τὸ ἡβῶ ἡβήσω, καὶ ἡβάσω δέ, ἐξ οὗ τὸ ἡβάσκω προσλήψει τοῦˉκ, καὶ ἡ ἐν Ὀδυσσείᾳ πρωθήβη καί, ὅσα ἐκεῖ δηλοῦται, καὶ τὸ ἡβυλλιᾶν, τὸ παρὰτῷ Κωμικῷ, καὶ τὸ ἐφήβαιον, οὗ πρόκειται ἥβη ἑτεροία, μέρος αὐτὴ δηλοῦσασώματος.] (ῃ. 3) Ἀττικὸν δὲ τὸ ἐῳνοχόει, ὡς καὶ τὸ ἑώρακε καὶ τὸ ἐωνημένος,ὁ ὠνησάμενος, καὶ ἄλλα μυρία. οἱ δὲ παλαιοὶ καὶ τοιαῦτά τινά φασιν, ὅτι,ὥσπερ ᾦγε καὶ ἀνέῳγεν, οἷον· «τὸν οὐ θεὸς ἄλλος ἀνῷγε» καί· «χήλου δὲ ἀπὸπῶμα ἀνέῳγε» καὶ ἥνδανεν ἑήνδανεν, οἷον· «ἀλλ' οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε» καί· «οὐδ' Ἀγαμέμνονι πάμπαν ἑήνδανε» καί· «ὦσα παρέξ» καὶ «ἐπὶστόμα ἔωσεν», οὕτως ἀλλαχοῦ μὲν ᾠνοχόει υἱὸς Μενελάου, νῦν δὲ Ἥβη νέκταρἐῳνοχόει. οὕτως Ἡρωδιανός. Ζηνόδοτος δὲ ἐνῳνοχόει γράφει διὰ προθέσεως.ὅρα δέ, ὅπως, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ πλατύτερον ἐρρέθη, ἐπὶ νέκταρος οὐκεὐκαίρως εἶπε τὸ οἰνοχοεῖν, ἀλλὰ ἁπλῶς καὶ νῦν ὡς λέξιν συμποσιακήν, ὡς εἴ τιςεἴποι· ἐδίδου νέκταρ πιεῖν οἷά τινα οἶνον. οὐχ' οὕτω δὲ ἄν τις εἴποι καί, ὅτιὕδωρ ἐῳνοχόει. τοῦτο μὲν γὰρ οὐκ ἔχει βοήθειαν, τὸ δὲ Ὁμηρικὸν ἔχει πολλάς.τὸ δὲ νέκταρ πίνεται κατὰ μῦθον, ὥσπερ αὖ πάλιν ἡ ἀμβροσία ἐσθίεται. καὶ ἔστιναὕτη μὲν ἀναβαίνουσα ῥοή, κάτωθεν δηλαδή, ἐκεῖνο δὲ μὴ καταρρέουσα ὑγρότης,ἀλλὰ δαπανωμένη ἄνω, ὑφ' ἧς οἱ ἀστέρες τρεφόμενοι διαγίνονται. ἢ καὶ ἄλλως,νέκταρ καὶ ἀμβροσία αἱ ἐκ γῆς ἀναβαίνουσαι ῥοαὶ ὑγραὶ καὶ αὖθις νέον καταρρέουσαι, ἀφ' ὧν καὶ οἱ ἀστέρες δοκοῦσι τρέφεσθαι. ὃ δὴ καὶ Ὠκεανὸς κύκλῳ ῥέωνὑπὸ τῶν παλαιῶν νενόηται καὶ ὑφ' Ὁμήρου Ὠκεανὸς θεῶν γένεσις λέγεται. Ὅτιδὲ τὸ νέκταρ ἐτυμολογεῖται καὶ παρὰ τὸ νέον ἀεὶ κτέαρ εἶναι, καὶ εἴ τι ἄλλο ἄξιον 1.692 λόγου, καὶ ἀλλαχοῦ δηλοῦται, ὥσπερ καὶ τὸ θείας εἶναί τινας λέξεις τὸ νέκταρκαὶ τὴν ἀμβροσίαν. διὸ καὶ πολλὰ τῶν καλῶν σωμάτων τε καὶ πραγμάτωνἐκεῖθεν παρωνυμοῦνται. λόγος οὖν ἀμβρόσιος καὶ νὺξ ἀμβροσία καὶ ἀμβρόσιαιχαῖται καὶ ἀμβρόσιον στόμα παρ' Εὐριπίδῃ καὶ νεκτάρεος ἑανός καὶ χιτών καὶοἶνος δέ, κατὰ τὸ «ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ». Φασὶ δὲ οἱ παλαιοὶπαρθένων ἔργον εἶναι τὸ οἰνοχοεῖν καὶ ἀνδρῶν δὲ νέων, ὧν καὶ τὸ ὑπηρετεῖν.ὅθεν καὶ παῖδες οἱ δοῦλοι καὶ παιδίσκαι διὰ τὸ τῆς παιδικῆς ἡλικίας ὑπηρετητικόν. (ῃ. 6) Ὅτι ὥσπερ ἐκ τοῦ βάλλειν μετὰ τῆς ˉὑˉπˉο προθέσεως γίνεται τὸὑποβλήδην, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ κεῖται, [καὶ μετὰ τῆς ˉἀˉνˉα προθέσεως τὸ «ἀμβλήδην γοόωσα», ὡς ἐκ τοῦ μουσικῶς ἀναβάλλεσθαι κατὰ τὸ «ἀνεβάλλετο καλὸνἀείδειν»,] οὕτω καὶ ἐνταῦθα τὸ παραβλήδην, ὃ δηλοῖ τὸ ἐκ παραβολῆς καὶσυγκριτικῶς. φησὶ γάρ, ὅτι αὐτίκ' ἐπειρᾶτο Ζεὺς ἐρεθιζέμεν Ἥρην κερτομίοιςἐπέεσσι παραβλήδην ἀγορεύων. (ῃ. 7-12) Ὁ δὲ λόγος τῆς παραβολῆς,ἤγουν συγκρίσεως, ἦν, ὅτι «δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, Ἥρη τ'Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη· ἀλλ' ἤτοι «ταί», ἤγουν αὗται, ὑμεῖς,»νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον, τῷ δ' αὖτε φιλομειδὴς Ἀφροδίτη»,μία δηλαδὴ αὐτῷ ἀρηγὼν οὖσα, «αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει.καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι». ἔχει δὲ τὸ κέρτομον ὁ λόγος οὐ μόνον,διότι τὰς δύο συγκρίνει τῇ μιᾷ, ἀλλὰ καί, ὅτι ἐκείνων τῶν δύο ἡ μὲν τοῖςἈργείοις ἐπονομάζεται· Ἀργεία γὰρ λέγεται Ἥρα, διὸ καὶ ἐπικουρεῖν ἐκείνοιςὀφείλει. Ἀθηνᾶ δὲ ἀλκῆς καὶ μένους οὖσα ἐπώνυμος, ὅμως ἀγεννῶς ἐκθηλύνεται.Ἀφροδίτη δέ, ἡ φιλομειδής, κρεῖττόν τι ἔχει ἐκείνων. ὁ δὲ ῥηθεὶς λόγος παρῳδηθεὶς ἔσται ποτὲ χρήσιμος καὶ ἐπί τινος πλείονας μὲν ἔχοντος βοηθούς, χαύνουςδέ. Ὅρα δέ, ὅτι ἡ σύγκρισις οὐκ ἀνδρειοτέραν τῶν δύο τὴν μίαν εἶναι συνάγει·πῶς γὰρ ἐὰν καὶ μόνη ἀλλαχοῦ Ἀθηνᾶ τὴν Ἀφροδίτην ἀχρείαν ἐκφαίνῃ καὶ∆ιομήδης δὲ συναιρομένης Ἀθηνᾶς βάλλῃ ἐκείνην; ἀλλ' ἡ ἀγωγὴ αὕτη τῆς συγκρίσεως ἐπιμελεστέραν ποιεῖ τῶν δύο τὴν μίαν, εἴπερ αὐταὶ μὲν χωρὶςκάθηνται, ἡ δὲ