Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἀπαλλάττοντα δίκης, καὶ τῶν τοῦ θανάτου δε- σμῶν ἐξέλκοντα, φημὶ δὴ Χριστόν. Καὶ τούτου μάρτυς 70.1141 ὁ Παῦλος, ὡδὶ γεγραφώς· "6Εἰ δὲ καὶ ἔστι κεκαλυμ- μένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύ- φλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης Χριστοῦ."6 Ναὶ μὴν καὶ αὐτὸς ὁ Υἱὸς ταῖς Ἰουδαίων ἀγέλαις ἔφη τι συμβῆναι τοιοῦτον, καὶ διήλεγξεν ἐναργῶς, ὡς ἐκ πνεύματος ἀκαθάρτου σκληροὶ γεγόνασι καὶ ἀπει- θεῖς, καὶ εἰς πᾶν ὁτιοῦν ἀπεφέροντο τῶν κακῶν. Ἔφη γὰρ, ὅτι "6Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνά- παυσιν· καὶ ὅταν μὴ εὕρῃ, ὑποστρέφει, φησὶ, λέγον· Ὑποστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον· τότε παρα- λαμβάνει ἕτερα ἑπτὰ πονηρὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν προτέρων. Οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ."6 Λελατρεύ- κασι μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς αὐτόθι θεοῖς, καὶ ἦν ἐν αὐτοῖς τὸ ἀκάθαρτον πνεῦμα. Ἐπειδὴ δὲ λελύ- τρωνται διὰ Μωσέως, καὶ τῶν πρακτέων τὸν ὁριστὴν ἐδέχοντο νόμον (ἤκουον λέγοντος ἐναργῶς· "6Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ- σεις"6), ἀπελήλαται τῆς καρδίας αὐτῶν καὶ τὸ ἀκά- θαρτον πνεῦμα. Ἐπειδὴ δὲ οὐκ ἐσχήκασιν ἐν ἑαυτοῖς τὸν τοῦ Θεοῦ φόβον, οὔτε μὴν ἔνοικον ἐδέξαντο διὰ πίστεως τὸν Ἰησοῦν ("6Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως,"6 καθὰ γέγραπται)· σχολάζοντα τὸν τόπον τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἀκάθαρτον πνεῦμα τεθεαμένον, εἰσελήλατο πάλιν, καὶ κατῴκησεν ἐν αὐτοῖς, καὶ γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ὅτι δὲ καὶ τὸν προδότην ἐν μαθηταῖς τοιοῦτον γενέσθαι παρεσκεύασεν ὁ τῆς ἀσεβείας εὑ- ρετὴς, οὐκ ἀσυμφανές. Γέγραπται γὰρ, ὅτι μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Οὐκοῦν τετι- μώρηται μὲν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, κατασκοτί- ζοντος αὐτὴν τοῦ Σατανᾶ, καὶ οὐκ ἐῶντος ἰδεῖν τοῖς τῆς διανοίας ὄμμασι τὸ τοῦ κόσμου φῶς, τοῦτ' ἔστι Χριστόν. Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπιστροφὴν, δέδοται δὲ τὸ ποτήριον τοῦ θυμοῦ καὶ τὸ κόνδυ τῆς πτώσεως εἰς χεῖρας τῶν ἀδικησάντων αὐτήν· τετιμώ- ρηνται αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις, καθ- ιέντος αὐτὰς εἰς ᾅδην τοῦ πάντων Σωτῆρος Χριστοῦ, καὶ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασομένους τηρεῖν. Αὗται γὰρ ἦσαν αἱ λέγουσαι· Ἱερουσαλὴμ, κύψον ἵνα παρέλθωμεν, Ἡ δὲ ὑπετίθει τὰ μέσα τῇ γῇ τοῖς δι' αὐτῆς πορευομένοις, τοῦτ' ἔστιν, ἑαυτὴν ὑπέστρωσε καὶ ὑπετίθει τοῖς ἐθέλουσι καταπατεῖν. Τοῦτο δὲ δρῶσιν αἱ πονηραὶ δυνάμεις, ὅταν ἴδωσι ψυχὴν παρειμένην, καὶ τὸν ἴδιον παραῤῥίπτουσαν νοῦν, εἰς τὸ ὑποκεῖσθαι θέλειν εὐκόλως ταῖς ἑαυτῶν ἀνοσίαις καὶ θεομισέσι βουλαῖς.
70.1144 {1ΒΙΒΛΙΟΝ Εʹ, ΤΟΜΟΙ ΕΞ. ΤΟΜΟΣ Αʹ.}1
9Ἐξεγείρου, ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιὼν, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσα- λὴμ, πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελ- θεῖν διὰ σοῦ
ἀπερίτμητος καὶ ἀκάθαρτος.9
Σιών τε καὶ Ἱερουσαλὴμ ἀκούων ἐν τούτοις, μὴ πόλεις ἁπλῶς τὰς ἐκ λίθων ἐγηγερμένας καταδηλοῦ- σθαι νομίσῃς. Σημαίνει δὲ μᾶλλον τῆς προφητείας ὁ λόγος τῶν κεκλημένων διὰ τῆς πίστεως τὴν ὁμήγυριν, ἤγουν Ἐκκλησίαν ἔκ τε τῶν Ἰουδαϊκῶν ταγμάτων καὶ ἐξ ἐθνῶν. Τό γε μὴν, Ἐξεγείρου, λέγων, καὶ μάλα συχνῶς, δαψιλεστάτην αὐτοῖς χαρίζεται τὴν παρά- κλησιν. Ὥσπερ, γὰρ καθά φησιν ὁ πάνσοφος Παῦλος, "6Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χά- ρις·"6