424
πολίχνας κατασχεῖν, ἰδίαν συστησάμενον ἡγεμονίαν μετ' αὐτῶν. πρόφασις δὲ ἦν καὶ πρὸς ἐκεῖνον τῆς ἀποστασίας τοῖς στασιασταῖς, ὅτι βασιλεὺς ὁ πατὴρ μετὰ τοὺς μυρίους πόνους καὶ κινδύνους καὶ τὴν πολλὴν ἀπόδειξιν τῆς εἰς αὐτὸν εὐνοίας, ἐπεὶ περιεγένοντο τῶν πολεμίων, τῇ περὶ βασιλέα Ἰωάννην τὸν γαμβρὸν εὐνοίᾳ οὐ μόνον ἐκεῖνον, ἀλλὰ καὶ τοὺς περὶ αὐτὸν ἅπαντας προτιμήσαι, καὶ τά τε ὄντα αὐτοῖς ὑπ' ἐκείνων πρότερον ἡρπασμένα, οὐκ ἐάσειεν ἀπολαμβάνειν, ἀλλ' ἔχοντας περιορᾷν, ἵν' ἀλγῶσι μᾶλλον, καὶ πᾶσαν πρόνοιαν ποιοῖτο τὴν δυναστείαν τῷ νέῳ βασιλεῖ περιποιεῖν· ὃς καὶ νῦν μετὰ τῶν προσκειμένων ἀθετήσας τοὺς ὅρκους, βουλεύσειε δρασμόν. ἃ εἰ προὐχώρει κατὰ γνώμην, οὐδὲν ἂν ἐκώλυεν αὖθις εἶναι ἐν πολέμοις καὶ κινδυνεύειν καὶ περὶ τῆς σωτηρίας αὐτόν τε καὶ πάντας αὐτοὺς ὁμοίως. ἃ ἐκέλευον αὐτὸν ἐν φροντίδι τίθεσθαι καὶ μὴ οὕτως ἀπερισκέπτως τῶν κινδύνων περιμένειν τὸν καιρὸν, πράττοντα μηδὲν ὑπ' ἀβουλίας, ἀλλὰ πρόνοιάν τινα αὐτοῦ ποιεῖσθαι καὶ αὐτῶν, ἵν', εἰ βασιλεὺς ὁ γαμβρὸς γένοιτο τῆς ἀρχῆς ἁπάσης ἐγκρατὴς, ἢ τοῦ πατρὸς βασιλέως τελευτήσαντος, ἢ τρόπῳ δή τινι ἑτέρῳ, ἔξω κινδύνων αὐτὸς μετὰ τῶν φίλων εἴη. μηδὲ γὰρ οἴεσθαί ποτε εὐνοήσειν αὐτῷ βασιλέα τὸν γαμβρὸν, ἀλλ' ἀμυνεῖσθαι πάντα 3.48 τρόπον καὶ σπουδάσειν ποιεῖν ἐκ μέσου, οἰόμενον ἀμφισβητήσειν αὐτῷ περὶ τῆς βασιλείας, οἷα δὴ καὶ αὐτὸν βασιλέως ὄντα παῖδα καὶ δίκαιον ὄντα τὴν πατρῴαν ἀρχὴν κληρονομεῖν· συνεβούλευόν τε τὰς εἰρημένας πόλεις ὑποποιεῖσθαι καὶ τῆς ἄλλης ἡγεμονίας Ῥωμαίων ἀποτέμνειν οὐ παντάπασιν, ἀλλὰ μετὰ τὴν ἀποστασίαν δεήσεσθαι αὖθις βασιλέως τοῦ πατρὸς, ὥστε ὅρκους παρασχέσθαι συστρατεύεσθαι μὲν ἐκείνῳ μετὰ τῆς ἐγκαθιδρυμένης στρατιᾶς αὐτοὺς, ὅποι ἂν κελεύοι, τὴν δ' ἄλλην ἅπασαν ἀρχὴν τῶν πόλεων εἶναι πρὸς αὐτὸν, καὶ ζῶντος τοῦ πατρὸς καὶ μετὰ τελευτήν. οὕτω γὰρ ἐν ἀσφαλείᾳ ἔσεσθαι αὐτόν τε καὶ φίλους, καὶ βασιλέα τὸν γαμβρὸν, κἂν βούλοιτο, μηδὲν δυνήσεσθαι δεινὸν ἐπάγειν. οἱ μὲν