425
δυνηθῆναι ἀντισχεῖν. πάντα γὰρ ὁμοίως καθῄρει καὶ ἰσχυρὰ καὶ ἀσθενῆ σώματα, καὶ οἱ μάλιστα θεραπευόμενοι ὁμοίως ἀπέθνησκον τοῖς ἀπορωτάτοις. ἄνοσον μὲν γὰρ ἦν ἐκεῖνο τὸ ἔτος παντάπασιν εἰς τὰς ἄλλας ἀσθενείας. εἰ δέ τις καὶ προέκαμνέ τι, πάντα εἰς ἐκεῖνο κατέληγε τὸ νόσημα, καὶ οὔτε ἰατρῶν ἐξήρκει τέχνη οὐδεμία, οὔτε παρόμοιον πᾶσιν ἦν, ἀλλ' οἱ μὲν αὐτίκα οὐδὲ πρὸς βραχὺ ἀντέχοντες αὐθημερὸν ἀπέθνησκον, ἔνιοι δὲ καὶ αὐθωρόν· ὅσοι δὲ ἐπὶ δυσὶν ἀντεῖχον ἢ τρισὶν ἡμέραις, πρῶτα μὲν πυρετῷ κατείχοντο λαβροτάτῳ, καὶ ἐς τὴν κεφαλὴν τοῦ νοσήματος ἐμπίπτοντος, ἀφωνίᾳ κατείχοντο καὶ ἀναισθησίᾳ πρὸς πάντα τὰ γινόμενα, καὶ ὥσπερ πρὸς ὕπνον κατεφέροντο βαθύν. ἢν δέ που ἀνανήψειαν, φθέγγεσθαι μὲν ἐβούλοντο, δυσκίνητος δὲ ἡ γλῶσσα ἦν καὶ ἀδιάρθρωτα τὰ πολλὰ ἐφθέγγοντο, τῶν περὶ τὸ ἰνίον νεύρων νεκρωθέντων, καὶ τάχιστα ἀπέθνησκον. ἑτέροις δὲ οὐκ εἰς τὴν κεφαλὴν, ἀλλ' εἰς τὸν πνεύμονα ἐμπίπτον τὸ κακὸν, φλόγωσίς τε ἦν αὐτίκα πρὸς τὰ ἔνδον, καὶ δριμείας ἐνεποίει ἀλγηδόνας περὶ τὰ στήθη· ὕφαιμόν τε πτύελον ἀνέπεμπον καὶ πνεῦμα ἄτοπον ἀπὸ τῶν ἔνδον καὶ δυσῶδες· ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα καταξηραινόμενα ὑπὸ τοῦ καύσονος, μέλανα καὶ αἱματώδη ἦσαν· καὶ ποτὸν τό τε πλέον καὶ τὸ ἔλασσον ἐν ὁμοίῳ καθειστήκει· καὶ ἡ ἀγρυπνία 3.51 ἐπέκειτο διὰ παντὸς καὶ ἀπορία πανταχόθεν ἦν ἐπί τε ταῖς ὠλέναις ταῖς ἄνω καὶ κάτω, οὐκ ὀλίγοις δὲ καὶ πρὸς τὰς σιαγόνας, καὶ ἕτεροις ἐν ἑτέροις μέρεσι τοῦ σώματος ἀποστάσεις ἐγίνοντο, τοῖς μὲν μείζους, τοῖς δὲ ἐλάσσους, καὶ μέλαιναι φλυκτίδες ἀνεφύοντο. ἑτέροις δὲ ὥσπερ στίγματα μέλανα κατὰ παντὸς τοῦ σώματος ἐξήνθει, τοῖς μὲν ἀραιά τε καὶ διαφανέστερα, τοῖς δ' ἀμυδρότερα καὶ συνεχῆ· καὶ πάντες ὁμοίως ὑπὸ πάντων ἔθνησκον. τοῖς μὲν γὰρ τὰ πάντα ἐπεγίνετο, τοῖς δὲ πλείω ἢ ἐλάσσω, οὐκ ὀλίγοις δὲ καὶ ἓν τῶν πάντων ἤρκεσε πρὸς θάνατον· ὅσοι δὲ ἐκ πολλῶν ὀλίγοι ἠδυνήθησαν διαφυγεῖν, οὐκέτι ὑπὸ τοῦ αὐτοῦ κατείχοντο κακοῦ, ἀλλ' ἐν τῷ θαρσαλέῳ ἦσαν ἤδη. δὶς