419
μετεπέμπετο Μανουήλ· ἐπεὶ δὲ ἦν ἐν Βυζαντίῳ, ἐκεῖνον μὲν καὶ τὸν γαμβρὸν δοῦκα τὸν Νικηφόρον δεσπότας ἀπεδείκνυ. Ματθαῖον δὲ τὸν πρεσβύτερον υἱὸν ἀξίας μὲν οὐδεμιᾶς ὀνομαστὶ ἠξίου, τιμὴν δὲ παρεῖχε τὴν ὑπὲρ δεσπότας, ὡς εὐθὺς εἶναι μετὰ βασιλέα, ἣν ὁ πρῶτος τῶν Παλαιολόγων βασιλέων Μιχαὴλ ἐκαινοτόμησεν ἐπὶ υἱῷ Κωνσταντίνῳ τῷ Πορφυρογεννήτῳ, ἣ ἐδόκει πλέον τι τῆς τῶν δεσποτῶν ἀξίας ἔχειν. τοὺς γυναικὸς δὲ τῆς βασιλίδος ἀδελφοὺς Ἰωάννην καὶ Μανουὴλ σεβαστοκράτορας ἀπέδειξεν. ὁρῶν δὲ τὴν Ῥωμαίων ἡγεμονίαν δεινῶς ὑπὸ τοῦ ἐμφυλίου πολέμου διεφθαρμένην καὶ καταφρονουμένην ὑπὸ τῶν περιοίκων, ἀμύνεσθαι δὲ ἀδυνάτως ἔχων διὰ σπάνην τῶν χρημάτων, νεῦρα γάρ τις καιρίως εἶπε τὰ χρήματα τοῦ πολέμου, καὶ μήτε οἴκοθεν ἔχων χορηγεῖν, μήτε ἐκ τῶν δημοσίων· τά τε γὰρ κειμήλια ἀνάλωται πάντα τὰ βασιλικὰ, καὶ αἱ πρόσοδοι αἱ κοιναὶ ἐξέλιπον, τῆς χώρας καθάπαξ ὑπὸ τοῦ πολέμου διεφθαρμένης, καὶ νήσων καὶ ἠπειρωτίδων πόλεων τῶν μὲν ὑπὸ τῶν πολεμίων κατεχομένων, τῶν ἐπιλοίπων δὲ εἰς ἐσχάτην ἀπορίαν ἔκ τε τῶν ἔξωθεν ἐφόδων καὶ τῶν ἔνδον στάσεων ἡκόντων· τρέφεσθαι δὲ ἐνῆν τοὺς στρατιώτας οὐδαμόθεν· πάντες δὲ ἦσαν ἄχρηστοι καὶ ἄοπλοι ὑπὸ πενίας, καὶ οὐδεμία ὄνησις ἐκείνων ἦν, καὶ ταῦτα πολλῶν ὄντων καὶ ἀγαθῶν· ἀπορίᾳ πανταχόθεν συνεχόμενος, ἐσκέψατο εἰσφορὰν ποιήσα 3.34 σθαι ἐκ τῶν ἰδίων πάντας, ἵν' αὐτοί τε σώζοιντο οἱ ἔχοντες, καὶ τοὺς ἀπόρους συνδιασώζοιεν. οὕτω δὲ σκεπτομένῳ οὐ βίαν εἰσφέρειν ἐδόκει δεῖν μέλλοντι ὑπὲρ αὐτῶν τῶν εἰσφερόντων τὰ χρήματα ἀναλίσκειν, ἀλλὰ πείθειν παραινέσαντα μᾶλλον πρὸς τὴν πρᾶξιν ἑκοντὶ χωρεῖν, καὶ κοινὴν ἐκκλησίαν ἐκ πάσης ἰδέας βίου συναθροίσας ἐκ τῶν Βυζαντίου πολιτῶν· οὔτε γὰρ ἔμπορος ὑπελείπετο, οὔτε στρατιώτης, ἀλλὰ καὶ χειροτέχναι παρῆσαν, καὶ τοῦ δήμου οὐκ ὀλίγοι καὶ τῶν ἱερῶν φροντιστηρίων οἱ ἐξηγούμενοι καὶ τῶν ἐκκλησιῶν οἱ προστάται· καὶ καταστὰς εἰς μέσους ἔλεξε τοιάδε· «ἄνδρες Ῥωμαῖοι· τὴν μὲν ἀρχαίαν τῆς Ῥωμαίων ἡγεμονίας