420
αὐτοὺς, τῇ ἄνωθεν μόνῃ συμμαχούμενος ῥοπῇ, πάντων περιεγενόμην, ἵνα μὴ δοκῶ διὰ τοὺς ὅρκους καὶ τὰς συμβάσεις, ἀλλὰ διὰ τὴν ἀρχαίαν ἐπιείκειαν καὶ τὴν πρὸς βασιλέα τὸν θαυμαστὸν ἐκεῖνον καὶ φίλτατον ἐμοὶ φιλίαν τῶν παίδων τῶν ἐκείνου φείδεσθαι καὶ 3.36 τὴν πατρῴαν ἀρχὴν συνδιασώζειν. εἰ μὲν οὖν, ὥσπερ ἐξαρχῆς αὐτὸς διενοούμην, πάντα πράττειν ὑπὲρ τῆς κοινῆς Ῥωμαίων ὠφελείας, καὶ χρήματα ἀναλίσκειν τοσαῦτα ὄντα, ὅσα ἴστε, καὶ πάντα πόνον καὶ κίνδυνον ὑφίστασθαι, καὶ οἱ ἄλλοι συνείποντο προθύμως ἢ τό γε μετριώτερον, μὴ ἐκώλυον αὐτοὶ, οὐκ ἂν νῦν περὶ τοῦ ᾗ χρὴ σώζεσθαι, ἀλλ', εἰ μὴ ἐπίφθονον εἰπεῖν, περὶ τοῦ ὁποίους χρὴ καταδουλοῦν ἐβουλευόμεθα. ἐπεὶ δὲ οὕτω ταῦτα πονηροῦ τινος δαίμονος ἡμῖν βασκήναντος συνεσκευάσθη, καὶ πρὸς μὲν ἐμὲ τὸν ὑπὲρ τῆς κοινῆς σωτηρίας πολλὴν πρόνοιαν ποιούμενον πόλεμον ᾔραντο προθύμως, καὶ τοὺς ἄλλους ἅπαντας συνέπεισαν, καὶ τά τε ἡμέτερα ἅπαντα ἀναλώκασι καὶ τὰ κοινὰ, οὐδὲν ἧττον κατ' ἐμοῦ, ἢ καὶ καθ' ὑμῶν ἁπάντων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, καὶ τὴν χώραν ἅπασαν διέφθειραν, ἀφ' ἧς αἱ συντάξεις συνελέγοντο, καὶ τοὺς μὲν πολεμίους φοβεροὺς ἐποίησαν ἡμῖν, πόλεις τὰς μὲν ἑκοντὶ προέμενοι ἐκείνοις, ἵν' ἔχωσι συμμάχους κατὰ Ῥωμαίων, τῶν δ' ἀμελήσαντες, ὥστ' ἐκείνους δύνασθαι καταδουλοῦν, ἡμᾶς δὲ ἀσθενεστάτους ὀλιγότητι τῆς στρατιᾶς καὶ χρημάτων ἀπορίᾳ, περιέστηκε δὲ νῦν ἡμῖν ἐν ἀπόρῳ πάντα, σκεπτέον ἕκαστον καὶ γνώμην τινὰ εἰσενεκτέον, δι' ἧς ἔσται τὰ πράγματα ἡμῖν βελτίω, καὶ τῆς τε παρούσης δυσπραγίας καὶ τῆς ἔτι ἀπαλλαξόμεθα προσδοκωμένης. Τριβα 3.37 λοί τε γὰρ ὁμοίως καὶ Μυσοὶ καὶ Πέρσαι καὶ εἰ δή τινες ἄλλοι γειτονοῦσιν ἡμῖν δυναστείαν ἔχοντες, οὐ τοῖς ἡρπασμένοις κατὰ τὸν τοῦ πολέμου χρόνον ἀρκοῦνται, ἀλλ' ἐφάπαξ καταφρονήσαντες, οὐδαμῇ στῆσαι τὴν πλεονεξίαν βούλονται. ἐγὼ δὲ ἡδέως ἂν εἶδον ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ δίκας ἐκ τούτων πάντων ἂν ἐξῇ λαβεῖν τῶν εἰς ἡμᾶς