423
εἰς ἡμᾶς συνέπραττεν ἀγνωμονοῦσι. μάλιστα δὲ ἐκείνων τὴν ἀβελτηρίαν καὶ τὴν ἄνοιαν θαυμάζειν, εἰ μετὰ τοσαύτας ἀποδείξεις τῆς εἰς βασιλίδα εὐνοίας καὶ τοὺς παῖδας, ἔτι διπλᾶ περὶ αὐτοῦ λογίζονται καὶ ἀμφισβητοῦσιν, εἰ διὰ τέλους εὐμενὴς αὐτοῖς μενεῖ. τὸ μὲν γὰρ ἐν μεγάλοις αὐτὸν τὴν φιλοτιμίαν ἐπιδείκνυσθαι, καὶ οἷα οὔπω πρότερον τοῖς Ῥωμαίων βεβασιλευκόσιν οὐδέσιν ἐφιλοτιμήθη, καὶ διὰ τοῦτο καὶ τοὺς βασιλίδι προσκειμένους μὴ δύνασθαι πιστὰ ἡγεῖσθαι, οὐδὲν ἀπεικός. τίνι γὰρ τῶν προτέρων τοῦτο βασιλέων ἐτολμήθη, ὥστε μετὰ τὴν τῶν ἀντιπάλων ἧτταν καὶ τὸ πᾶσαν ὑφ' ἑαυτοὺς ποιήσασθαι τὴν ἡγεμονίαν, αὖθις συνάρχοντας αἱρεῖσθαι τοὺς προτέρους βασιλεύοντας· μᾶλλον δὲ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ πλέον προσνέμειν τῆς ἀρχῆς ἐκείνοις, οἷα δὴ ἐκείνου μὲν ἐπὶ χρόνον τινὰ τοῖς πράγμασι χρησομένου, ἐκείνοις δὲ καὶ πρὸς παίδων διαδοχὴν μενούσης τῆς ἀρχῆς; πάντως οὐδενί. τὸ δὲ αἴτιον, ὅτι ἐκείνοις μὲν οὐδὲν ἕτερον ἐσπουδάζετο, ἢ ἐξ ἑτέρων εἰς ἑαυτοὺς μετάγειν 3.45 τὴν ἀρχὴν, ἑτέρου δὲ ἔμελεν οὐδενὸς, ἐκείνῳ δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ἐξαρχῆς εἶναι σπουδαζόμενον, σωτῆρα καὶ κηδεμόνα φαίνεσθαι τῶν βασιλέως τοῦ φίλου παίδων καὶ μηδὲν ἀνάξιον τῆς εἰς ἐκεῖνον φιλίας ὁρᾶσθαι ποιοῦντα καὶ μετὰ τελευτὴν, τὸ δ' ὕστερον ἐλθεῖν ἐπὶ τὴν βασιλείαν, οὐ προαιρέσεως ἰδίας εἶναι, οὐδ' ἐπιθυμίας τιμῆς βασιλικῆς, τὴν ἴσην γὰρ ἐξῆν καρποῦσθαι μένοντα καὶ ἐπὶ σχήματος, ἀλλὰ τῆς ἀνάγκης, ἤδη τοῦ ἐμφυλίου πολέμου κεκινημένου. σώζεσθαι γὰρ ἑτέρως οὐκ ἐνῆν, οὕτω καταψηφισθέντα τὴν ἐπὶ θάνατον ἐρήμην. οὐδὲν μὲν οὖν θαυμαστὸν ἔφασκεν, εἰ καὶ ἐκεῖνοι τοῖς οὕτω μεγάλοις ἀπιστοῦσιν, ἐκεῖνο δὲ δίκαιον αὐτῶν κατηγορεῖν, εἰ καὶ μετὰ τὴν ἐναργῆ τῶν πραγμάτων ἔκβασιν ἔτι δυσνοεῖν αὐτὸν περὶ βασιλίδα καὶ τοὺς παῖδας οἴονται. εἰ γὰρ τοιαύτην εἶχε γνώμην, οὐκ ἂν προήκατο τὸν καιρὸν, ἡνίκα Βυζαντίου μὲν ἐκράτει βίᾳ, ἑλὼν τοῖς ὅπλοις, βασιλὶς δὲ μετὰ τῶν παίδων ἐν βασιλείοις ἐπολιορκεῖτο, ἐπικουρία