425
προϊσταμένου. ἐν ῃ προσδέχε3.135 σθαι μὲν τοὺς ἐν τῷ καιρῷ τοῦ διωγμοῦ παραπεπτωκότας δεῖν εδοξεν, ἐπιστρέφοντας, καὶ μετανοίας φαρμάκοις θεραπεύειν αὐτούς· τὸν δὲ Ναυάτον τοῖς τῇ συνόδῳ δόξασι μὴ πειθόμενον οἱ θεῖοι πατέρες ἐκεῖνοι τῆς ἐκκλησίας ἀπηλλοτρίωσαν καὶ ἀπεκήρυξαν ὡς μισάδελφον. Μέμνηται δέ τινος ὁ Εὐσέβιος ἱστορίας ἐξ ἐπιστολῆς ∆ιονυσίου τοῦ τῆς ̓Αλεξανδρέων ἐκκλησίας ἐπισκοπήσαντος τοιαύτης. φησὶ γὰρ ταῦτ' ἐπιστεῖλαι πρὸς ῥῆμα τὸν ∆ιονύσιον "Σαραπίων τις ην παρ' ἡμῖν πιστὸς γέρων, ἀμέμπτως μὲν βιούς, ἐν δὲ τῷ πειρασμῷ πεσών. ουτος πολλάκις ἐδεῖτο, καὶ οὐδεὶς προσεῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. νοσήσας δὲ τριῶν ἑξῆς ἡμερῶν αφωνος διετέλεσε καὶ ἀναίσθητος· ἀνασφήλας δὲ τῇ τετάρτῃ βραχύ, προσεκαλέσατο τὸν θυγατριδοῦν, καί «σπεῦσον» ειπε, «κάλεσόν μοι τῶν πρεσβυτέρων τινά»· καὶ πάλιν ην αφωνος. εδραμεν ὁ παῖς ἐπὶ τὸν πρεσβύτερον· ὁ δὲ ἀφικέσθαι μὲν οὐκ ἠδυνήθη, καὶ γὰρ ἠσθένει, ἐντολῆς δὲ παρ' ἐμοῦ δεδομένης, τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ιν' εὐέλπιδες ἀπαλλάττοιντο, βραχὺ τῆς εὐχαριστίας δέδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. ἐπανῆκεν ὁ παῖς φέρων. ἐγγὺς δὲ γενομένου, πρὶν εἰσελθεῖν, ἀνενέγκας πάλιν ὁ Σαραπίων «ηκες» εφη «τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθὲν καὶ ἀπάλλαττέ με.» ἀπέβρεξεν ὁ παῖς, καὶ αμα τε ἐνέχεε τῷ στόματι τοῦ πρεσβύτου, καὶ μικρὸν ἐκεῖνος καταβροχθίσας εὐθέως ἀπέδωκε τὸ πνεῦμα. αρ' οὐκ ἐναργῶς διετηρήθη καὶ παρέμεινεν εως λυθῇ καὶ τῆς 3.136 ἁμαρτίας λυθείσης ἐπὶ πολλοῖς οις επραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ;" ταῦτα ἡ τοῦ ∆ιονυσίου διέξεισιν ἐπιστολή. ∆έκιος δὲ ουτω διατεθεὶς εἰς τοὺς τὸν Χριστὸν σεβομένους, οὐδὲ δύο ολους ἐνιαυτοὺς ἐπὶ τῇ τῶν ̔Ρωμαίων ἀνύσας ἀρχῇ αισχιστα διεφθάρη. βαρβάρων γὰρ ληιζομένων τὸν Βόσπορον ὁ ∆έκιος αὐτοῖς συνεπλέκετο καὶ πολλοὺς ἀνῄρει· τῶν δὲ στενοχωρηθέντων καὶ αἰτουμένων ἀφεῖναι τὴν λείαν πᾶσαν, εἰ παραχωρηθεῖεν ἀναχωρῆσαι, ὁ ∆έκιος οὐκ ἐνέδωκεν, ἀλλὰ Γάλλον ενα τῶν τῆς συγκλήτου τῇ διόδῳ τῶν βαρβάρων ἐπέστησε, μὴ συγχωρῆσαι κελεύσας αὐτοῖς παρελθεῖν. ὁ δὲ Γάλλος ὑπέθετο τοῖς βαρβάροις, ἐπιβουλεύων ∆εκίῳ, πλησίον τέλματος βαθέος οντος, ἐκεῖ παρατάξασθαι. ουτω δὲ παραταξαμένων τῶν βαρβάρων καὶ τὰ νῶτα τρεψάντων ὁ ∆έκιος ἐπεδίωκε· καὶ αὐτός τε σὺν τῷ υἱῷ καὶ πλῆθος τῶν ̔Ρωμαίων ἐνεπεπτώκει τῷ τέλματι, καὶ πάντες ἐκεῖσε ἀπώλοντο, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι, καταχωσθέντα τῇ ἰλύϊ τοῦ τέλματος. Κρατεῖ ουν ὁ Γάλλος, ον τινὲς μὲν τῶν συγγραφέων καὶ Βολουσιανὸν κεκλῆσθαί φασιν ὡς διώνυμον, αλλοι δὲ τὸν Βολουσιανὸν υἱὸν αὐτοῦ ειναι γεγράφασι καὶ συνάρχειν αὐτῷ. κρατήσας τοίνυν τῆς τῶν ̔Ρωμαίων ὁ Γάλλος ἀρχῆς, σπένδεται τοῖς βαρβάροις ἐπὶ συνθήκαις τοῦ λαμβάνειν ἐκείνους παρὰ ̔Ρωμαίων δασμὸν ἐνιαύσιον καὶ μὴ τὰ ̔Ρωμαίων ληίζεσθαι. καὶ σπεισάμενος ουτως ἐπανῆλθεν εἰς ̔Ρώμην, καὶ τὸν υἱὸν αὐτοῦ τὸν Βολουσιανὸν ἀνηγόρευσε Καίσαρα. βαρὺς δὲ καὶ ουτος γέγονε τοῖς 3.137 χριστιανοῖς, καὶ οὐχ ηττον ∆εκίου, διωγμὸν κατ' αὐτῶν ἐγείρας καὶ πολλοὺς ἀνελών. ηρξατο δ' αυθις ἐπὶ τούτου ἡ κίνησις τῶν Περσῶν, καὶ κατεσχέθη παρ' αὐτῶν ἡ ̓Αρμενία, τοῦ ταύτης βασιλέως Τιριδάτου φυγόντος, τῶν δὲ παίδων ἐκείνου προσρυέντων τοῖς Πέρσαις. καὶ Σκύθαι δὲ εἰς τὴν ̓Ιταλίαν εἰσέβαλον, πλῆθος οντες σχεδὸν ὑπερβαῖνον καὶ ἀριθμόν, καὶ Μακεδονίαν καὶ Θεσσαλίαν καὶ ̔Ελλάδα κατέδραμον. λέγεται δὲ τούτων μοῖράν τινα διὰ Βοσπόρου παρελθοῦσαν καὶ τὴν Μαιώτιδα λίμνην ὑπερβᾶσαν ἐπὶ τὸν Ευξεινον γενέσθαι πόντον καὶ χώρας πορθῆσαι πολλάς. καὶ αλλα δὲ πολλὰ τῶν ἐθνῶν τότε κατὰ τῆς ̔Ρωμαϊκῆς ἐπικρατείας ὡρμήκεσαν. ἀλλὰ καὶ λοιμὸς τηνικαῦτα ταῖς χώραις ἐνέσκηψεν, ἐξ Αἰθιοπίας ἀρξάμενος καὶ πᾶσαν σχεδὸν ἐπινεμηθεὶς χώραν ἑῴαν τε καὶ ἑσπέριον, καὶ πολλὰς τῶν πόλεων τῶν οἰκητόρων ἐκένωσεν, ἐπὶ