ἠσελγημένων. οὐδὲ γὰρ οὐδὲ κατὰ τὸν τοῦ πολέμου χρόνον ἑκοντὶ τὴν τῶν βαρβάρων ᾑρούμην κατὰ τῶν Ῥωμαίων συμμαχίαν, ἀλλ' ὑπὸ τῶν πολεμούντων πρὸς ἀνάγκην ἐναγόμενος. ῥᾳδίως γὰρ ἐκεῖνοι πόλεις καὶ χώρας καταπροϊέμενοι, Μυσοὺς καὶ Τριβαλοὺς καὶ εἰ δή τινας ἄλλους ἔπειθον ἐμοὶ ἁπάσῃ δυνάμει πολεμεῖν. οὐ μὴν ἀλλὰ καὶ ἐκεῖνοι ᾔδεσαν αὐτοὶ ἐφ' ἑαυτῶν, ὡς, ἐμοῦ μὲν καταστάντος ἐπὶ τῆς ἀρχῆς, οὐ μόνον οὐδὲν προσκτήσονται τῶν ἡμετέρων, ἀλλὰ καὶ τὰ ἡρπασμένα ἀναγκασθήσονται ἀποδιδόναι, ἐκείνων δὲ ἀρχόντων, οἷα ἀνδραπόδοις χρήσονται· δι' ἃ προθύμως συνεμάχουν. ἄλλως τε οὐδὲ πρὸς Πέρσας ἔμειναν ἀνεπιχείρητοι, ἀλλ' αὐτοί τε πρῶτοι ἐπήγοντο συμμάχους κατ' ἐμοῦ, καὶ ὕστερον οὐχ ἅπαξ καὶ δὶς, ἀλλὰ καὶ πολλάκις ἐπεχείρησαν ἐμοὶ ἐκπολεμῶσαι, χρήματα πολλὰ τὰ μὲν διδόντες, τὰ δὲ ἐπαγγελλόμενοι. πρὸς οὖν τοσαύτην δύναμιν τῶν πανταχόθεν περιεστηκότων πολεμίων δυνάμεως οἰκείας ἀπορῶν, ἄλλως τε καὶ δεδοικὼς, μὴ παροφθέντας ἐκεῖνοι προσλάβωσι συμμάχους, ἀναγκαίως τὴν ἐκείνων περι 3.38 σπούδαστον ἐνόμιζον καὶ συμμαχίαν καὶ φιλίαν. νυνὶ δὲ τῶν 3.38 πραγμάτων καλῶς ὑπὸ τοῦ κρείττονος κριθέντων, καὶ πάσης στάσεως καὶ διχονοίας ἀπεληλαμένης, προθύμως σὺν ὑμῖν τῶν τότε τετολμημένων δίκας ἀπαιτήσω. ὡς οὖν οὐδενὸς ἀφεξομένου τῶν ὅσα λυσιτελεῖν ἡμῖν δοκεῖ καὶ πρὸς εὐδοξίαν καὶ ἀνάκλησιν τῆς προτέρας εὐετηρίας, πάντα λέγετε προθύμως, ὅσα οἴεσθε λυσιτελεῖν, ὡς καὶ ἐμοῦ ἅ τε δοκῶ βελτίω συμβουλεύσοντος, καὶ τοῖς καλῶς εἰρησομένοις τῶν ἄλλων μᾶλλον εὐχερέστερον πεισθησομένου. εὖ γὰρ ἴστε σαφῶς, ὡς, ἢν μὲν νῦν ἡμεῖς τὰ δέοντα καὶ βουλευώμεθα καὶ πράττωμεν, καὶ δύναμιν ποριζώμεθά ποθεν, τοῖς τε οὖσι φίλοις ποθεινότεροι ἐσόμεθα καὶ τοῖς πολεμοῦσι φοβερώτεροι. ἂν δὲ πρὸς τὴν ἀδυναμίαν ἀπειπόντες, καθεζώμεθα πράττοντες μηδὲν, τὴν ἀπραγμοσύνην καὶ τὴν ἡσυχίαν ἀσπαζόμενοι, οὐδὲν ἕτερον ἡμῖν ἢ δουλεύειν ἑτέροις περιέσται ἐν βραχεῖ. ἢ γὰρ ἄρχειν δεῖ πάντα πραγματευομένους καὶ μηδὲν τῆς προτέρας δόξης καὶ τῆς