Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
εἰρήνη ἡμῶν, ὁ τὴν μεταξὺ κειμένην ἀφελὼν ἁμαρτίαν, καὶ συμβῆναι παρασκευάσας εἰς φιλίαν τῷ Πατρὶ, καὶ συνάψας ἡμᾶς δι' ἑαυτοῦ· δι' αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν. Ὥσπερ οὖν, εἴ τις ἔρχοιτο, φησὶ, δρο- μαῖος καὶ ταχὺς, ἁλῶναι λέγων ἐχθροὺς, καὶ ἐπαγ- γέλλων εἰρήνην, εὐαγγελιζόμενός τε τὰ ἀγαθά· οὕτω καὶ ὁ πάντων Σωτὴρ ἐπεφοίτησε τῷ κόσμῳ μετὰ σαρκὸς, καὶ γέγονεν ἡμῖν εἰρήνης βραβευτὴς πρὸς Θεὸν καὶ Πατέρα, καταργηθέντος τοῦ Σατανᾶ, καὶ πάσης τῆς φάλαγγος αὐτοῦ γενομένης ἐκποδὼν, καὶ ὅτι καιρὸς ἐνέστηκε, καθ' ὃν ἔξεστι τοῖς ἐθέλουσι παντὸς ἐν μεθέξει γενέσθαι καλοῦ· ἕψεται γὰρ πάν- 70.1156 τως τοῖς πιστεύσασιν εἰς αὐτὸν, καὶ τὰ αὐτοῦ φρο- νεῖν τε καὶ δρᾷν ᾑρημένοις, ἀμφιλαφεστάτην ἔχειν τὴν οὐρανίων ἀγαθῶν μέθεξιν, καὶ ἁπάσης ἐλπίδος ἀναπίμπλασθαι καλῆς· πλουσιόδωρος γὰρ ὁ Σωτήρ. 9Ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέ- γων· Σιὼν, βασιλεύσει σου ὁ Θεὸς, ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐ- φρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσει Κύριος τὴν Σιών.9 Σιὼν μὲν οὖν ὀνομάζει πάλιν ἐν τούτοις, οὐκ ἐπί- γειόν τινα πόλιν, τὴν ἁγίαν δὲ μᾶλλον αὐτοῦ Ἐκκλη- σίαν, ἣν ἐκ τῶν δύο λαῶν συνεστήσατο. Γέγραπται γὰρ, ὅτι "6Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ."6 Ποιῆσαι δὲ λέγεται Χριστὸς τὰ ἀμφότερα ἓν, καὶ λῦσαι τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντο- λῶν ἐν δόγμασι καταργῆσαι. Ἀναδειχθέντος δὲ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὃ καὶ δογμάτων ἐστὶν ἀλη- θινῶν κατάμεστον, πέπαυται τῆς ἐν νόμῳ σκιᾶς ἡ δύναμις, τοῦτ' ἔστιν, ἡ δι' αἱμάτων λατρεία καὶ προσαγωγή. Σιὼν οὖν νοητέον τὴν Ἐκκλησίαν, ὡς ἔφην, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστὸς, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Ταύτης ἀκουστὴν ἐποιήσατο τὴν σωτηρίαν, τοῦτ' ἔστιν ἐξάκουστον. Ἔλαθε γὰρ τῶν ἐπὶ τῆς γῆς παντελῶς οὐδένα, τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις· ἀλλ' οὐδὲ ἀνήκοός τις ἀπομεμένηκε τῆς διὰ Χριστοῦ σωτηρίας. Ἔφη γὰρ καὶ διὰ τῆς τοῦ Ψάλ- λοντος λύρας· "6Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμέ- νην."6 Καὶ ὥσπερ τὸ τῶν δαιμονίων μνημόσυνον ἀπ- ώλετο μετ' ἤχου, τοῦτ' ἔστιν ἐπισήμως καὶ διαβοή- τως, ἠγνόησε δὲ οὐδεὶς τῆς τῶν δαιμονίων τυραννίδος τὴν ἀπώλειαν· οὕτω καὶ τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα γέγονεν ἀκουστὸν τοῖς ἁπανταχοῦ, τὴν σω- τηρίαν εἰσφέρον τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ. Τίς δὲ ἡ δύναμις τοῦ κηρύγματος; Σιὼν, βασιλεύσει σου ὁ Θεός. Πάλαι μὲν γὰρ, τοῦτ' ἔστι πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, βεβασίλευκεν ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ Σατανᾶς, καὶ τυραννικῆς σκαιότη- τος ἐπέῤῥιπτο ζυγὸς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐπειδὴ δὲ ἐπέλαμψεν ἡμῖν ὁ τῶν ὅλων βασιλεὺς καὶ Κύριος, διαῤῥήξαντες τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψαντες τὸν ζυγὸν τοῦ πάλαι πλεονεκτήσαντος, τοῖς τοῦ Θεοῦ σκήπτροις ὑπηγάγομεν τὸν αὐχένα, καὶ βεβασίλευκεν ἡμῶν ὁ Θεὸς καὶ Πατὴρ δι' Υἱοῦ, καὶ γέγονεν ἡμῖν τὸ χρῆμα πανηγύρεως ἀφορμή. Ψάλλει γοῦν ὁ ∆α- βὶδ, καί φησιν· "6Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ."6 Καὶ πάλιν· "6Ψάλατε δὴ οὖν συνετῶς, ἐβα- σίλευσεν ὁ Θεὸς ἐπὶ πάντα τὰ ἔθνη."6 Κέκληκε δὲ ἡμᾶς πρὸς τοῦτο, ὡς ἔφην, καὶ αὐτὸς ὁ Σωτὴρ, λέ- γων· "6∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς."6 Οὐκοῦν ἐπράττετο μὲν ἀθλίως, καὶ ἐν ἐσχάτοις ἦμεν κακοῖς, ἀγρίῳ τυράννῳ κατ- εζευγμένοι, καὶ τὸν τῆς ἁμαρτίας ὑποδραμόντες ζυ- γόν. Ἡ δὲ τῶν ἱερῶν κηρυγμάτων δύναμις τὴν τοῦ 70.1157 Χριστοῦ βασιλείαν εὐηγγελίσατο, καὶ ὑπ' αὐτῷ πάν- τες ἐσμέν. Ἐπήγγελται γὰρ λέγων, ὅτι "6Σιὼν, βασι- λεύσει σου ὁ Θεός."6 Βασιλεύσει δὲ πῶς, ἢ τίνα τρό- πον, αὐτὸς εὐθὺς διεσάφησεν, εἰπὼν, ὅτι "6Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη."6 Καὶ φυλάσσοντες δὲ εἶεν ἂν οἱ θεσπέσιοι μαθηταὶ, ἤγουν ἅπαντες ἁπλῶς οἱ μυσταγωγεῖν εἰδότες καὶ δυνάμενοι, καὶ ὀρθοποδεῖν ἀναπείθοντες τοὺς