419
δορυφόροι διὰ τοῦτο δεινῶς ἐθορύβησαν. ἐκεῖνος δὲ σὺν τῷ ̓Αλεξάνδρῳ εἰς τὸ στρατόπεδον εἰσελθὼν ἐπειρᾶτο καταπαῦσαι τὸν θόρυβον. ὡς δ' ῃσθετο παρὰ τῶν στρατιωτῶν ἐπιβουλευόμενος, ωρμησε μὲν ἐκδρᾶναι, φωραθεὶς δὲ ἀνῃρέθη, καὶ ἡ μήτηρ περιπλακεῖσα αὐτῷ συναπώλετο. ων ἀμφοῖν γυμνωθέντα τὰ σώματα ἐσύρησαν διὰ μέσης τῆς πόλεως· ειτα τὸ τοῦ Σαρδαναπάλου εἰς τὸν Τίβεριν ἐνεβλήθη· διὸ πρὸς τοῖς αλλοις καὶ Τιβερῖνος ἐπωνομάσθη. συγκατεσφάγη δ' αὐτῷ καὶ ὁ ̔Ιεροκλῆς καὶ αλλοι πολλοί, αρξαντι ετη τρία ἐπὶ μησὶν ἐννέα ἡμέραις τε τέσσαρσιν, ἐξ οτου τὸν Μακρῖνον νικήσας ἐν τῇ μάχῃ τῆς αὐταρχίας τετύχηκε. Τούτου κρατοῦντος Ζεφυρῖνος ὁ τῆς ̔Ρωμαίων ἐκκλησίας ἐπίσκοπος μεταλλάττει τὸν βίον, ἰθύνας ταύτην ετεσιν ὀκτωκαίδεκα· μεθ' ον Κάλλιστος προέστη τῶν ἐκεῖσε πιστῶν ἐπὶ πέντε ἐνιαυτούς· καὶ τοῦτον Οὐρβανὸς διαδέχεται. Τοῦ δὲ Ψευδαντωνίνου ἀναιρεθέντος ̓Αλέξαν3.120 δρος ὁ Μαμαίας ὁ ἐκείνου ἀνεψιός, ουτω γὰρ οἱ παλαιοὶ τοὺς ἐξαδέλφους ὠνόμαζον, τὴν αὐταρχίαν ἀπεκληρώσατο. ος αὐτίκα τὴν οἰκείαν μητέρα Μαμαίαν Αὐγούσταν ἀνεῖπεν, η τὴν τῶν πραγμάτων οἰκονομίαν μετεκεχείριστο, καὶ περὶ τὸν υἱὸν σοφοὺς ανδρας συνήγαγεν, ινα δι' ἐκείνων αὐτῷ τὰ ηθη ῥυθμίζοιτο, κἀκ τῆς γερουσίας τοὺς ἀμείνονας συμβούλους προσείλετο, απαν πρακτέον κοινουμένη αὐτοῖς. ∆ομιτίῳ δέ γε Οὐλπιανῷ τῆς τῶν δορυφόρων ἀνατεθείσης ἀρχῆς καὶ τῆς τῶν κοινῶν διοικήσεως, πολλὰ τῶν ὑπὸ Σαρδαναπάλου πραχθέντων παρ' ἐκείνου ἐπηνωρθώθη. ος τὸν Φλαβιανὸν καὶ τὸν Χρῆστον ἀποκτείνας, ιν' αὐτοὺς διαδέξηται, καὶ αὐτὸς οὐ πολλῷ υστερον ὑπὸ τῶν δορυφόρων νυκτὸς ἐπιθεμένων αὐτῷ κατεσφάγη. ζῶντος δ' ετι τοῦ Οὐλπιανοῦ στάσις εκ τινος βραχείας λαβῆς μέσον τοῦ δήμου καὶ τῶν δορυφόρων ἐγένετο, καὶ ἐπὶ τρεῖς ἡμέρας ἀλλήλοις ἐμάχοντο. ἡττωμένων δὲ τῶν στρατιωτῶν καὶ πῦρ ταῖς οἰκίαις ὑποβαλλόντων, δείσας ὁ δῆμος περὶ τῆς πόλεως κατηλλάγη καὶ ακων αὐτοῖς. καὶ αλλαι δ' ἐπαναστάσεις γενόμεναι κατεπαύθησαν. Ηττων