οὖν τοιαῦτα παρῄνουν, ἠρέμα τὸν νέον εἰς ἀποστασίαν ἄγοντες καὶ σπέρματα καταβάλλοντες πονηρὰ τῆς μετὰ ταῦτα πονηροτέρας ἐσομένης βλάστης. ηʹ. Πειθόμενος δὲ αὐτοῖς τοῦ βασιλέως ὁ υἱὸς διὰ τοὺς ἐπισειομένους φόβους καὶ κινδύνους, ἐπεχείρησε τῷ ἔργῳ, ᾗ ἐκεῖνοι ἐβουλεύοντο, καὶ τὰς πόλεις ἀφίστη πρὸς ἑαυτὸν, γνώμην ἔχων ὡς ὕστερον δεησόμενος βασιλέως τοῦ πατρὸς, τὴν μὲν ἀρχὴν τῶν πόλεων αὐτὸν ἔχειν διὰ βίου, τελεῖν δὲ ὑπὸ τὴν αὐτοῦ τε καὶ βασιλέως τοῦ γαμβροῦ ἡγεμονίαν. ἐπεὶ δὲ ἐπύθετο ὁ βασιλεὺς, ὀργῇ μὲν ἐφέρετο ἀκράτῳ πρὸς τοὺς τὰ τοιαῦτα πεπεικότας καὶ ἤδη ὥρμητο πρὸς τιμωρίαν. ἔπειτα 3.49 ἡμερότητι κεράσας τὸν θυμὸν, ᾔδει γὰρ ἐπιεικείᾳ ῥᾷον προσαξόμενος τὸν υἱὸν, Εἰρήνην βασιλίδα τὴν ἐκείνου μητέρα ἔπεμπε διαλλάξουσαν ἐκεῖνον τῷ πατρὶ καὶ τῶν ἀτόπων ἔργων ἀποστήσουσαν. ἡ δὲ ὀφθεῖσα μόνον τῷ υἱῷ, ῥᾷστα πάντα τὰ προσκόμματα διέλυε καὶ τὰς ὑποψίας. ἦν γὰρ οὐ συνετὴ μόνον καὶ δεινὴ χρήσασθαι πράγμασι μεγάλοις καὶ μεταποιῆσαι, ᾗ ἐβούλετο, ἀλλὰ καὶ Ματθαῖον τὸν υἱὸν ἐξόχως τῶν ἄλλων μᾶλλον φιλοῦσα παίδων καὶ φιλουμένη ὑπ' αὐτοῦ. ὅθεν οὐδὲ λόγων ἐδεήθη πρὸς αὐτὸν, ἀλλ' ἐκέλευε μόνον, καὶ πάνθ' ὑπήκουεν ἐκεῖνος. ἔπειτα τοὺς τῆς στάσεως αἰτίους λόγοις ἐπιπλήξασα καὶ ἀπειλήσασα τὰ δεινότατα, εἰ τοιαῦτα αὖθις πανουργεύοιντο, ἦσαν γὰρ αὐτῇ τῶν καθ' αἷμα προσηκόντων, καὶ τὸν υἱὸν, ὥσπερ καὶ πρότερον, πάνθ' ὑπείκοντα προθύμως ἀποδείξασα βασιλεῖ τῷ πατρὶ, ἀνέστρεφε. γενομένη δὲ ἐν Βυζαντίῳ, Ἀνδρόνικον εὗρε τὸν νεώτερον ἀποτεθνηκότα τῶν υἱῶν ὑπὸ τοῦ τότε ἐνσκήψαντος λοιμοῦ, ὃς ἐκ τῶν Ὑπερβορέων πρῶτον ἀρξάμενος Σκυθῶν, πάντα ἐπέδραμε σχεδὸν τὰ παράλια τῆς οἰκουμένης καὶ τὸ πολὺ διέφθειρε τῶν ἐνοικούντων. οὐ γὰρ Πόντον μόνον διῆλθε καὶ Θρᾴκην καὶ Μακεδονίαν, ἀλλὰ καὶ Ἑλλάδα καὶ Ἰταλίαν καὶ νήσους ἁπάσας, Αἴγυπτόν τε καὶ Λιβύην καὶ Ἰουδαίαν καὶ Συρίαν, καὶ κύκλῳ πᾶσαν σχεδὸν τὴν οἰκουμένην. οὕτω 3.50 δὲ ἦν ἄμαχον τὸ κακὸν, ὡς μήτε δίαιταν μηδεμίαν, μήτε ῥώμην σώματος