418
τοῦτο καὶ ὑπάτευσε δὶς καὶ τρίς, οἱ δὲ αλλοι τῶν ἐπιφανῶν ἀνδρῶν η προφάσεων πλαττομένων η καὶ δίχα προφάσεως ἐφονεύοντο, οτι τοῖς πραττομένοις παρ' αὐτοῦ οὐκ ἠρέσκοντο· οὐδὲ γὰρ ᾐσχύνθη τοῦτο τῇ βουλῇ γράψαι. ἐκεῖνος δὲ ἠνδρίζετό τε 3.117 καὶ ἐθηλύνετο, καὶ εδρα καὶ επασχεν ἑκάτερα ἀσελγέστατα. καὶ οὐ τοὺς αλλους εκτεινε μόνον, ἀλλὰ καὶ τῶν πάνυ φιλτάτων τινάς, οι σωφρόνως αὐτὸν παρῄνουν βιοῦν. καὶ θεὸν δέ τινα ξενικὸν εἰς τὴν ̔Ρώμην εἰσήνεγκεν ̓Ελεαγάβαλον καλούμενον, καὶ τοῦ ∆ιὸς αὐτὸν προετίμησεν· οθεν κἀκεῖνος ἐπωνομάσθη ̓Ελεαγάβαλος. περιετμήθη τε τὸ αἰδοῖον καὶ κρεῶν χοιρείων ἀπείχετο καὶ ἐσθῆτα βαρβαρικὴν δημοσιεύων ἠμπίσχετο, οιᾳ αἱ τῶν Σύρων κέχρηνται ἱερεῖς· οθεν καὶ ἐπεκλήθη ̓Ασσύριος. εγημε δὲ πρὸς ταῖς αλλαις καὶ ἱερωμένην τῇ ̔Εστίᾳ παρθένον, ἀσεβήσας περὶ τὰ πάτρια ἀναιδέστατα. καὶ ελεγε διὰ τοῦτο γῆμαι τὴν τῆς ̔Εστίας ἱέρειαν, ιν' ἐξ ἐκείνου ἀρχιερέως οντος τοῦ ̓Ελεαγαβάλου καὶ τῆς ἱερείας παῖδες γένωνται θεοπρεπεῖς. οὐ μόνον δὲ βαρβαρικὰς ᾠδὰς αμα τῇ μητρὶ καὶ τῇ τήθῃ τῷ ξένῳ θεῷ αὐτοῦ ῃδε, καὶ ἀπορρήτους προσῆγε θυσίας, παῖδας σφαγιάζων καὶ γοητεύμασι χρώμενος καὶ περιάπτοις μυρίοις ἑκάστοτε, ἀλλὰ καὶ γυναῖκα τῷ θεῷ αὐτοῦ ἐκείνῳ ἐμνήστευσεν ὡς καὶ παίδων δεομένῳ, καὶ τὴν γυναῖκα ἐς τὸ παλάτιον καθιδρύσατο, καὶ εδνα αὐτῇ ἐκ τῶν ὑπηκόων ἐπράξατο. αὐτὸς δὲ ἀσελγέστατα διεβίω. ἀλλ' εκαστον τῶν ἐκείνου καταριθμεῖν καὶ τοῖς λέγουσι καὶ τοῖς ἀκούουσιν ἀηδέστατον· εἰρήσθω δ' ὀλίγα τινά. ἐς καπηλεῖα νυκτὸς εἰσῄει, κόμας περιθέτους περιάπτων τῇ κεφαλῇ, καὶ ταῖς καπηλίσι συνεξητάζετό τε καὶ συνειργάζετο. καὶ εἰς τὰ περιβόητα τῶν πορνείων ἐφοίτα καὶ τὰς ἑταίρας ἐξελαύνων ἐπόρνευε. καὶ ἐν τῷ παλατίῳ οικημά τι ἀποτάξας, γυμνός τε ἐπὶ τὰς θύρας τούτου ἑστὼς ὡς αἱ πόρναι καὶ τὸ σινδόνιον διασείων, γυναικώδει καὶ ἁβρᾷ καὶ κεκλασμένῃ φωνῇ τοὺς παριόντας προσ3.118 ηταιρίζετο, χρήματά τε συνέλεγε παρ' αὐτῶν. καὶ πρὸς τοὺς συνασχημονοῦντας αὐτῷ διεφέρετο, πλείους αὐτῶν ἐραστὰς εχειν αὐχῶν καὶ μᾶλλον αὐτῶν ἀργυρίζεσθαι. καὶ οὐχ ουτω μόνον ἠσέλγαινεν, ἡρματηλάτει τε καὶ ὠρχεῖτο, ἀλλὰ καὶ ανδρα σχεῖν ηθελεν ενα ωσπερ γαμέτην δή τινα νόμιμον, καὶ Καίσαρα αὐτὸν ἐβούλετο προχειρίσασθαι, καὶ δέσποινα καὶ βασιλὶς ὠνομάζετο, καὶ ἐφόρει κεκρύφαλον καὶ ἐριούργει καὶ τοὺς ὀφθαλμοὺς ὑπεγράφετο. απαξ τε τὸ γένειον ἀποκείρας μετέπειτα ἐψιλίζετο, ινα δοκοίη γυνή. ὁ δ' ἀνὴρ αὐτῆς Καρικὸν ην ἀνδράποδον, ἐκαλεῖτο δ' ̔Ιεροκλῆς. ηθελε δὲ καὶ μοιχεύεσθαι δοκεῖν, ινα τὰς ἀσελγεστάτας μιμῆται τῶν γυναικῶν. καὶ ἐπ' αὐτοφώρῳ ἑκουσίως ἡλίσκετο, καὶ ἐλοιδορεῖτο πρὸς τοῦ ἀνδρός, ἐπλήττετό τε ὑπώπια. καί τις δ' Αὐρήλιος καλὸς μὲν καὶ πᾶν τὸ σῶμα, τὰ δ' αἰδοῖα φέρων ὑπερμεγέθη, ἐμηνύθη αὐτῷ, καὶ αὐτίκα ὑπὸ πομπῇ μεγαλοπρεπεῖ προσήχθη, ῳ προσειπόντι "χαῖρε, κύριε αὐτόκρατορ" ἐκεῖνος θρύψει γυναικώδει τὸν αὐχένα παρεγκλίνας καὶ ἐπιμύσας βραχύ τι τὰ ομματα "μή με λέγε κύριον" εφη, "ἐγὼ γὰρ κυρία εἰμί." ἐπεὶ δὲ συλλουσάμενος αὐτῷ ευρε τὴν φήμην οὐ ψευσαμένην, εν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη καὶ ἐν τοῖς κόλποις ὡς ἐρωμένη ἐδείπνησε. δείσας ουν ὁ ̔Ιεροκλῆς μὴ ὑπὸ τοῦ Αὐρηλίου παρευδοκιμηθῇ, γοητείαις η καὶ φαρμάκῳ τινὶ ἐξεθήλυνεν αὐτὸν καὶ ἐνάρκωσεν, ὡς ἐπὶ πᾶσαν τὴν νύκτα μεῖναι πρὸς μίξιν ἀκίνητον· διὸ καὶ ἐκ τοῦ παλατίου ἐξηλάθη καὶ ἐκ τῆς ̔Ρώμης καὶ ἐκ τῆς ̓Ιταλίας αὐτῆς. ἐς τοσαύτην δὲ συνηλάθη ἀσέλγειαν ὡς καὶ 3.119 τοὺς ἰατροὺς ἀξιοῦν αἰδῶ γυναικείαν δι' ἀνατομῆς αὐτῷ μηχανήσασθαι, μεγάλους ὑπὲρ τούτου μισθοὺς αὐτοῖς προϊσχόμενος. ∆ιὰ ταῦτα ἐμισήθη ὑπὸ πάντων ὁ Σαρδανάπαλος, μὴ στεγόντων τὰς μιαρίας καὶ αἰσχροπαθείας αὐτοῦ. ειτα Βασιανὸν τὸν υἱὸν Μαμαίας τῆς ἀδελφῆς τῆς μητρὸς αὐτοῦ εἰς τὸ συνέδριον ἀγαγὼν παῖδα εθετο, καὶ ̓Αλέξανδρον αὐτὸν καλεῖσθαι ἐκέλευσεν. μετ' οὐ πολὺ μέντοι πάντας ὑποπτεύων, μανθάνων δὲ καὶ εὐνοεῖν ἐκείνῳ τοὺς πλείονας, μετέγνω, καὶ τέλος ἀνελεῖν αὐτὸν ἐπεχείρει. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν ἐπιμελῶς ἐφυλάσσετο, καὶ οἱ