423
Κτησιφῶντα γενόμενος ἐξ ἐπιβουλῆς Φιλίππου τοῦ ἐπάρχου τοῦ δορυφορικοῦ ἀνῃρέθη. ουτος γὰρ ὁ Γορδιανὸς αρξας επαρχον τὸν οἰκεῖον προεχειρίσατο πενθερὸν Τιμησοκλέα καλούμενον. μέχρι μὲν ουν περιῆν ἐκεῖνος, 3.130 καλῶς ειχε τὰ τῆς ἐξουσίας τῷ αὐτοκράτορι καὶ κατὰ ῥοῦν ἐφέρετό οἱ τὰ πράγματα, Τιμησοκλέους δὲ τελευτήσαντος Φίλιππος προκεχείριστο επαρχος. καὶ στασιάσαι τοὺς στρατιώτας βουλόμενος τὰς αὐτῶν σιτήσεις ἠλάττωσεν, ὡς τοῦτο τάχα κεκελευκότος τοῦ αὐτοκράτορος. οἱ δέ φασιν οτι τὸν σῖτον ἐπέσχε τὸν εἰς τὸ στρατόπεδον κομιζόμενον, ωστε τοὺς στρατιώτας ἐνδείᾳ πιέζεσθαι, κἀντεῦθεν αὐτοὺς πρὸς στάσιν ἐρεθισθῆναι. στασιάσαντες δὲ κατὰ τοῦ αὐτοκράτορος ἐπανέστησαν ὡς αἰτίου αὐτοῖς γεγονότος λιμοῦ, καὶ ἐπελθόντες ἀπέκτειναν αὐτόν, ἐπὶ ἐνιαυτοὺς ἡγεμονεύσαντα εξ. καὶ ὁ Φίλιππος αὐτίκα ἐπεπήδησε τῇ ἀρχῇ. ὡς δ' ἀπηγγέλη τῇ γερουσίᾳ ἡ τοῦ Γορδιανοῦ σφαγή, ετερον αὐτοκράτορα διήγειρεν αὐτὴν προχειρίσασθαι. καὶ ἀνεῖπεν αὐτίκα Καίσαρα Μάρκον τινὰ φιλόσοφον. ὁ δὲ πρὶν ἐρεῖσαι τὸν πόδα τῇ αὐταρχίᾳ θνήσκει αἰφνίδιον ἐν τῷ παλατίῳ διάγων. τοῦ δὲ θανόντος κρατεῖ τῆς ̔Ρωμαίων ἡγεμονίας Σευῆρος ̔Οστιλιανός. ἀλλὰ καὶ ουτος ουπω σχεδὸν ταύτης ἐπειλημμένος ἀπέτισε τὸ χρεών. νοσήσας γὰρ καὶ φλεβοτομηθεὶς ἐτελεύτησεν. ̓Επανελθὼν ουν ὁ Φίλιππος ἐγκρατὴς ἐγένετο τῆς τῶν ̔Ρωμαίων ἀρχῆς. ἐν δὲ τῷ ἐπανιέναι τὸν υἱὸν Φίλιππον κοινωνὸν τῆς βασιλείας προσείλετο. σπονδὰς δὲ πρὸς Σαπώρην θέμενος τὸν τῶν Περσῶν βασιλεύοντα, τὸν πρὸς Πέρσας κατέλυσε πόλεμον, παραχωρήσας αὐτοῖς Μεσοποταμίας καὶ ̓Αρμενίας. γνοὺς δὲ ̔Ρωμαίους ἀχθομένους διὰ τὴν τῶν χωρῶν τούτων παραχώρησιν, μετ' ὀλίγον ἠθέτησε τὰς συν3.131 θήκας καὶ τῶν χωρῶν ἐπελάβετο. ην δὲ ὁ Σαπώρης, ὡς ἱστόρηται, ὑπερμεγέθης τὸν ογκον τοῦ σώματος, καὶ οιος ουπω τότε ωφθη ἀνήρ. ̓Επαναζεύξας δὲ ὁ Φίλιππος εὐμενὴς ην τοῖς χριστιανοῖς, μάλιστα δὲ κατὰ ἐνίους καὶ προσετέθη τῇ πίστει Χριστοῦ, ωστε καὶ εὐχῶν ἐπ' ἐκκλησίας κοινωνῆσαι χριστιανοῖς καὶ ἀσμένως ἐξαγορεῦσαι οσα οἱ ἡμάρτητο. οὐ γὰρ αλλως εἰς κοινωνίαν παρὰ τοῦ προεστῶτος τῆς ἐκκλησίας ἐδέχετο, εἰ μὴ ἐξομολογήσεται καὶ τοῖς αἰτοῦσι μετάνοιαν ἑαυτὸν καταλέξει· κἀκεῖνον λέγεται πειθαρχῆσαι. φασὶ μέντοι τινὲς τοῦτον ειναι τὸν πατέρα τῆς μάρτυρος Εὐγενίας· ἀλλὰ περὶ τὴν δόξαν ταύτην πεπλάνηνται. επαρχος μὲν γὰρ κἀκεῖνος γενέσθαι ἱστόρηται, ἀλλ' Αἰγύπτου, καὶ οὐ τοῦ δορυφορικοῦ· καὶ μετὰ τὴν εἰς Χριστὸν πίστιν ἐκεῖνος παραιτησάμενος τὴν ἀρχὴν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσατο καὶ μαρτυρίῳ κεκόσμηται. Ουτος δ' ὁ αὐτοκράτωρ Φίλιππος πρὸς Σκύθας ἀράμενος πόλεμον εἰς ̔Ρώμην ἐπανῆλθεν. ἐν δὲ Μυσοῖς Μαρῖνός τις ταξιάρχης ων παρὰ τῶν στρατιωτῶν βασιλεύειν ᾑρέθη. καὶ διὰ τοῦτο ὁ Φίλιππος τεθορύβητο, καὶ τῇ συγκλήτῳ διελέχθη περὶ τῆς στάσεως. τῶν αλλων δὲ σιωπώντων ὁ ∆έκιος μὴ δεῖν φροντίζειν ειπεν αὐτῷ περὶ τοῦ Μαρίνου, ὡς παρ' αὐτῶν ἀναιρεθησομένου τῶν στρατιωτῶν, οια ἀναξίου τῆς βασιλείας τυγχάνοντος. ο μετ' ὀλίγον κατὰ τὴν ἐκείνου γέγονε πρόρρησιν. θαυμάσας ουν ὁ Φίλιππος διὰ τοῦτο τὸν ∆έκιον, ἀπελθεῖν προετρέπετο εἰς Μυσίαν καὶ κολάσαι τοὺς αἰτίους τῆς στάσεως. ὁ δὲ τὴν ἀποστολὴν παρῃτεῖτο, λέγων μήθ' ἑαυτῷ μήτε τῷ στέλλοντι συμφέρειν αὐτὸν ἐκεῖ ἀπελθεῖν. ὁ δὲ 3.132 Φίλιππος καὶ ετι ἐνέκειτο. κἀκεῖνος καὶ ακων ἀπῄει· καὶ ἀπελθόντα εὐθὺς αὐτὸν οἱ στρατιῶται βασιλέα εὐφήμησαν. τοῦ δὲ ἀπαναινομένου, τὰ ξίφη σπασάμενοι δέξασθαι αὐτὸν ἠνάγκασαν τὴν ἀρχήν. γράφει ουν ἐκεῖθεν τῷ Φιλίππῳ μὴ ταραχθῆναι· εἰ γὰρ ἐπισταίη τῇ ̔Ρώμῃ, ἀποθήσεται τὰ τῆς βασιλείας παράσημα. ἀλλ' ἀπιστήσας τούτῳ ὁ Φίλιππος ἐξεστράτευσε κατ' αὐτοῦ· καὶ συμβαλὼν τοῖς τοῦ ∆εκίου επεσεν ἐν πρώτοις ἀγωνιζόμενος· σὺν αὐτῷ δὲ καὶ ὁ υἱὸς αὐτοῦ ἀνῄρητο Φίλιππος. ων θανόντων τῷ ∆εκίῳ ξύμπαντες προσεχώρησαν. ἐβασίλευσε δὲ κατὰ μέν τινας πέντε ἐνιαυτούς, καθ' ἑτέρους δὲ εξ ἐπὶ τοσούτοις μησίν. ωρμητο δ' ἐκ Βόστρων, οπου καὶ πόλιν