ἐνεργοῦσα ἦν πρεσβευτικῶς, εἰς ἣν ἀλληγορεῖται ἡ Ἥρα, ὡς πολλαχοῦ δηλοῦται. ἰστέον δέ, ὅτι τὸὉμηρικὸν τοῦτο χωρίον παρῳδηθὲν λεχθείη ἂν πρός τινος ἐν κενοῖς κοπιάσαντος, οἷον «πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ' ἀτέλεστον ἱδρῶθ', ὃν ἵδρωσαμόγῳ». εἰ δὲ καὶ πολιτικὸν εἴη τὸ ἔργον, ἁρμόσει ποτὲ καὶ τὸ ἑξῆς «καμέτην δέμοι», ἢ ἔκαμον δέ μοι, «οἱ ἵπποι λαὸν ἀγείροντι». Τὸ δέ «πῶς ἐθέλεις ἅλιονθεῖναι πόνον» καὶ ἑξῆς, μετ' ὀλίγα ἐκ πυσματικοῦ παραινετικῶς σχηματίζωνὍμηρός φησιν· «ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον.» (ῃ. 26)Ἰστέον δὲ καί, ὅτι τοῦ ἅλιον πόνον ἐφερμηνευτικόν ἐστι τὸ ἀτέλεστον ἱδρῶτα.οὐκ ἄδηλον δέ, ὡς ἐπὶ ψόγῳ τῆς ναυτιλίας ἅλιον ἐκ τῆς ἁλὸς τὸ μάταιον εἴρηται,καὶ ὡς τὸ ἀτέλεστον καὶ ἀτελεύτητον λέγεται. αὐτὸ δὲ παρὰ Σοφοκλεῖ καὶ τὸνμὴ τελευτὴν ἐπάγοντα τοῖς ζητουμένοις δηλοῖ ἐν τῷ «ἄτεγκτος κἀτελεύτητοςφανῇ». [Ἰστέον δὲ καί, ὅτι βλασφημίας μόριον παλαιός τίς φησι καὶ τὸ ἅλιος,ῥηθὲν παρὰ τὴν ἅλα, ἧς τὸ ὕδωρ εἰκαῖόν τι ἐδόκει πρὶν ἢ τὰς νῆας ἐφευρεθῆναι.](ῃ. 27) Ἀττικὸν δὲ συνήθως τὸ «ἱδρῶτα, ὃν ἵδρωσα», ὡς καὶ τὸ «δαίνυ δαῖτα»καὶ τὰ ἄλλα, ἐν οἷς συνεκφωνεῖται τῷ ῥήματι καὶ τὸ ἐξ αὐτοῦ ὄνομα. (ῃ. 29 ετ37 ς.) Ὅτι ἐφ' οἷς τις παραχωρεῖ δυσαρεστούμενος μέν, ἄκων δὲ ὑπενδιδούς,καλῶς ἂν ἐρεῖ τὸ τῆς Ἥρας, ἤγουν τὸ «ἔρδε, ἀτὰρ οὐ πάντες ἐπαινέομεν ἄλλοι».ὁμοίως καὶ τὸ τοῦ ∆ιός· «ἔρξον, ὅπως ἐθέλεις, μὴ τοῦτό γε νεῖκος ὀπίσσω σοὶκαὶ ἐμοὶ μέγ' ἔρισμα μετ' ἀμφοτέροισι γένηται». (ῃ. 29) Ἰστέον δέ, ὅτι τὸ ἔρξονὅπως ἐθέλεις, περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ ἔρδε, ὃ ἐλλιπῶς καὶ ἐν τῇ αʹῥαψῳδίᾳ κεῖται. ταὐτὸν δὲ νεῖκος καὶ ἔρισμα, ὅ ἐστιν ἔρις. Ὅρα δὲ τὸ ἔρδε καὶτὸ ἔρξον διαφόρως ἐξ ἑνὸς θέματος προφερόμενα. προϋποκειμένου γὰρ τοῦῥέζω ῥέξω, εἶτα μεταθέσεως γενομένης, τὸ ἕρζω τροπῇ μὲν συνήθει τοῦ ˉζ εἰς ˉδἔρδω γεγονὸς μένει ἄκλιτον, καθ' αὑτὸ δὲ ὂν διὰ τοῦ ˉξ ἔχει