γὰρ οὐκ ἐπελάμβανεν, ὥστε καὶ κτείνειν· ἀποστάσεις δὲ ἐγίνοντο μεγάλαι πρὸς τοῖς μηροῖς ἢ ἐν ταῖς ὠλέναις· ὧν τεμνομένων, σφάκελλος ἐξέῤῥει δυσώδης καὶ πολὺς, καὶ τὸ νόσημα διεφορεῖτο εἰς ἐκεῖνο, τὴν διενοχλοῦσαν ὕλην ἀποῤῥίπτον. πολλοὶ δὲ καὶ ὑπὸ πάντων κατασχεθέντες, παρὰ δόξαν διεσώζοντο. ἦν δὲ ἐπικουρία οὐδεμία οὐδαμόθεν. ὃ γὰρ ἑτέρῳ συνήνεγκε, τοῦθ' ἑτέρῳ τὰ ἴσα πάσχοντι δηλητήριον ἐγίνετο· καὶ ἕτερος ἀφ' ἑτέρου θεραπείας ἀνεπίμπλαντο τῆς νόσου, καὶ τὴν πλείστην φθορὰν τοῦτο ἐνεποίει, καὶ πολλαὶ οἰκίαι ἐκενώθησαν τῶν οἰκητόρων, καὶ τῶν ἀλόγων τοῖς κυρίοις συναποθανόντων. δεινότατον δὲ ἦν ἡ ἀθυμία. ὁπότε γάρ τις αἴσθοιτο κάμνον 3.52 τος ἑαυτοῦ, ἐλπὶς οὐδεμία σωτηρίας ὑπελείπετο, ἀλλὰ πρὸς τὸ ἀνέλπιστον τραπόμενοι, προΐεντο σφᾶς αὐτοὺς καὶ ἀπέθνησκον ἐν τῷ αὐτίκα, μεγάλην ῥοπὴν τῷ νοσήματι τὴν ἀθυμίαν προστιθέντες. τὸ μὲν οὖν τῆς νόσου εἶδος τοιοῦτον κρεῖσσον λόγου ἦν· ὅθεν καὶ μάλιστα ἐδεδήλωτο, οὐ τῶν συντρόφων καὶ τῇ φύσει προσηκόντων τῶν ἀνθρώπων, ἀλλ' ἕτερόν τι ὂν ὑπὸ θεοῦ τοῖς ἀνθρώποις ἐπενηνεγμένον πρὸς σωφρονισμόν· καὶ πολλοὶ ἐκ τοῦ τοιούτου βελτίους τὴν ψυχὴν ἐγένοντο σωφρονισθέντες, οὐ μόνον οἱ τελευτήσαντες, ἀλλὰ καὶ ὅσοι περιεγένοντο τῆς νόσου. πάσης γὰρ ἀπέσχοντο κακίας ἐν τῷ τότε χρόνῳ καὶ ἀρετῆς ἐπεμελοῦντο· καὶ πολλοὶ τὰ ὄντα πένησι διένειμον καὶ πρὶν τὴν νόσον εἰς αὐτοὺς ἐγκατασκῆψαι· εἰ δέ ποτε καὶ αἴσθοιντο αὐτοὺς κατεχομένους, οὐδεὶς ἦν οὕτως ἀναλγήτως ἔχων, ὥστε μὴ μετάνοιαν ἐνδείξασθαι τῶν πεπλημμελημένων καὶ πρὸς τὰ ἐκεῖ δικαιωτήρια μὴ πρόφασίν τινα παρασχεῖν τοῦ σωθήσεσθαι ὑπὸ θεοῦ, εἰ μὴ πάνυ ἀνιάτως εἶχε καὶ ἀθεραπεύτως τὴν ψυχήν. ὑπὸ τῆς τοιαύτης νόσου πλεῖστοί τε ἀπέθανον ἐν Βυζαντίῳ τότε, καὶ ὁ βασιλέως παῖς Ἀνδρόνικος κατασχεθεὶς ἐτελεύτησε τριταῖος. βασιλὶς δὲ ἡ μήτηρ, ἐπεὶ ἐπύθετο τοῦ παιδὸς τὴν τελευτὴν, ὑπὸ σφοδροτάτης ἀλγηδόνος πληγεῖσα τὴν καρδίαν, διὰ βίου ἀνεξάλειπτον ἔσχε τὴν μνήμην τοῦ παιδός. ἦν γὰρ οὐ μόνον ἀγαθὸς ἰδεῖν, ἀλλὰ καὶ