421
εὐτολμίας ὑφιέντας, ἢ δουλεύειν ἀσφαλῶς τοῖς κρείττοσιν. ὡς οὖν οὐχ ὑπὲρ εὐδοξίας μόνον, ἀλλὰ καὶ τῆς εἰς τὸ μέλλον ἀσφαλείας καὶ ὑμῶν αὐτῶν ἐλευθερίας, καὶ βούλεσθε καὶ πράττετε, ἅττα ἂν ὑμῖν δοκῇ λυσιτελεῖν.» ʹ. Τοιαῦτα μὲν ὁ βασιλεὺς κοινῇ πρὸς ἅπαντας διειλέχθη, φανερῶς οὐδὲν εἰπὼν περὶ τοῦ δεῖν εἰσφέρειν χρήματα. ἐβούλετο γὰρ, ὥσπερ εἴρηται, μὴ δοκεῖν εἰσπράττειν βίᾳ, ἀλλ' αὐτοὺς πρὸς τὸ κοινῇ λυσιτελοῦν οἴκοθεν τὴν συν 3.39 τέλειαν ἑλέσθαι. τῶν πολιτῶν δὲ οἱ μάλιστα ἐν λόγῳ καὶ τῶν ἄλλων προὔχοντες τὴν μὲν κατὰ τὸν πόλεμον καὶ τῶν ἰδιωτικῶν καὶ τῶν κοινῶν φθορὰν γεγενημένην ἔφασαν οὐκ ἀγνοεῖν καὶ τὴν νῦν κατέχουσαν ἐπίστασθαι τῶν χρημάτων ἀπορίαν. δεῖν δὲ οἴεσθαι καὶ αὐτοὶ ἐκεῖνα πράττειν, ὑφ' ὧν ἐξέσται πρὸς τὴν ἀρχαίαν πάλιν τοὺς Ῥωμαίους εὐδαιμονίαν ἐπανήκειν. τοῦτο δὲ ἑτέρως οὐδαμῶς ἐξέσται, ἢ ἕκαστον εἰς ἃ προσήκει χρήσιμον τῷ κοινῷ παρεσχημένον ἑαυτὸν, ὥστε βασιλέα μὲν ὀρθῶς βουλεύεσθαι καὶ τοῖς πολεμίοις τὴν δύναμιν ἀντεπεξάγειν καὶ πάντα τρόπον ἐκείνων κωλύειν τὴν αὔξην ἐπιχειρεῖν, ἢ καὶ καταστρέφειν, εἰ δύναιτο, ἐκείνους καὶ τὰς ἡρπασμένας πόλεις ἀνασώζειν· τοὺς στρατιώτας δὲ προθύμους ἑαυτοὺς παρέχεσθαι ἐν τῷ στρατεύεσθαι καὶ μηδὲν ὑφιέναι τῆς προτέρας δόξης καὶ τῆς εὐτολμίας, ἀλλ' ἀλλήλους αἰδεῖσθαι κατὰ τὰς μάχας καὶ ἄνδρας εἶναι ἀγαθοὺς, ὡς τῆς ἀνδραγαθίας αὐτούς τε πρώτους ἀπολαύσοντας καὶ τοῖς ἄλλοις μεταδώσοντας, ὧν προπολεμοῦσι· τοὺς ἐμπορευομένους δὲ καὶ τοὺς ἄλλην τέχνην μετιόντας τρέφειν τοὺς στρατιώτας, χρήματα εἰσφέροντας, ἐπεὶ μὴ ἔξεστιν ἀπὸ τῶν δημοσίων τρέφεσθαι ἀπολωλότων. γεωργός τε γὰρ ὁμοίως καὶ ὁ ἔμπορος καὶ ὁ χειροτέχνης, ἂν μὲν ἀδείας ἀπολαύῃ, ἑαυτῷ ὁμοίως χρήσιμος ἔσται καὶ τῷ προπολεμοῦντι στρατιώτῃ, ἂν δὲ μὴ βούλοιτο ἐκεῖνον τρέφειν, καὶ ἑαυτὸν τῷ στρατιώτῃ συνδιαφθερεῖ, ἐκεῖνον μὲν λιμῷ, ἑαυτὸν δὲ καὶ 3.40 παῖδας λιμῷ τε ὁμοίως καὶ πολιορκίᾳ καὶ τοῖς πολεμίοις ξίφεσιν. ἢ εἰ μὴ τοῦτο, ἀλλ' ἀνάγκῃ καταδουλωθέντα, πλείους τοῖς δεδουλωμένοις καὶ βιαιοτέρους παρέχειν φόρους, ἢ ὅσα ἐξῆν εἰσφέροντα προθύμως τῶν ἄλλων ἀπολαύειν ἐλευθέρως. τοιαῦτα καὶ τῶν Βυζαντίων πολιτῶν εἰπόντων, ἐπῄνει τε ὁ βασιλεὺς καὶ συνηγόρει πρὸς τοὺς λόγους, ἀναγκαίως δεῖσθαι χρημάτων εἰπὼν πρὸς τὸ παρασκευάσασθαι κατὰ τῶν πολεμούντων. εἰ μὲν οὖν μὴ προανάλωτο αὐτῷ τὰ ὄντα ὑπὸ τῶν κακῶς ἐπὶ λύμῃ πεπολεμηκότων τῇ κοινῇ, οὐδὲν ἂν ἐδεήθη ἐρανίζειν παρ' αὐτῶν, ὥσπερ οὐδὲ πρότερόν ποτε μεγάλων πολέμων κεκινημένων, βασιλέως ἔτι περιόντος Ἀνδρονίκου, ἐφ' οὓς, εἰ μὴ τὰ δημόσια ἐξήρκει, καὶ ἀπὸ τῶν ἰδίων τὰ ἐνδέοντα ἐπεχορήγει αὐτὸς, ὢν ἁπάντων τῶν κοινῶν διοικητής. νυνὶ δὲ ἐκείνων τε εἰς οὐδὲν χρήσιμον ἀπολωλότων, καὶ τῶν δημοσίων ἐκλελοιπότων φόρων ὑπὸ τοῦ τὴν χώραν διεφθάρθαι, ἀναγκαίως ἀποβλέπειν εἰς τὴν συντέλειαν ταύτην τὴν κοινὴν, ὡς, εἰ χρημάτων καὶ μετρίων εὐπορήσοι, ῥᾳδίως αὖθις τὴν Ῥωμαίων καταπεσοῦσαν ἡγεμονίαν ἀνορθώσων. τοιαῦτα καὶ ἕτερά τινα παρόμοια προσεπειπὼν, διέλυε τὴν ἐκκλησίαν, οἰόμενος αὐτῷ τι τῷ κοινῷ λυσιτελὲς καὶ χρήσιμον ἠνύσθαι. τινὲς δὲ τῶν ἐξαρχῆς ἐκείνῳ ᾑρημένων πολεμεῖν, ἦσαν δὲ οὐκ ὀλίγοι, καὶ ἐκ τῶν ἐν ἐργαστηρίοις ἐμπορευομένων ἀργυραμοιβῶν, καὶ μετὰ τὴν δοκοῦσαν διάλυσιν ἔτι δυσμεναίνοντες καὶ μνησικακοῦντες καὶ πάν 3.41 τα τρόπον ἐπιχειροῦντες αὐτὸν κωλύειν καὶ μηδὲν ἐᾷν τῷ κοινῷ λυσιτελὲς ποιεῖν, ὡς ἂν μάλιστα ἐκείνων ἡ κακία συσκιάζοιτο, καὶ μὴ δοκοίη διὰ τὸν πρὸς βασιλέα πόλεμον ἡ Ῥωμαίων ἡγεμονία διεφθάρθαι, ὡς καὶ μετὰ τὴν εἰρήνην καὶ τὸ πάντας ὑπαγαγέσθαι βασιλέα ὠφελείας οὐδεμιᾶς, οὐδὲ ἀνακωχῆς τῶν κακῶν γεγενημένης, αὐτοί τε ἐθορύβουν, ὡς οὐ χρήματα παρέξοντες, καὶ τοὺς ἄλλους ἔπειθον ὁμοίως, δεινὰ πείσεσθαι φάσκοντες, εἰ ἃ μὴ πρότερον πολέμιος ὢν ὁ βασιλεὺς ἠδυνήθη κατεργάσασθαι, ταῦτα νῦν ἐν εὐνοίας καὶ κηδεμονίας προσχήματι ὑπομενοῦσι. πολεμῶν γὰρ τῶν μὲν ἔξω τειχῶν ἀπεστέρησεν ἁπάντων, τῶν ἔνδον δὲ καὶ ἐν χερσὶ