δὲ οὐδαμόθεν ἦν, ἀπορία δὲ τῶν ἀναγκαίων παντελὴς, καὶ οἱ συνόντες ἐπεβούλευον, καὶ κομιδῇ πάντα ἦσαν ἐν στενῷ· νεῦσαι δὲ ἐξήρκει μόνον καὶ πάντας ἄρδην ἀπολέσθαι. εἰ δὲ τότε πάντα πράττειν ἔχων εὐχερῶς, οὐ τὰ ἥδιστα μᾶλλον ἢ τὰ βέλτιστα ἠθέλησε, καὶ ὅρκους παρέσχετο ἐπ' ἀμνηστίᾳ τῶν κακῶν, ἀνάγκης οὐδεμιᾶς ὑπούσης, καὶ τὴν θυγατέρα ἐξέδωκε τῷ νέῳ βασιλεῖ καὶ πάντα ἔπραξεν, ὅσα οὐδ' ἂν εἷς τῶν ἄκραν εὐγνωμοσύνης ἐννοούντων ἤλ 3.46 πισεν ὑπερβολὴν, τίν' ἔχει λόγον ὑποπτεύειν νῦν καὶ νομίζειν, ὀφθήσεσθαί ποτε κακὸν περὶ βασιλέα τὸν γαμβρὸν, ἀλλ' οὐδεμίαν ἀπολείπειν ἀνοίας ὑπερβολήν; «ταῦτα μὲν οὖν» ἔφασκεν «ἐκείνοις τε ἔλεγχος πρὸς τὴν ἀγνωμοσύνην καὶ ὑμῖν πρὸς τὴν ἀξίωσιν ἀπολογία. οὐ γὰρ δίκαια οὐδὲ ἄλλως ἐννοεῖσθε δυνατά. βασιλέα γὰρ τὸν ἐμὸν γαμβρὸν οὔτε ἀποκτείνειν δυνατὸν, οὔτ' ἀποστερεῖν τῆς βασιλείας μετὰ τῆς θυγατρὸς τὸν γάμον. οὔτε μὴν βασιλίδι τῇ μητρὶ δίκαιον ἐγκαλεῖν ἐφ' οἷς οὐδὲν συνῄδει, ἀλλὰ πᾶσαν αὐτοῖς προσάγειν βούλομαι πάντας, καὶ τὴν εὔνοιαν καὶ τὴν αἰδῶ, καθὼς προσήκει βασιλεῦσι. τοὺς δ' ἀγνωμονήσαντας ἐκείνους καὶ ῥάψαντας τὴν ἐπιβουλὴν ἐγὼ τὰς ἀξίας τῆς ἐπιορκίας ἀπαιτήσω δίκας.» ὁ μὲν οὖν βασιλεὺς τοιαῦτα τοῖς ἐν τέλει διειλέχθη, ἐφ' οἷς ἤλπιζον αὐτὸν ἐξορμήσειν ἐπὶ τὸ κακῶς περὶ βασιλίδα διατίθεσθαι καὶ βασιλέα τὸν γαμβρόν. ἐπεὶ δὲ ἐκεῖνοι ἔγνωσαν ἀνηνύτοις ἐπιχειροῦντες καὶ, τὸ λεγόμενον, τοξεύοντες εἰς οὐρανὸν, ἀπογνόντες τὸ ἐκεῖνον μεταπείθειν, ἐπὶ βασιλίδα ἐχώρουν τὴν Εἰρήνην, οἰόμενοι περιγενήσεσθαι ἐκείνης καὶ πείσειν αὐτοῖς προσέχειν, ὡς λυσιτελῆ βουλευομένοις. ὡς δὲ καὶ αὐτὴ ταῖς ἴσαις ἢ καὶ αὐστηροτέραις ἠμείβετο ἀπολογίαις, καὶ παύεσθαι ἐκέλευε μεγάλαις αὖθις συμφοραῖς τοὺς Ῥωμαίους ἐπιχειροῦντας περιβάλλειν, ὥσπερ τοὺς ἐλέγχους αἰσχυνθέντες, οἱ μὲν καὶ παντελῶς ἡσύχασαν, 3.47 ἔνιοι δὲ αὐτῶν, ὅσοις ὁ βίος ταραχῆς ἀνάπλεως καὶ θορυβώδης ἦν, ἡσυχάσαντες ἐπὶ μικρὸν, ἔπειτα Ματθαῖον ἔπεισαν τὸν βασιλέως υἱὸν, ∆ιδυμότειχον καὶ τὴν Ἀδριανοῦ καὶ τὰς περὶ αὐτὰ