420
Πέρσαις αρχειν μέχρι θαλάσσης." τούτους συλλαβὼν ὁ ̓Αλέξανδρος, καὶ περιδύσας τὰ οπλα καὶ τὰς στολάς, ἀφελόμενός τε τοὺς ιππους, εἰς κώμας πλείστας διέσπειρε καὶ ἠνάγκαζε γεωργεῖν· κτεῖναι γὰρ αὐτοὺς οὐκ εκρινεν οσιον. αὐτὸς δὲ τὰ οἰκεῖα στρατεύματα εἰς τρεῖς διελὼν μοίρας τριχῇ τοῖς Πέρσαις προσέβαλε. καὶ πολὺς μὲν τῶν Περσῶν συμβέβηκεν ολεθρος, πλεῖστοι δὲ καὶ τῶν ̔Ρωμαίων ἐφθάρησαν, οὐ τοσοῦτον ὑπὸ τῶν πολεμίων οσον ἐν τῷ ἐπανιέναι διὰ τῶν τῆς ̓Αρμενίας ὀρῶν. δυσχειμέρων γὰρ οντων τούτων οἱ τῶν ὁδοιπορούντων πόδες, ἐνίων δὲ καὶ αἱ χεῖρες ἐκ τοῦ ψύχους ἠκρωτηριάσθησαν μελανθεῖσαι καὶ νεκρωθεῖσαι. διὸ καὶ ἐν αἰτίᾳ ̔Ρωμαίοις γέγονεν ὁ ̓Αλέξανδρος. οθεν ἐξ ἀθυμίας η καὶ ἀπὸ τῆς τῶν ἀέρων ἐναλλαγῆς σφόδρα ἐνόσησεν. ἀναρρωσθεὶς δὲ καὶ εἰς Γερμανοὺς ἐμβαλὼν δι' ἀκοντιστῶν καὶ τοξοτῶν ἐλύπει αὐτούς. στέλλει δὲ καὶ πρὸς αὐτοὺς πρέσβεις περὶ συμβάσεων ἐπὶ χρήμασι. διὸ χαλεπήναντες οἱ στρατιῶται πρὸς ἀποστασίαν ἀπεῖδον. καί τινα Μαξιμῖνον Θρᾷκα τὸ γένος, ἐκ παίδων δὲ ποιμαίνειν λαχόντα καὶ μετὰ ταῦτα στρατιώτην γενόμενον, ακοντα δῆθεν λαβόντες ὠνόμασαν αὐτοκράτορα. ὁ δὲ τοὺς ἀνειπόντας αὐτὸν παραλαβὼν ἀπῄει εὐθὺς οπου διέτριβεν ὁ ̓Αλέξανδρος. ταῦτα δ' ἐκεῖνος πυθόμενος τοὺς μετ' αὐτοῦ στρατιώτας εἰς ἀντίληψιν αὐτοῦ παρεκάλει· οἱ δὲ ἐπηγγέλλοντο. καὶ ἐπιστάντος τοῦ Μαξιμίνου συνήγαγε τὴν στρατιὰν ὁ ̓Αλέξανδρος καὶ συμβαλεῖν τοῖς τοῦ Μαξιμίνου ἐπέτρεπεν. οἱ δὲ τήν τε μητέρα αὐτοῦ ἐλοιδόρουν καὶ ἐπὶ φιλοχρηματίᾳ διέσυρον, καὶ εἰς 3.123 ἐκεῖνον ἐξύβριζον ὡς δειλόν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρουν. ὁ δὲ ερημον βοηθείας ὁρῶν ἑαυτόν, ἐπανῆλθεν εἰς τὴν σκηνήν, καὶ τῇ μητρὶ περιπλακεὶς ὠλοφύρετο. καὶ ὁ Μαξιμῖνος ἑκατόνταρχον στείλας καὶ αὐτὸν ἀνεῖλε καὶ τὴν μητέρα καὶ τοὺς οι συνῆσαν αὐτοῖς, καὶ τῆς βασιλείας γέγονεν ἐγκρατής. Μαμαία δὲ ἡ ̓Αλεξάνδρου μήτηρ ἀρετῆς ην ἀντιποιουμένη καὶ βίου σεμνοῦ. η ἐν ̓Αντιοχείᾳ συνδιάγουσα τῷ υἱῷ, καὶ περὶ ̓Ωριγένους