422
χρημάτων ἠδυνήθη λαβεῖν οὐδέν. νυνὶ δὲ ἐκεῖνά τε ἀπόλωλε καὶ τῶν ἔνδον ὄντων βούλεται ἀποστερεῖν, πολέμους προφασιζόμενος καὶ παρασκευὰς καὶ ἄλλας ἐξαπάτας, ὧν οὐδὲν αὐτοὺς πείσει τῶν ὄντων αὐτῷ παραχωρεῖν, εἰ μὴ βούλοιτο βιάζεσθαι φανερῶς καὶ διαφθείρειν. τοιαῦτα μὲν καὶ πολλῷ δεινότερα τούτων πρὸς τοὺς ἄλλους διεδίδοτο, καὶ θόρυβος ἦν καὶ ἀταξία, καὶ πάντες ὁμοίως πρὸς τῶν χρημάτων ἀνένευον τὴν εἰσφοράν. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο, συνεώρα μὲν ἤδη τῶν συνεσκευακότων τὴν κακίαν καὶ ὥρμητο κολάζειν τοὺς ἐπὶ τοιαῦτα ἐνάγοντας τὸν δῆμον, ἄτοπον ἡγούμενος καὶ παντελῶς ἔξω τοῦ καλοῦ καὶ τοῦ δικαίου πίπτον, διὰ τήν τινων ἀγνωμοσύνην τῆς τῶν ἄλλων ἁπάντων 3.42 σωτηρίας καταμελεῖν. ἵνα δὲ μὴ δοκοίη μὴ τῆς κοινῆς ὠφελείας ἕνεκα, ἀλλὰ τοῦ προσκεῖσθαι Ἄννῃ τῇ βασιλίδι τοὺς ἄνδρας πρότερον ἀμυνόμενος κολάζειν εὐπροσώπου προφάσεως εὐπορήσας, αὐτούς τε ἠφίει ἀτιμωρήτους καὶ τῆς ἄλλης πράξεως ἁπάσης κατημέλει, πολλὰ ἀγανακτῶν καὶ ἀνιώμενος, ὅτι μὴ προπαρασκευάζοιτο πρὸς τοὺς ἐπιφυησομένους πολεμίους, ἀλλ' ἅμα ἀναγκασθήσεται τοῖς τε πολεμίοις ἀντιτάττεσθαι, καὶ χρήματα καὶ τὰ ἄλλα τὰ πρὸς τὸν πόλεμον ἀναγκαῖα ἐκπορίζειν. τότε μὲν οὖν διὰ ταῦτα τῶν καλῶς ἀπέσχετο βεβουλευμένων, ὅπερ ὕστερον οὐκ ὀλίγον ἔβλαψε τὰ πράγματα. εἰ γὰρ, ὥσπερ ὁ βασιλεὺς διενοεῖτο τότε, ναυτικὴν δύναμιν συνίστη καὶ τριήρεις ὥπλιζεν ἐπὶ τῆς θαλάττης τὴν ἀρχὴν, οὐκ ἂν τοσαῦτα ὑπὸ Λατίνων τῶν κατὰ τὸν Γαλατᾶν τὰ Ῥωμαίων ἐκακοῦτο πράγματα. μετὰ μικρὸν δὲ καὶ ἄλλη τις ἐπεφύετο ἐπιβουλή. τῶν γὰρ συγκλητικῶν τινες ἐκ τῶν πρότερον πολεμούντων βασιλεῖ, καὶ ἄλλους τῆς αὐτῆς κεραμείας προσεταιρισάμενοι, βασιλέα τὸν νέον Ἰωάννην ἐβούλοντο, οὐδὲν βασιλίδος συνειδυίας τῆς μητρὸς, ἐξαπατήσαντες, οἷα νέον καὶ οὔπω φρονήματος ἀνδρὶ προσήκοντος ἐπειλημμένον, σὺν αὐτῷ εἰς τὸ Γαλατᾶ φρούριον διαδιδράσκειν καὶ πόλεμον αἴρεσθαι πρὸς βασιλέα τὸν κηδεστὴν ἐπ' ἐλπίδι τοῦ πολλοὺς προσθήσεσθαι