Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἀντικείμενά σοι, καὶ τίς σοι συλ- λυπηθήσεται; Πτῶμα δὲ καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς σε παρακαλέσει; Οἱ υἱοί σου, οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ' ἄκρου πάσης ἐξόδου, ὡς σευτλίον ἡμίεφθον, οἱ πλή- ρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ Θεοῦ.9 Πλεῖστα μὲν ἄν τις ἀπαριθμήσαιτο τὰ τοῖς Ἰου- δαίοις συμβεβηκότα κακὰ κατὰ τὸν τῆς ἁλώσεως καιρὸν, τῆς ἐπί γε, φημὶ, Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτε πᾶσα μὲν ἐνεπρήσθη τῶν Ἰουδαίων ἡ χώρα, συμφορᾶς δὲ τρόπος οὐδεὶς ἐνέλειψεν αὐτοῖς, ἀλλ' εἰς ἄκρον παντὸς διεληλάκασι κακοῦ, προαπηγγελ- κότος καὶ τοῦτο αὐτοῖς τοῦ πάντων Σωτῆρος Χριστοῦ. Ἀπεκομίζετο μὲν γὰρ ὑπὸ τῶν τοῦ Πιλάτου στρα- τιωτῶν ἐπὶ τὸν τοῦ σταυροῦ τόπον. Ἐπειδὴ δὲ εἵποντο κλαίουσαι γυναῖκες αὐτῷ, στραφεὶς πρὸς αὐτὰς ἔφη· "6Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ' ἐμοὶ, κλαίετε δὲ ἐφ' ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν."6 Καὶ πάλιν· "6Ὅταν εἰδῆτε κυκλουμένην ἀπὸ στρα-τοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι, Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς, Πέσετε ἐφ' ἡμᾶς."6 Καὶ διὰ πλείστων ὅσων τῆς ἀνηκέστου συμφορᾶς τὸ βάρος προαπηγγέλλετο διὰ προφητῶν ἁγίων. Ταῦτα δὲ νῦν ἡ τῶν προκειμένων ἡμῖν στίχων ὠδίνει δύνα- μις. Ὦ γὰρ ἀθλία, φησὶν, Ἱερουσαλὴμ, δύο σοι ταῦτα ἀντίκειται, φησὶν, ἀντὶ τοῦ, μάχεται καὶ πο- λεμεῖ. Καὶ ποῖα ταῦτά ἐστι; Πτῶμα καὶ σύντριμ- μα, λιμὸς καὶ μάχαιρα. Ἐν τούτοις μὲν, ὡς ἐν βραχεῖ καὶ συνεσταλμένως, ἡ τοῦ πολέμου συμφορὰ σημαίνεται. Πλὴν ἐκεῖνο ἀθρητέον οὐ παρειμένως. Τέσσαρας γὰρ ἀπαριθμησάμενος, δύο φησὶν αὐτά. Πτῶμα γὰρ, ἔφη, καὶ σύντριμμα, καὶ λιμὸν, καὶ μάχαιραν. Καὶ τί ἄρα φαμέν; ἢ πῶς ἂν εἶεν δύο τὰ ὠνομασμένα; Κἂν εἰ πλειόνων ἔχοιεν δόξαν, τὰ ἑπόμενα τοῖς πρώτοις ὁ προφητικὸς ἐν τούτοις συν- άπτει λόγος. Οἷόν τί φημι· Ἕπεται πάντως τῷ πίπτειν ἡ συντριβὴ, καὶ τῷ λιμῷ μάχαιρα, τοῦτ' ἔστιν ὁ θάνατος. ∆ύο δὴ οὖν τὰ πρῶτα, τοῦτ' ἔστι, πτῶμα καὶ λιμός· ἑπόμενα δὲ τούτοις, σύντριμμά τε καὶ μάχαιρα. Τούτων οὖν ἄρα, φησὶ, συμβεβηκότων, τίς ὁ ἐπαμῦναι δυνάμενος καὶ ἀποσοβῆσαι τῆς συμφο- ρᾶς τὴν ἔφοδον; τοῦτο γὰρ ἡ παράκλησις ἐνθάδε δη- λοῖ. Ἆρα γὰρ, φησὶν, ἀρκέσουσιν υἱοί σου πρὸς 70.1137 τοῦτο; καίτοι καὶ αὐτοὺς ἔστιν ἰδεῖν ἐξηπορημέ- νους, τοῦτ' ἔστιν, οὐδὲν ἔχοντας, ὃ βουλεύσονταί τε καὶ δράσουσιν εἰς παραψυχὴν ἑαυτοῖς, εἰς ὄνησιν τῶν ἰδίων ψυχῶν. Καθεύδουσι γὰρ ἐπ' ἄκρου πάσης ἐξόδου. Κατασκήψαντος γὰρ τοῦ πολέμου, τῆς Ἰου- δαίων χώρας ἐξέδραμον οἱ δυνατοὶ, καὶ κατειλήφασι τὰς τῆς χώρας ἐσχατιὰς, ἵνα εἶεν ἕτοιμοι πρὸς φυ- γήν. Οἱ μὲν γὰρ ὡς πρὸς ὁμόρους τοὺς Αἰγυπτίους, οἱ δὲ καὶ ὡς γείτονα τῶν Μωαβιτῶν, ἤγουν τὰς ἑτέρας τῶν προσοίκων ἐθνῶν καταλαμβάνειν ἠπείγοντο χώ- ρας. Ἦσαν δὲ ἐπ' ἄκρου πάσης ἐξόδου, τοῦτ' ἔστιν, ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς, ὡς ἔφην· οὐκ ἐγρηγορότες, ἤγουν δρᾶσαί τι δυνάμενοι τῶν ὅσα ἐστὶν οὐκ ἀσυν- τελῆ τοῖς παθοῦσιν εἰς ὄνησιν, ἀλλ' οἷον μεμεθυσμέ- νοι, καὶ καρηβαροῦντες, καὶ κείμενοι, παρειμένοι τε οὕτως τὰς φρένας, καὶ ἐκλελυμένοι τὸν νοῦν, ὡς σευτλίον ἡμίεφθον. Καὶ ποία τούτων ἡ πρόφασις; Πεπλήρωνται γὰρ θυμοῦ Κυρίου, αἰτία τε τῆς ἐκλύ- σεως αὐτοῖς αὕτη γέγονε. Πεφύκαμεν γὰρ ἀεί πως, ὅτε καὶ ταῖς εἰς λῆξιν καὶ ἀπαρακλήτοις βαλλόμεθα συμφοραῖς, μονονουχὶ καὶ ἐξεστηκότα τὸν νοῦν ἔχειν ἐν ἑαυτοῖς, καὶ οὐδένα πόρον εὑρίσκειν τὸν διασῶσαι δυνάμενον, θεηλάτου μάλιστα καθ' ἡμῶν ὄντος τοῦ κακοῦ. 9∆ιὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύου- σα οὐκ ἀπὸ οἴνου. Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ· Ἰδοὺ εἴληφα ἐκ χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ οὐ προσθήσῃ πιεῖν αὐτὸ ἔτι, καὶ δώσω, καὶ ἐμβαλῶ αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδι- κησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου· Κύψον ἵνα παρέλθωμεν, καὶ ἔθηκας τῇ γῇ ἴσα τὰ μέσα σου, ἔξω τοῖς πορευομένοις.9 Κατοικτείροντος οἱ λόγοι, καὶ ἀνασειράζοντος μὲν τοὺς θυμοὺς, ἀνιέντος δὲ μᾶλλον εἰς εὐθυμίαν αὐτούς. Τεταπεινωμένην γὰρ ὀνομάζει καὶ μεθύουσαν. Ἱκα-ναὶ γὰρ, ὡς ἔφην, αἱ πέρα μέτρου