424
βασιλεύσας ἐπώνυμον ἑαυτῷ ἐδομήσατο, Φιλιππούπολιν ὀνομάσας αὐτήν. Ο γε μὴν ∆έκιος πάντων, ὡς ειρηται, τῶν στρατευμάτων προσχωρησάντων αὐτῷ εἰς τὴν ̔Ρώμην ἐπανελήλυθε καὶ τῆς ἡγεμονίας γέγονεν ἐγκρατής. ἀποσκοπήσας δὲ πρὸς τὸν τῆς ἐξουσίας ογκον καὶ τὴν τῶν πραγμάτων οἰκονομίαν, ὡς ενιοι λέγουσι, τὸν Βαλεριανὸν ἐπὶ τῇ τῶν πραγμάτων διοικήσει προσείλετο. καὶ αὐτίκα ἀλλήλους εἰς θεομαχίαν παρακροτήσαντες, διωγμὸν ἐπήγειραν κατὰ τῶν χριστωνύμων σφοδρότατον. εἰσὶ δ' οι καὶ δι' εχθος τὸ πρὸς τὸν Φίλιππόν φασι τοῖς χριστιανοῖς ἐπιθέσθαι τὸν ∆έκιον, οια παρ' ἐκείνου σεβαζομένοις· ἐμεμήνει γοῦν κατὰ τῶν πιστῶν. οτε καὶ Φλαβιανὸς ὁ τῆς ἐν ̔Ρώμῃ προϊστάμενος ἐκκλησίας ετυχε τέλους μαρτυρικοῦ, καὶ Βαβύλας ὁ τῶν ἐν ̓Αντιοχείᾳ πιστῶν 3.133 τὴν ἐκκλησίαν διέπων, καὶ ̓Αλέξανδρος ὁ τῶν ̔Ιεροσολύμων ἐπίσκοπος, ος οὐ τότε πρώτως ὑπερήθλησε τῆς εἰς τὸν σωτῆρα κύριον πίστεως, ἀλλὰ καὶ πρῴην, ὡς ηδη προείρηται, καὶ τότε δὲ καθειρχθεὶς κατὰ τὸ δεσμωτήριον τελευτᾷ. ἀλλὰ καὶ ὁ μέγας Κυπριανὸς τῆς Καρθαγένης ἐπίσκοπος ων τηνικαῦτα τῆς εἰς Χριστὸν ὑπερήθλησε πίστεως. τῶν ουν εἰρημένων ἀρχιερέων μετηλλαχότων τὸν βίον, ἐν μὲν ̔Ρώμῃ ἀντὶ Φλαβιανοῦ Κορνήλιος ἐπεσκόπησεν, ἐν ̓Αντιοχείᾳ δὲ ἀντὶ Βαβύλα Φλαβιανός, καὶ ἐν ̓Αλεξανδρείᾳ ∆ιονύσιος, ἐν δ' ̔Ιεροσολύμοις ἀντὶ ̓Αλεξάνδρου Μαζαβάνης· καὶ αλλοι δὲ πλεῖστοι τότε μαρτυρίου κατηξιώθησαν. Τότε καὶ ̓Ωριγένης παρήχθη μὲν εἰς βῆμα τυραννικὸν ὡς σεβόμενος τὸν Χριστόν, οὐκ ετυχε δὲ τέλους μαρτυρικοῦ, οιμαι τοῦ θεοῦ ταύτης αὐτὸν μὴ κρίναντος αξιον διὰ τὸ περὶ τὰ ὀρθόδοξα δόγματα τοῦ ἀθλίου ἐκείνου διάστροφον. λειποτακτεῖ γάρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. ουτος, ὡς εμπροσθεν ειρηται, μέγας ἐν λόγοις γενόμενος κἀντεῦθεν ὑπερφρονήσας καὶ ἀλαζονευσάμενος, οὐ τοῖς τῶν πρὸ αὐτοῦ πατέρων ἱερῶν ἠκολούθησε δόγμασιν, ἀλλ' ἑαυτῷ θαρρήσας καινῶν δογμάτων εἰσαγωγεὺς ἐχρημάτισε, καὶ βλασφημίας εις τε τὴν ἁγίαν τριάδα καὶ εἰς τὴν θείαν ἐνανθρώπησιν ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξηρεύξατο, καὶ πάσης σχεδὸν αἱρέσεως ἐγένετο ἀρχηγός. τόν τε γὰρ μονογενῆ τοῦ θεοῦ υἱὸν κτιστὸν ἐδογμάτισε καὶ τῆς δόξης αὐτὸν ἠλλοτρίου καὶ τῆς οὐσίας τῆς πατρικῆς· καὶ τὸ πνεῦμα τὸ αγιον ὑπεβίβαζε τῆς τοῦ πατρὸς ἀξίας καὶ τῆς τοῦ υἱοῦ, λέγων ὡς ουτε τὸν πατέρα δύναται ὁρᾶν ὁ υἱὸς ουτε μὴν τὸν υἱὸν τὸ πνεῦμα, 3.134 ωσπερ οὐδὲ οἱ αγγελοι τὸ πνεῦμα ουτε τοὺς ἀγγέλους οἱ ανθρωποι. αυται μὲν αἱ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος βλασφημίαι τοῦ ̓Ωριγένους· περὶ δέ γε τὴν ἐνανθρώπησιν τοῦ υἱοῦ τοῦ θεοῦ ἐβλασφήμει, δυσσεβῶς εἰσάγων μὴ σάρκα ἐψυχωμένην ἐκ τῆς παρθένου τῆς ἁγίας λαβεῖν τὸν Χριστόν. ἡνῶσθαι γὰρ ἐμυθεύετο τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν πρὸ καταβολῆς κόσμου τῷ νῷ, ον ἀνέπλαττεν ἐκεῖνος ἐκλελεγμένον καὶ κλόνον οὐχ ὑποστάντα, καὶ σὺν τούτῳ ἐπ' ἐσχάτων ἐνανθρωπῆσαι καὶ σάρκα προσειληφέναι δίχα ψυχῆς λογικῆς τε καὶ νοερᾶς. καὶ ἀποθέσθαι δὲ τὴν σάρκα πάλιν τὸν κύριον, καὶ τέλος εξειν τὴν βασιλείαν αὐτοῦ ἐδογμάτιζε. καὶ τῶν δαιμόνων εἰσηγεῖτο εσεσθαι μέλλειν ἀποκατάστασιν, καὶ τὴν κόλασιν χρονικήν, ἀλλ' οὐκ αἰωνίζουσαν· πρὸς κάθαρσιν δὲ τῶν ἁμαρτημάτων γενήσεσθαι, μετὰ τὸ καθαρθῆναι δὲ πάντας εἰς τὴν ἑνάδα ἀποκαταστῆναι καὶ τοὺς ἀνθρώπους καὶ τοὺς δαίμονας. τὰ δὲ περὶ τῆς ἑνάδος ταύτης, πολλῆς μακρηγορίας δεόμενα, ιν' ὁ ταύτης υθλος σαφηνισθείη, παρείθησαν, ωσπερ καὶ αλλαι τῶν ἐκείνου βλασφημιῶν. Τὰ μὲν ουν κατὰ τὸν ̓Ωριγένην, ον ἐκάλουν καὶ ̓Αδαμάντιον, ἐν τούτοις· τότε δὲ καὶ Ναυάτος τῆς κατὰ ̔Ρώμην ἐκκλησίας πρεσβύτερος αἱρεσιάρχης ἐγένετο καὶ τῶν καλούντων ἑαυτοὺς Καθαροὺς ἀρχηγός, ἀρνούμενος τοῖς ἐν τῷ διωγμῷ ὑποκύψασι καὶ θυσίαν τοῖς εἰδώλοις προσαγαγοῦσιν, ειτ' ἐπιστρέφουσι καὶ ἐξομολογουμένοις, τὴν μετάνοιαν, καὶ προσπίπτοντας αὐτοὺς καὶ θεραπείαν ζητοῦντας τοῦ σφάλματος ἐν μεταμελείᾳ καὶ συντριβῇ καρδίας μὴ προσιέμενος. καθ' ου καὶ σύνοδος ἐν ̔Ρώμῃ συνέστη, Κορνηλίου ταύτης