τῶν Βυζαντίων. μηνυθείσης δὲ τῆς ἐπιβουλῆς τῷ βασιλεῖ, δίκας ἔδοσαν τῆς κακουργίας οἱ συσκευασάμενοι, εἰς δεσμωτήρια ἐμβληθέντες· χρόνου δὲ 3.43 ὀλίγου παρελθόντος, συγγνώμην τε αὖθις παρέσχετο ὁ βασι3.43 λεὺς τοῖς ἁμαρτήσασι, καὶ τῶν δεσμωτηρίων ἀπολύσας αὖθις ἐχρῆτο, ᾗ ἕκαστος ἐπιτηδείως εἶχε. ζʹ. Τῶν Καντακουζηνῷ δὲ τῷ βασιλεῖ κατὰ τὸν πόλεμον συνόντων οἱ μάλιστα ἐπιφανέστεροι προσελθόντες, ἀδικεῖσθαι ἔφασαν καὶ βίαν ὑπομένειν παρ' αὐτοῦ ἀναγκάζοντος ὅρκους ἐπὶ δουλείᾳ παρέχεσθαι βασιλεῖ τῷ νέῳ καὶ βασιλίδι τῇ μητρὶ, οὐδέποτε δυνησομένοις καθαρῶς καὶ ἀδόλως καταλλάττεσθαι αὐτοῖς, ἀλλὰ καὶ καιρὸν ἐπιτηροῦσιν ἐπιτίθεσθαι καὶ διαφθείρειν. τοῦτο δὲ οὐδὲ μακρὰν ἀνοίας ἂν δόξειε παρ' εὖ φρονοῦσιν, εἰ αὐτοὶ μὲν πολλὰ κατὰ τὸν πόλεμον ὑπομεμενηκότες δυσχερῆ, καὶ νῦν μετὰ τὴν νίκην δουλεύσουσι τοῖς πολεμήσασιν, οὐδὲ ἀντιβλέπειν δυνάμενοι διὰ τοὺς ὅρκους, ἐκεῖνοι δὲ εὐορκοῦντές τε ἄρξουσιν αὐτῶν, καὶ ἐπιορκοῦντες, ὅτε βούλονται, ἀποκτενοῦσιν. ἰδοὺ γὰρ εἰ προὐχώρησεν αὐτοῖς ἡ νῦν ἐπιβουλὴ, οὐδὲν ἂν ἐκώλυεν ἢ ἀποθνήσκειν νικηθέντας, ἢ ἀντισχόντας πρὸς τὸν πόλεμον, αὖθις ἐν τοῖς προτέροις εἶναι κακοῖς στρατεύοντας κατὰ τῶν ὁμοφύλων καὶ καταστασιαζομένους, ὥσπερ καὶ πρότερον ὑπὸ τῶν δήμων, καὶ δημεύσεις ὑπομένοντας καὶ δεσμωτήρια καὶ ἄλλα ἄττα τοῖς προτέροις παραπλήσια. ἠξίουν τε καὶ αὐτοῖς τοὺς ὅρκους διαλελύσθαι καὶ πράττειν, ᾗ αὐτοῖς δοκεῖ συμφέρειν. καὶ πρότερόν τε γὰρ ἀναγκασθέντες ὑπ' ἐκείνου τοὺς ὅρκους ἀκουσίως παρασχέσθαι, καὶ νῦν, ἐπειδὴ πρῶτοι παραβεβήκασιν ἐκεῖνοι, οὐδεμίαν αὐτοῖς αἰτίαν εἶναι, εἰ πρόνοιάν τινα ποι 3.44 οῖντο ἑαυτῶν. τοιαῦτα μὲν τῶν Καντακουζηνῷ τῷ βασιλεῖ προσκειμένων οἱ ἐν τέλει εἶπον. βασιλεὺς δὲ οὐκ ἔφασκεν ἐφ' οἷς ἕτεροι ἐξήμαρτον, ἑτέρους εὐθύνειν εἶναι δίκαιον. βασιλίς τε γὰρ οὐδὲν ᾔδει τῶν γεγενημένων, ἀλλὰ τὰ ὀμωμοσμένα πάντα μετὰ ἀκριβείας φαίνεται φυλάττουσα, καὶ βασιλεὺς ὁ υἱὸς οὐ δίκαιος εὐθύνεσθαι διὰ τὴν ἡλικίαν, εἰ καὶ τοῖς