τὸν μέλλοντα 1.698 ∆ωρικώτερον, ἐξ οὗ τὸ ἔρξον. καὶ ἄλλως δὲ τὸ ἔρξον δύναται ἀπὸ τοῦ ἔργωεἶναι, ἀφ' οὗ τὸ ἔοργα. [Ὅρα δέ, ὅτι πρωτοτύπου μὲν ὄντος τοῦ ῥέζω, ὅπερἐστὶν ἐρρωμένως πράττω, ὡς ἐκ τοῦ ῥῶ μονοσυλλάβου ῥήματος, δευτερεύοντοςδὲ τοῦ ἔρδω, χρῆσις ἐνταῦθα κεῖται ἀμφοῖν, τοῦ μὲν ἐν τῷ κακὰ ῥέζουσι, τοῦ δὲἐν τῷ ἔρδε.] (ῃ. 31 ς.) Ὅτι ὁ ἄγαν τινὶ θυμούμενος ἀκούσοι ἄν ποτε οἰκείως τὸ»δαιμόνιε, τί νύ σε κακὸν ῥέζω, ὅτ' ἀσπερχὲς μενεαίνεις», ἤγουν τί σε κακοποιῶ,ὅτι πάνυ ἐπισπέρχεις, ἤτοι σπεύδεις, εἰς τὸ κατ' ἐμοῦ μένος. Ἥρα δὲ τοῦτο ἀκούει ἐκ ∆ιὸς δαιμονίη προσρηθεῖσα. Ἔστι δὲ ἀσπερχὲς τὸ πολυσπούδαστον, ὃπερισπερχὲς λέγει ὁ Σοφοκλῆς, κατ' ἐπίτασιν καὶ αὐτός. ἁπλοῦν δὲ αὐτοῦ ῥητὸνοὐ τὸ σπερχές, ἀλλὰ τὸ σπερχνόν, ὅμοιον ὂν τῷ τερπνόν καὶ στεγνόν. (ῃ. 34-6)Ὅτι θυμὸν θέλων ἐνδείξασθαι τῆς Ἥρας πάνυ πολὺν ὁ Ζεὺς φησίν. «εἰ δὲ σύ γε εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τεπαῖδας ἄλλους τε Τρῶας, τότε κεν τὸν χόλον ἐξακέσαιο». ὁ δὲ λόγος ἁρμόσει ποτὲπαρῳδηθεὶς καὶ ἄλλοις προσώποις πάνυ θυμουμένοις, ὁποῖον καὶ τὸ εὐξάμενονἔφεσιν αὐτῷ ἐγγενέσθαι ἥπατι ἀνθρώπου ἐμφῦναι ὥστε καταφαγεῖν. Σημείωσαιδέ, ὅτι ἀνωτέρω αἰνότατος ὑπὸ Ἥρας ὁ Ζεὺς ὀνειδισθεὶς ἀντισκώπτει ἄρτι αὐτὴνεἰς ἄκραν ἀπήνειαν, δι' ἣν ὠμὸν ἂν φάγοι τὸν Πρίαμον καὶ τοὺς περὶ αὐτόν.(ῃ. 36) Ὅρα δὲ καὶ τὸ «χόλον ἐξακέσαιο». νόσος μὲν γὰρ οἷον τὸ χολοῦσθαι,τὸ δὲ παύσασθαι τοῦ χόλου ἀκέσασθαί ἐστι. (ῃ. 35) Τοῦ δὲ βεβρώθοις τὸ θέμαβεβρώθω, γενόμενον κατὰ ἀναδιπλασιασμὸν ἐκ τοῦ βρῶ, καθὰ ἐκ τοῦ κλῶτὸ κλώθω. (ῃ. 39) Ὅτι τὸ «ἐνὶ φρεσὶ βάλλεο σῇσιν» ἀντὶ τοῦ ἐπιτυχῶς θὲς εἰςνοῦν. δῆλον δέ, ὡς διαφέρει τὸ βαλέσθαι τοῦ βαλεῖν. (ῃ. 39-54) Ὅτι ἀντιπαραχωροῦσιν ἀλλήλοις βιωτικώτερον θελημάτων τινῶν Ζεύς τε καὶ Ἥρα, ἵνα μὴτὴν συζυγίαν τῇ φιλονεικίᾳ διϊστῶσι. ῥητορικωτάτη δὲ ἡ σκευωρία τοῦ λόγου.ὁ μὲν γὰρ Τροίαν, ἣν μίαν, ὥς φησιν, ἔχει, χαρίζεται, ἡ δὲ ἀντὶ μιᾶς