426
πρὸς πάντα μάλιστα, ὅσα νέον οἶδε κοσμεῖν, ἔχων εὐφυῶς καὶ μεγάλας ἐλπίδας ὑποφαίνων 3.53 τοῦ τῶν γεγεννηκότων ἄξιον ἑαυτὸν ἀποφανεῖν. μετὰ τοῦτο δὲ ὁ βασιλεὺς βασιλέα τὸν γαμβρὸν ἔχων, πρὸς τὰς τῆς Θρᾴκης ἐξῄει πόλεις καὶ πάσας περιῆλθε, τοῦτο μὲν βασιλέα πᾶσιν ἐμφανίζων ἄχρι τότε ἀγνοούμενον ταῖς πόλεσι, καὶ πᾶσιν ἔργοις αὐτοῖς κατάδηλον ποιῶν, ὡς τὴν πατρῴαν βασιλείαν ὁ νέος διαδέξοιτο βασιλεὺς, τοῦτο δὲ πρὸς τοὺς πόνους στρατιώτῃ πρέποντας ἀσκῶν. ἥδετό τε κατάκρας ὁ πρεσβύτερος βασιλεὺς ὁρῶν τὸν νέον ἐπιτηδείως ἔχοντα πρὸς τὰς στρατείας καὶ μεγάλα ἐπαγγελλόμενον ἐκ τῶν παρόντων. ἀλύπως γὰρ καὶ ἱλαρῶς τούς τε πόνους ἔφερε, καὶ τῆς διαίτης τὴν ἐναλλαγὴν, καὶ πάντα ἔπραττεν ὁμοίως τοῖς εἰθισμένοις ἐκ πολλοῦ. θʹ. Αὖθίς τε εἰς Βυζάντιον ἀναστρέψας ὁ βασιλεὺς, πρὸς τὸν Ῥώμης ἐπίσκοπον Κλήμεντα τόν τε Σπανόπουλον Γεώργιον τὸν πρωτοβεστιαρίτην καὶ Σιγηρὸν τὸν πραίτωρα τοῦ δήμου, καὶ ἐκ τοῦ Λατίνων γένους Φρανσὲς ὄνομά τινα, πολὺν ἤδη χρόνον δεδουλευκότα βασιλεῖ, τῶν ἐπιτηδείων δ' ὄντα καὶ γνωρίμων πάπᾳ, πρέσβεις ᾑρεῖτο. ἡ πρεσβεία δὲ ἦν, ἅμα μὲν ἀπαλείφουσα τῆς πάπα ψυχῆς τὰς περὶ βασιλέως προσπεσούσας φήμας. ᾔδει γὰρ αὐτὸν περὶ αὐτοῦ ἀκηκοότα, ὡς κατὰ τὸν τοῦ πολέμου χρόνον βαρβάροις χρήσαιτο συμμάχοις, ἀναιροῦσι καὶ ἐξανδραποδιζομένοις ὁσημέραι τοὺς Ῥωμαίους. διὸ περὶ πλείονος ἐποιεῖτο τὰς αἰτίας τῶν συμβεβηκότων πάπαν καταμαθεῖν, καὶ ὡς ἀνάγκῃ διὰ τὸν περι 3.54 σχόντα πόλεμον ἐπὶ τοιαῦτα ἔλθοι, ἀλλ' οὐ τὴν κοινωνίαν τῶν βαρβάρων ἀσπαζόμενος. ἔπειτα ἐδεῖτο καὶ τὴν μελετωμένην ὑπ' αὐτοῦ πάπα καὶ τῶν κατὰ τὴν Ἰταλίαν καὶ τὴν ἄλλην ἑσπέραν κατὰ τῶν βαρβάρων ἔφοδον τῶν πολεμίων τῷ στρατηγῷ ἐπ' αὐτοῦ νυνὶ γεγενῆσθαι. ἥδεσθαί τε γὰρ μάλιστα ἐπὶ τῇ ἐκείνων ἀπωλείᾳ καὶ φθορᾷ καὶ αὐτὸν τὰ μέγιστα συνεργήσειν, οὐ μόνον διάβασιν παρέχοντα τῇ στρατιᾷ πρὸς τὴν Ἀσίαν ἄπονον, ἀλλὰ καὶ αὐτὸν συμπαρόντα μετὰ τῆς στρατιᾶς καὶ συναγωνιζόμενον προθύμως. τῶν μὲν γὰρ ἄλλων πλεονεκτημάτων τοῖς πρὸ αὐτοῦ βεβασιλευκόσι ῥᾷστα ἂν παραχωρήσειε· προθυμίας δὲ τῆς περὶ τὰ καλὰ καὶ τοῦ βούλεσθαι τοὺς βαρβάρους ἐπιδεῖν πάσχοντας ἀντίῤῥοπα τοῖς τολμηθεῖσι κατὰ Χριστιανῶν ἐπὶ τοσοῦτον χρόνον, οὐδενί. ἡ μὲν οὖν πρεσβεία τοιαύτη ἦν, καὶ πάντα ἐτελεῖτο κατὰ γνώμην βασιλεῖ. διαλεγομένων γὰρ τῶν πρεσβέων τῷ πάπᾳ περὶ ὧν ἧκον, ἐκεῖνος τὸν λόγον ἀναλαβὼν, πάντα διηγεῖτο ἀκριβῶς, ὥσπερ ἂν αὐτὸς παρὼν τοῦ πολέμου τελουμένου. θαυμαζόντων δὲ τῶν πρεσβέων καὶ πυνθανομένων, ὅθεν εἰδείη ταῦτα ἀσφαλῶς, παρὰ Ζαμπαίας τῆς ἐκ Σαβωΐας ἔφασκεν ἀκηκοέναι βασιλίδι συμπαρούσης ἐν Βυζαντίῳ ἀπ' ἀρχῆς μάλιστα τοῦ πολέμου ἄχρι τέλους· ἣ μετὰ τὸ βασιλέα Βυζάντιον ἑλεῖν, ἀπαίρουσα εἰς τὴν οἰκείαν, πάντα διηγεῖτο ἀκριβῶς τῷ πάπᾳ συντυχοῦσα, ὡς ἐγένετο, μηδὲν ἀποκρύψασα τῆς ἀληθείας. ἐπῄνει τε ὁ πάπας βασιλέα καὶ ὑπερηύ 3.55 χετο αὐτοