421
ὑβριστής τε γὰρ ην καὶ ἐρασιχρήματος, κἀντεῦθεν καὶ ἀδικώτατος καὶ φόνων ἐργάτης καὶ τύραννος αντικρυς, χωρήσας εἰς ἁρπαγὰς καὶ ἀναιρέσεις ἀνθρώπων ἐξ οὐδεμιᾶς εὐλόγου λαβῆς. τοσοῦτον δ' εἰς μιαιφονίας ἐξώκειλεν ὡς μηδὲ τῆς οἰκείας φείσασθαι γυναικός· κἀκείνην γὰρ ἀνεῖλε. τὴν οἰκείαν δ' οιον ἐπικαλύπτων δυσγένειαν, τοὺς μὲν εὐπατρίδας ἠτίμου, προσῳκειοῦτο δὲ τοὺς ἐξ ἀφανῶν. διὰ ταῦτα τοίνυν ὑπὸ πάντων μεμίσητο. ἐκστρατεύσας 3.125 δὲ κατὰ Γερμανῶν τὴν χώραν αὐτῶν ἐληίσατο, τῶν βαρβάρων μηδενὸς ὑποφαινομένου. ειτα περὶ τὰ ελη καὶ τὰς συνεχεῖς ἀνεφάνησαν υλας· κἀκεῖ δὲ τῶν ̔Ρωμαίων εἰσελασάντων πλήθη πολλὰ ἀνῃρέθησαν. καὶ ουτω νικήσας ἐπανῆλθεν ὁ Μαξιμῖνος, αἰχμαλώτων πληθὺν ἐπαγόμενος. πάντα δὲ τὰ τῶν ὑπηκόων σφετεριζόμενος καὶ χρηματιζόμενος πάντοθεν οὐδὲ τῶν ἱερῶν ἀπέσχετο. αἰτιωμένων ουν ξυμπάντων τοὺς στρατιώτας τοὺς αὐτὸν βασιλεύσαντας, οἱ ἐν Λιβύῃ στρατευόμενοι ταῦτα μαθόντες πρὸς ἀποστασίαν ἀπεῖδον, καί τινος ἑτέρας αἰτίας ἐρεθισάσης αὐτούς. οἱ γὰρ τῶν τῆς Λιβύης πραγμάτων ἐπίτροποι τῶν ἐν αὐτῇ εὐπορούντων τὰς οὐσίας ἐξ οὐδεμιᾶς εὐλόγου ἀφῃροῦντο λαβῆς καὶ τοὺς κεκτημένους αὐτὰς προσαπώλλυον. ἐντεῦθεν ἀγανακτήσαντες οἱ ἐκεῖ ἐπανέστησαν, καί τινα τῶν ἐκ τῆς βουλῆς ανδρα πρεσβύτην κεκλημένον Γορδιανὸν καὶ ακοντα κατασχόντες, διάδημά τε τούτῳ περιτιθέασι καὶ πορφύραν ἐνδύουσι καὶ ἀναγορεύουσιν αὐτοκράτορά τε καὶ Αυγουστον. ὁ δὲ ἐν Καρθαγένῃ παραγίνεται· καὶ αὐτὸν ἀσμένως τῷ πρὸς τὸν Μαξιμῖνον μίσει ἐδέξαντο σύμπαντες. ἐπιστέλλει ουν τῇ βουλῇ, καὶ τοὺς ἀγγελοῦντας τὴν ἀνάρρησιν αὐτοῦ τοῖς ἐν τῇ ̔Ρώμῃ ἀπέστειλε. τῶν δὲ σταλέντων χρονισάντων κατὰ τὸν πλοῦν, καὶ οἱ ἐν τῇ ̔Ρώμῃ μὴ φέροντες τὴν τυραννίδα τοῦ Μαξιμίνου πρὸς ἀποστασίαν κεκίνηντο καὶ τὰς ἐκείνου εἰκόνας καθῄρουν καὶ τῷ τυράννῳ ἐλοιδοροῦντο. ειτα γνωσιμαχήσαντες, ὡς εἰ σώζοιτο Μαξιμῖνος, οὐκ εσται σφίσι σωτηρίας ἐλπίς, δύο προβάλλονται στρατηγοὺς Μάξιμόν τε καὶ ̓Αλβῖνον, καὶ αμφω τῇ βουλῇ συναριθμουμένους. τινὲς δὲ Καίσαρας αὐτοὺς πρὸς τῆς βουλῆς ἱστόρησαν ἀναγορευθῆ3.126 ναι, μήπω μαθούσης τὴν ἀνάρρησιν τοῦ Γορδιανοῦ. ̔Ο δέ γε Μαξιμῖνος ταῦτα μαθὼν ωρμησεν ἐπὶ ̓Ιταλίαν, πολλὰ τῇ συγκλήτῳ ἀπειλησάμενος. γνοὺς δὲ τὸν Μάξιμον χωρήσαντα κατ' αὐτοῦ, ὁ γὰρ ̓Αλβῖνος εἰς φυλακὴν τῆς ̔Ρώμης εμεινεν ἐν αὐτῇ, ἐπὶ ̓Ακυληίαν ἀπένευσε, Μαυρουσίους εχων μεθ' ἑαυτοῦ, ταύτην σπεύδων προκατασχεῖν. ̓Ακυληία δὲ ἡ νῦν Βενετία λέγεται ειναι. ἀλλ' ἀπεκρούσθη, τῶν ἐν αὐτῇ ἀντιταξαμένων αὐτῷ γενναιότερον. ἀποκρουσθεὶς δὲ τῆς ̓Ακυληίας καὶ προσβαλὼν τοῖς περὶ τὸν Μάξιμον ἡττήθη. καὶ ἐς τὴν οἰκείαν σκηνὴν ἀνεχώρησε· στασιασάντων δὲ τῶν στρατιωτῶν καὶ τῶν αὐτοῦ δορυφόρων προῆλθε τῆς σκηνῆς μετὰ τοῦ οἰκείου παιδός, ὡς σφίσι διαλεξόμενος. οἱ δὲ αὐτίκα ἐπελθόντες ἀμφοῖν ἀνεῖλον αὐτούς. ην δὲ ὁ Μαξιμῖνος ἐτῶν πέντε καὶ ἑξήκοντα, ἀφ' ων ἐβασίλευσεν εξ. αἱ κεφαλαὶ δὲ τῶν ἀναιρεθέντων τούτων ἐκτμηθεῖσαι τοῖς τε ἐν ̓Ακυληίᾳ ἐπεδείχθησαν καὶ εἰς τὴν ̔Ρώμην ἐπέμφθησαν. οἱ δ' ἐν τῇ ̔Ρώμῃ κατὰ τὴν ἀγορὰν τὴν κεφαλὴν τοῦ Μαξιμίνου ἀνεσκολόπισαν, ιν' ειη πᾶσι περίοπτος. Ἐντεῦθεν ὁ Μάξιμος εἰς τὴν ̔Ρώμην ἐπανελήλυθε, καὶ ὁ ̓Αλβῖνος ὑπηντήκει αὐτῷ, καὶ ὁ δῆμος δὲ καὶ ἡ σύγκλητος σὺν εὐφημίαις καὶ κρότοις αὐτὸν ὑπεδέξαντο· καὶ συνῆρχον αμφω, καὶ ηρχον καλῶς. οἱ δέ γε στρατιῶται ἐδάκνοντο οτι οὐκ αὐτοί, ἀλλ' ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς αὐτοκράτορας προεβάλοντο. ειτα καὶ αὐτοὶ οἱ βασιλεῖς πρὸς ἀλλήλους εσχον δια3.127 φοράς, καὶ τοῦτ' αιτιον αὐτοῖς ἀπωλείας ἐγένετο. γνόντες γὰρ οἱ στρατιῶται ὡς διαφέρονται, ἐπῆλθον αὐτοῖς, καὶ ἀμφοτέρους δεσμήσαντες διὰ πάσης τῆς πόλεως αὐτοὺς περιήγαγον ἐμπαροινουμένους τε καὶ ἐμπαιζομένους, ἀλλὰ μὴν καὶ αἰκιζομένους. ειτα πυθόμενοι ὡς οἱ Γερμανοὶ ἀφελέσθαι αὐτοὺς καὶ περισῶσαι βουλεύονται, ινα μὴ τοῦτο γένηται, ἀπέκτειναν αὐτούς. ων ὁ μὲν Μάξιμος ἐτῶν ην ἑβδομήκοντα καὶ τεσσάρων, ὁ δὲ ̓Αλβῖνος ἑξήκοντα· καὶ