εὐδαιμονίαν ὡς θαυμαστή τις ἦν καὶ τῶν περὶ αὐτὴν οἰκούντων βαρβάρων τῶν μὲν ἐκράτει καὶ ὑποχειρίους εἶχεν, οἱ δὲ ὑπόφοροι διετέλουν, οἱ περιφανέστατοι δὲ καὶ δοκοῦντες μεγάλην δύναμιν περιβεβλῆσθαι, ἀγαπητὸν ἡγοῦντο, εἰ φίλους καὶ συμμάχους ἔχοιεν καὶ ἐξίσης φέροιντο αὐτοῖς μηδὲν πλεονεκτούμενοι, οὐδ' ὑμεῖς ἀγνοεῖτε, εἰ καὶ μὴ πάντες, ἀλλὰ ταῦτα δὴ τὰ σεμνὰ καὶ θαυμαστὰ καὶ μόνον ᾀδόμενα νυνὶ, ὥσπερ τινὰ τῶν ἔξω Θούλης εἰργασμένων, μέχρι τότε περιῆν, ἄχρι πᾶσιν ὁμοίως καὶ βασιλεῦσι καὶ ἰδιώταις τῆς κοινῆς ἔμελεν εὐδοξίας, καὶ τῶν ἰδίᾳ συμφερόντων τὰ κοινῇ προὐτίθεσαν. ἀφ' οὗ δὲ τοῖς τε βασιλεῦσιν ἔρις ἐνέπεσεν ἐσχάτη καὶ φιλονεικία περὶ τῆς ἀρχῆς, καὶ τοῦ μετὰ τῶν οἰκείων μάχεσθαι τοῖς πολεμίοις ἀποσχόμενοι, ἀλλήλοις συν 3.35 εῤῥάγησαν, καὶ οἱ ἄλλοι τῆς κοινῆς ἀμελήσαντες σωτηρίας καὶ τοῦ πειθαρχεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσιν, ᾗ προσῆκε, τῶν ἰδίᾳ τι διαφερόντων μάλιστα ἀντεποιήσαντο, πάντα ἄνω καὶ κάτω γέγονε καὶ τῆς τε εὐδοξίας ἀφῃρήμεθα τὸ πλεῖστον, καὶ εἰς τοσοῦτον ἥκομεν ἀδυναμίας, ὥστε μηκέθ' ἡμῖν ἐπὶ τῷ καταδουλοῦν ἑτέρους τὸν λόγον εἶναι, ἀλλ' ὅπως μὴ αὐτοὶ αἰσχρῶς καὶ ἀγεννῶς δουλεύσομεν. ὡς μὲν οὖν καὶ αὐτὸς οὐκ ἐπεβούλευσα βασιλέως τοῖς παισὶν, οὐδὲ βασιλείας ἐρῶν, ἢ τῆς πατρῴας ἡγεμονίας αὐτοὺς ἀποστερῶν, εἰς τοῦτο ἦλθον, πᾶσιν ἔξεστιν ἀπόδειξιν λαμβάνειν ἐναργῆ ἐκ τῶν πραγμάτων. εἰ γὰρ, ὥσπερ οἱ συκοφάνται κατηγόρουν, τοῦτο προὐθέμην ἐξαρχῆς, οὐκ ἂν μετὰ τὸν τοσοῦτον πόλεμον καὶ τὴν παντοίαν τῶν δεινῶν ἐπιφορὰν καὶ τῶν χρημάτων τὴν ἀποβολὴν καὶ τῶν οἰκείων καὶ τῶν φίλων τὴν τοσαύτην κακοπραγίαν, νῦν ἀπεσχόμην τῆς προθέσεως, πάντα ἔχων ἐν χεροῖν. δι' ἃ καὶ μάλιστα πολλαπλασίους χάριτας ὁμολογῶ τῷ κρείττονι, ὅτι, μὴ ἐκείνων τὴν εἰρήνην ἑλομένων, μηδὲ πρὸς συμβάσεις χωρησάντων, καίτοι γε πολλάκις ἐμοῦ πολλὰ περὶ εἰρήνης δεηθέντος, ἀλλὰ πεπολεμηκότων ἄχρι καὶ τοῦ δυνατοῦ καὶ οὐδενὸς ἠμεληκότων τῶν ἡκόντων εἰς