422
ἐβασίλευσαν κατὰ τινὰς μὲν ἡμέρας δύο καὶ εικοσι, καθ' ἑτέρους δὲ οὐχ ολους μῆνας τρεῖς. Μετὰ δὲ τούτους οἱ μὲν Πομπηιανόν τινα συγγεγράφασι τὴν ̔Ρωμαίων ἐσχηκέναι ἀρχήν, ταχύτατα δ' ἐκπεπτωκέναι αὐτῆς, ὡς ἐν ὀνείρῳ τῆς ἐξουσίας ἀπολαύσαντα, ουπω γὰρ δύο παρεληλυθέναι μῆνας, καὶ στερηθῆναι αὐτὸν πρὸς τῇ μοναρχίᾳ καὶ τῆς ζωῆς ἀναιρεθέντα· παρὰ τίνων δὲ καὶ διὰ τίνα αἰτίαν, μὴ εὑρηκώς, παρεσιώπησα καὶ αὐτός· οἱ δ' ετερόν τινα. μεθ' ον Πούπλιον ἀντεισαχθῆναι Βαλβῖνον ἱστόρησαν· καὶ μικρόν τι κἀκεῖνον τῆς αὐταρχίας ἀπογευσάμενον, ἐπὶ τρισὶ γὰρ μησὶν αὐτῷ τὴν ἀρχὴν περιγράφουσιν, ἀναιρεθῆναι κἀκεῖνον, αρτι καταλαβόντος ἐκ Λιβύης Γορδιανοῦ, ος ἐκεῖ, ὡς ηδη μοι ἐρρήθη, προανηγόρευτο. τὸν δὲ Γορδιανὸν τῆς ̔Ρώμης ἐπιβεβηκότα νοσῆσαι, τὸ μὲν οτι ὑπέργηρως ην, ἑβδομήκοντα γὰρ καὶ ἐννέα ἐβίω ἐνιαυτούς, τὸ δ' οτι χρονοτριβήσας ἐν τῇ θαλάσσῃ κατὰ τὸν πλοῦν πάνυ τεταλαιπώρητο, καὶ ἐκ τῆς νόσου ταύτης ἐκλελοιπέναι, μόνας εικοσι καὶ δύο ἡμέρας ἐν ταύτῃ διαγαγόντα· καὶ σχεῖν ἐπὶ τῇ βασιλείᾳ διάδοχον τὸν οἰκεῖον υἱόν, Γορδιανὸν κἀκεῖνον καλούμενον καὶ ὁμωνυμοῦντα τῷ οἰκείῳ πατρί. 3.128 Οἱ μὲν ουν ουτω παρηκολουθηκέναι ταῦθ' ἱστορήκασιν, οἱ δὲ τῷ πρεσβύτῃ Γορδιανῷ ἀναρρηθέντι κατὰ Λιβύην αὐτοκράτορι φασὶν ἐπαναστῆναί τινας, καὶ μάχης συγκροτηθείσης ἡττηθῆναι τοὺς τοῦ Γορδιανοῦ, καὶ πολλοὺς αὐτῶν, ἀλλὰ μὴν καὶ τὸν υἱὸν αὐτοῦ ἀναιρεθῆναι· τὸν δὲ ὑπεραλγήσαντα διὰ τοῦτο ἀπάγξασθαι καὶ ουτως ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν. Οἱ δὲ τῷ υἱῷ ἐκείνου τῷ νέῳ Γορδιανῷ τὴν τῶν ̔Ρωμαίων ἡγεμονίαν μετὰ τὸν ἐκ νόσου θάνατον τοῦ πρεσβυτέρου Γορδιανοῦ προσκληροῦντες, κατὰ Περσῶν αὐτὸν γεγράφασιν ἐκστρατεύσαντα καὶ συμβαλόντα αὐτοῖς κἀν τῇ μάχῃ τὸν ιππον ἐλαύνοντα καὶ τοὺς οἰκείους παραθαρρύνοντα καὶ πρὸς ἀλκὴν ἐπαλείφοντα, ὀλισθήσαντος δὲ τοῦ ιππου καὶ συμπεσόντος αὐτῷ, τὸν μηρὸν κατεαγῆναι, καὶ ουτως ἀνακομισθῆναι εἰς ̔Ρώμην, καὶ ἐκ τοῦ κατάγματος τελευτῆσαι, ἐπὶ εξ ἐνιαυτοὺς αὐταρχήσαντα. Οὐρβανὸς δὲ ὁ τῆς ̔Ρώμης ἀρχιερεὺς ετεσιν ἀρχιερατεύσας ὀκτὼ τοῦ Μαξιμίνου βασιλεύοντος ἀπεβίω· ον Ποντιανὸς διεδέξατο. τῆς δ' ̓Αντιοχέων ἐκκλησίας μετὰ Φιλητὸν προέστη Ζεβῖνος. ἐπὶ δέ γε Γορδιανοῦ τοῦ νέου ὁ τῶν ἐν ̔Ρώμῃ πιστῶν προεστηκὼς Ποντιανὸς μεταλλάξας τὸν βίον εσχε διάδοχον τὸν ̓Αντέρωτα, ἐν εξ ετεσι τῇ λειτουργίᾳ ἐσχολακώς. ὁ δέ γε ̓Αντέρως ἐπὶ βράχιστον πάνυ καιρὸν τὴν ἐκκλησίαν ἰθύνας πρὸς αλλην ζωὴν μετελήλυθε. μεθ' ον Φλαβιανὸς θείᾳ ψήφῳ τῆς ἀρχιερωσύνης τετύχηκεν, ὡς ἱστορεῖ ὁ Εὐσέβιος. λέγεται γὰρ τῶν πιστῶν ἀθροισθέντων, ωστε τὸν μέλλοντα τῆς ἐπισκοπῆς προστῆναι παρ' αὐτῶν ἐκλεγῆναι, παρεῖναι 3.129 καὶ τὸν Φλαβιανὸν αρτι ηκοντα ἐξ ἀγροῦ· μὴ μέντοι παρά του λόγον γενέσθαι περὶ αὐτοῦ ὡς προστησομένου τῆς ἐκκλησίας, ἀλλ' ἑτέρους ειναι περὶ ων ην τοῖς συνειλεγμένοις φροντὶς τίς αν προκριθείη αὐτῶν. ἐν τοσούτῳ δὲ περιστερὰν καταπτῆναι καὶ ἐφιζῆσαι τῇ τοῦ Φλαβιανοῦ κεφαλῇ· κἀντεῦθεν απαντας τοὺς ἠθροισμένους ἐκεῖ μιᾷ χρήσασθαι φωνῇ ωσπερ ἀπὸ συνθήματος, καί "αξιος" ἐπιβοῆσαι αὐτῷ, καὶ τῷ τῆς ἀρχιερωσύνης θρόνῳ τὸν ανδρα προσενεγκεῖν μηδέν τι μελλήσαντας. τότε καὶ ὁ τῆς ἐν ̓Αντιοχείᾳ τῶν πιστῶν ἐκκλησίας προεστηκὼς Ζεβῖνος τὸν βίον λιπὼν ὑπὸ Βαβύλα διαδέχεται. ̓Ωριγένης δὲ κατὰ τὴν ἐν Παλαιστίνῃ διατρίβων τηνικαῦτα Καισάρειαν πολλοὺς μὲν καὶ πολλαχόθεν ἐκέκτητο φοιτητάς, ειχε δὲ καὶ τὸν μέγαν Γρηγόριον τὸν θαυματουργὸν καὶ τὸν τούτου ὁμαίμονα ̓Αθηνόδωρον τῶν ἑαυτοῦ λόγων ἀκροατάς. τότε δὲ καὶ ̓Αφρικανὸς ὁ συγγραφεὺς ἐγνωρίζετο. Μετὰ δὲ τὸν νέον Γορδιανὸν ετερος αυθις Γορδιανὸς τῆς ἀρχῆς ἐπελάβετο, κατὰ γένος, ὡς λόγος, προσήκων τοῖς ἀπελθοῦσι Γορδιανοῖς. ος ἐκστρατεύσας εἰς Πέρσας καὶ πολεμήσας αὐτοῖς, Σαπώρου τοῦ υἱοῦ ̓Αρταξέρξου τοῦ εθνους ἡγεμονεύοντος, ηττησέ τε τοὺς ἐναντίους, καὶ Νίσιβιν καὶ Κάρας ̔Ρωμαίοις αυθις ἐπανεσώσατο, ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου ὑφαρπασθείσας, ειτα πρὸς