δ' ουσα χρημάτων ἡ ̓Αλεξάνδρου μήτηρ ἐχρηματίζετο πάντοθεν. ἠγάγετο δὲ καὶ τῷ υἱῷ γαμετήν, ην οὐ συνεχώρησεν ἀναρρηθῆναι Αὐγούσταν, ἀλλὰ καὶ μετά τινα χρόνον τοῦ υἱοῦ αὐτὴν ἀποσπάσασα εἰς Λιβύην ἀπήλασε, καίτοι στεργομένην παρ' 3.121 ἐκείνου. ὁ δὲ ἀντειπεῖν τῇ μητρὶ οὐκ ἠδύνατο, καταρχούσῃ αὐτοῦ. ̓Αρταξέρξης μέντοι ὁ Πέρσης, ος ἐξ ἀφανῶν καὶ ἀδόξων ην, τὴν τῶν Πάρθων βασιλείαν Πέρσαις περιεποιήσατο καὶ αὐτῶν ἐβασίλευσεν. ἀφ' ου λέγεται καὶ τὸ Χοσρόου κατάγεσθαι γένος. μετὰ γὰρ τὴν ̓Αλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν οἱ ἐκείνου διάδοχοι Μακεδόνες ἐπὶ πλεῖστον μὲν Περσῶν τε καὶ Παρθυαίων ηρχον καὶ τῶν αλλων ἐθνῶν, κατ' ἀλλήλων δέ γε χωρήσαντες ἀλλήλους κατέλυσαν. ἐκείνων δ' ουτως ἠσθενηκότων πρῶτος ̓Αρσακίδης Παρθυαῖος τῇ ἐξ αὐτῶν ἀποστασίᾳ ἐπικεχείρηκε, καὶ Παρθυαίων ἐκράτησε, καὶ τοῖς ἑαυτοῦ ἀπογόνοις κατέλιπε τὴν ἀρχήν· ων τελευταῖος γέγονεν ὁ ̓Αρτάβανος. τὸν δὲ ὁ ῥηθεὶς ̓Αρταξέρξης μάχαις νικήσας τρισὶ συνέλαβε καὶ ἀπέκτεινεν. ειτα καὶ ἐπὶ τὴν ̓Αρμενίαν ἐλάσας ἡττήθη τῶν ̓Αρμενίων καὶ Μήδων μετὰ τῶν παίδων τοῦ ̓Αρταβάνου προσβαλόντων αὐτῷ. ὁ δὲ αυθις ἀνακτησάμενος ἑαυτὸν μετὰ δυνάμεως μείζονος τῇ Μεσοποταμίᾳ καὶ τῇ Συρίᾳ ἐφήδρευε, καὶ ἠπείλει ἀνακτήσασθαι πάντα ὡς Πέρσαις ἐκ προγόνων προσήκοντα. ειτα Καππαδοκίαν ὁ ̓Αρταξέρξης ουτος σὺν τοῖς Πέρσαις κατέτρεχε, καὶ ἐπολιόρκει τὴν Νίσιβιν. ὁ μέντοι ̓Αλέξανδρος ουτος πρέσβεις επεμψε πρὸς αὐτὸν εἰρήνην αἰτῶν. ὁ δὲ βάρβαρος τὴν πρεσβείαν μὲν οὐ προσήκατο, ανδρας δὲ μεγίστους τετρακοσίους πολυτελέσιν ἀμφιέσας στολαῖς καὶ ιπποις τῶν ἐκκρίτων ἐπιβιβάσας καὶ οπλοις κοσμήσας λαμπροῖς επεμψε πρὸς τὸν ̓Αλέξανδρον, ουτω καταπλήξειν αὐτόν τε καὶ τοὺς ̔Ρωμαίους οἰόμενος. οι ἀφικόμενοι καὶ εἰς οψιν ἐλθόντες τῷ ̓Αλεξάνδρῳ "κελεύει ὁ μέγας βασιλεὺς ̓Αρταξέρξης" 3.122 ειπον "ἀφίστασθαι ̔Ρωμαίους Συρίας καὶ τῆς ἀντικειμένης τῇ Εὐρώπῃ ̓Ασίας πάσης, καὶ παραχωρῆσαι