πυθομένη, μετεπέμψατο ἐξ ̓Αλεξανδρείας αὐτόν· καὶ ὑπ' αὐτοῦ τὸν λόγον κατηχηθεῖσα τῆς πίστεως, θεοσεβεστάτη γέγονεν, ὡς ὁ Εὐσέβιος ἱστορεῖ καὶ αλλοι δέ τινες τῶν συγγραφέων φασίν. οθεν οὐ μόνον ὁ κατὰ χριστιανῶν ἠρέμησε διωγμὸς τότε, ἀλλὰ καὶ τιμῆς ἠξίωντο μάλιστα οἱ σεβόμενοι τὸν Χριστόν. Τότε Οὐρβανοῦ τῆς ἐπισκοπῆς τῆς ̔Ρωμαίων πόλεως προεστῶτος καὶ ̔Ιππόλυτος ηνθει, ἀνὴρ ἱερώτατος καὶ σοφώτατος, ἐπίσκοπος τοῦ κατὰ ̔Ρώμην πόρτου γενόμενος, ος καὶ πολλὰ συγγράμματα συνεγράψατο, διάφορα τῆς θείας γραφῆς ἐξηγησάμενος. ̓Αντιοχείας δὲ ην τηνικαῦτα προεστηκὼς καὶ τὴν ἐκεῖ τῶν πιστῶν ἐκκλησίαν ἰθύνων ̓Ασκληπιάδης· καὶ Σαρδιανὸς ̔Ιεροσολύμων. Καὶ ὁ μὲν ̓Αλέξανδρος ετη ̔Ρωμαίων ἡγεμονεύσας δέκα, ον ειρηται τρόπον ἀνῄρητο· ὁ δὲ Μαξιμῖνος τὴν ἀρχὴν διεδέξατο. ος αὐτίκα καὶ διωγμὸν 3.124 κατὰ τῶν χριστωνύμων ἐπήγειρε, καὶ τοὺς τῶν ἐκκλησιῶν προεστῶτας ἀναιρεῖσθαι κεκέλευκεν ὡς διδασκάλους τοῦ κατὰ Χριστὸν μυστηρίου καὶ κήρυκας. λέγεται δὲ κατὰ μῆνιν τὴν πρὸς ̓Αλέξανδρον κινῆσαι τὸν διωγμόν, ὡς ἐκείνου τιμῶντος τοὺς σεβομένους Χριστόν. ἐμεμήνει γὰρ κατ' ἐκείνου τοῦ αὐτοκράτορος, οτι στρατηγὸς ὑπ' ἐκείνου προχειρισθεὶς καὶ κατὰ Περσῶν ἐκστρατεύσας καὶ αισχιστα ἡττηθεὶς ὀργῆς ἐπειράθη βασιλικῆς. ην δὲ τοῦ διωγμοῦ καὶ δεύτερον αιτιον, οτι πολλοὶ κατὰ τὸν ̓Αλεξάνδρου οικον ησαν τὸν Χριστὸν ἐπεγνωκότες θεόν. οτε καὶ ̓Αμβρόσιος φιλόλογος ἀνήρ, ος τὸν ̓Ωριγένην πρὸς ἐξήγησιν ἠρέθισε τῆς θείας γραφῆς καὶ δαψιλῆ αὐτῷ ἐχορήγει τὰ ἀναλώματα καὶ ταχυγράφους ἑπτὰ αὐτῷ παρεστήσατο ἀμοιβαδὸν τῇ γραφῇ χρωμένους κατὰ τεταγμένους καιροὺς καὶ βιβλιογράφους οὐχ ηττους κόρας τε καλλιγραφεῖν ἠσκημένας, τῷ τοῦ μαρτυρίου λέγεται κοσμηθῆναι στεφάνῳ, αμα Πρωτοκτήτῳ πρεσβυτέρῳ. Αὐταρχήσας δ' ουτος ὁ Μαξιμῖνος εὐθὺς ἐπέστειλε τῇ συγκλήτῳ, τὴν ἐκ τῶν στρατευμάτων ἀνάρρησιν ταύτῃ δηλῶν ἑαυτοῦ. οὐ μόνοις δὲ χριστιανοῖς βαρὺς ὑπῆρχε καὶ ἀπηνής, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις.