωάννης Περάλτα προσαγορευόμενος. ταῦτα μὲν οὖν ὕστερον. τότε δὲ ἐπεὶ τὸ μέγα τῆς οἰκουμένης θαῦμα ὁ περιβόητος οὑτοσὶ ναὸς πτῶμα δακρύων φιλοκάλοις ἄξιον ἦν ψυχαῖς, ἐν τῷ τῶν Βλαχερνῶν τῆς θεομήτορος ναῷ ὑπὸ Ἰσιδώρου πατριάρχου Ἑλένῃ τῇ βασιλέως θυγατρὶ ὁ βασιλεὺς Ἰωάννης συνεζεύγνυτο. ἔστεφε δὲ κατὰ τὸ ἔθος τὴν γυναῖκα καὶ αὐτὸς, πρότερον ἐστεμμένος ὑπὸ πατριάρχου ὢν τοῦ Ἰωάννου. καὶ εὐωχίαι ἦσαν καὶ κρότοι, καὶ δημόσιοι ἤγοντο ἑορταὶ, ᾗ προσῆκε τοῖς βασιλέων γάμοις. ἐπεὶ δὲ τὰ οἴκοι καλῶς διῴκητο τῷ βασιλεῖ, ἐτρέπετο ἐπὶ τοὺς ἔξω πολεμίους. καὶ πρεσβείαν πρὸς Κράλην πέμψας, πολλὰς μὲν ὡμολόγει χάριτας αὐτῷ τῆς εἰς αὐτὸν 3.31 φιλοτιμίας καὶ σπουδῆς, ἣν πρὸς παρόντα ἐνεδείξατο, καθ' ὃν ὑπὸ τῶν ὁμοφύλων ἐπολεμεῖτο χρόνον, καὶ δικαίως εἶναι ἀμείβεσθαι τοῖς ἴσοις καιροῦ καλοῦντος, μὴ παραλυομένων μέντοι τῶν ὅρκων καὶ τῶν σπονδῶν τῶν πρὸς ἀλλήλους. εἰ γὰρ ἐκεῖνα παραβαίνοιντο ὑφ' ὁτουοῦν, οὐ δίκαιον εἶναι ἀμυνόμενον τὸν ἕτερον αἰτίας ἀξιοῦν· κωλύει γὰρ οὐδεὶς ἀμύνεσθαι νόμος τὸν πάσχοντα κακῶς. ἠξίου τε αὐτῷ ἀποδοθῆναι τὰς πόλεις, ἃς μετὰ τὸ πρὸς αὐτὸν τὰς σπονδὰς καὶ τοὺς ὅρκους θέσθαι τῆς Ῥωμαίων παρείλετο ἀρχῆς· οὕτω γὰρ ἐγγεγραμμένον τοῖς ὅρκοις εἶναι. μὴ μόνον γὰρ Φεράς τε καὶ τὰς ἄλλας τῆς Μακεδονίας πόλεις καὶ τὰ φρούρια πλὴν Θεσσαλονίκης εἷλεν, ἀλλὰ καὶ Βεῤῥοιωτῶν τοὺς δυνατωτάτους χρήμασι καὶ μεγάλαις ἐπαγγελίαις διαφθείρας, τὸν βασιλέως ἔπεισεν υἱὸν ἐξελάσαι τὸν Μανουὴλ, κἀκείνῳ τὴν πόλιν παραδοῦναι· ἃ οὐκ ἐπ' ὀλίγον ἠνία βασιλέα. ὁ μὲν οὖν υἱὸς ἐν Θετταλίᾳ διέτριβε παρὰ τὸν θεῖον Ἄγγελον τὸν Ἰωάννην. Κράλης δὲ ἐπεὶ ἐδέξατο τὴν πρεσβείαν, δίκαιον μὲν ἀντιτιθέναι τοῖς λόγοις ἠδύνατο οὐδὲν, ἀλλὰ συνωμολόγει τοὺς ὅρκους οὕτω γεγενῆσθαι, ἀποδιδόναι δὲ τὰς πόλεις οὐκ ἠβούλετο, ἀλλὰ πρὸς σκήψεις ἐχώρει καὶ προφάσεις ἐχούσας ὑγιὲς οὐδέν. βασιλεὺς δὲ καὶ αὖθις δευτέραν ἐποιήσατο πρεσβείαν καὶ πάλιν ἠξίου τῶν πόλεων αὐτῷ παραχωρεῖν κατὰ τοὺς ὅρκους. εἰ δὲ μὴ βούλοιτο, ἠπείλει πολεμήσειν· ἠξίου 3.32 τε μὴ αὐτῷ προσλογίζεσθαι τοὺς ἐσομένους φόνους καὶ τοὺς ἀνδραποδισμούς. τῆς γὰρ Ῥωμαϊκῆς δυνάμεως διεφθαρμένης ὑπὸ τοῦ συγγενικοῦ πολέμου, ἀναγκαίως χρήσεσθαι βαρβάροις κατὰ συμμαχίαν. ἃ ἐκέλευε σκεψάμενον τὰ δέοντα ποιεῖν. ὡς δὲ καὶ μετ' ἐκείνην τὴν πρεσβείαν οὐδὲν ὁ Κράλης ἐποίει τῶν δεόντων, ἀλλὰ καὶ τὰς ὑπολοίπους ἐπολιόρκει πόλεις, πέμψας πρὸς Ὀρχάνην τὸν γαμβρὸν ὁ βασιλεὺς, μετεκαλεῖτο στρατιάν. καὶ παρῆσαν ὑπὲρ μυρίους τῶν βαρβάρων, ὧν Σουλιμὰν μετὰ τῶν ἀδελφῶν, οἱ τοῦ Ὀρχάνη παῖδες, ἐστρατήγουν. πέμπει δὴ μετὰ τούτων καὶ Ματθαῖον τὸν υἱὸν ὁ βασιλεὺς τῆς Ῥωμαίων στρατιᾶς ἡγούμενον, καὶ ἐκέλευε τοὺς ὅρους τῆς Ῥωμαίων ἡγεμονίας διελθόντας ἀβλαβῶς, οὕτω πορθεῖν τοὺς Τριβαλούς. οἱ βάρβαροι δὲ ὡς μόνον ἐπέβησαν Μυγδονίας, τὸ περὶ Χριστούπολιν τείχισμα διαβάντες, πυθόμενοι, ὡς ὑπὸ Κράλην αἱ πόλεις ἐκεῖναι ἄγοιντο, εὐθὺς ἐτράποντο ἐπὶ λεηλασίαν, ὀλίγα φροντίσαντες τῶν στρατηγῶν, καὶ τὰς κώμας πάσας ἐξεπόρθησαν, καὶ τὰς πόλεις κατέδραμον τὰς κατὰ Μυγδονίαν, καὶ ἀπέκτεινάν τε πλείστους καὶ ἠνδραποδίσαντο οὐκ ὀλίγους· λείαν τε πλείστην δοριάλωτον ἐλάσαντες, ἀνέστρεφον καὶ ἐπεραιοῦντο κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν οἰκείαν. βασιλεὺς δὲ πυθόμενος τὴν ἀταξίαν τῶν βαρβάρων, οὐ μετρίως ἠνιᾶτο, ὅτι ὑπὲρ ὧν ἐδόκει τὸν πόλεμον αἱρεῖσθαι, τούτους διέφθειρεν ἡ συμμαχεῖν δοκοῦσα στρατιά. 3.33 εʹ. Μετὰ τοῦτο δὲ εἰς Θετταλίαν τριήρη πέμψας, τὸν 3.33 υἱὸν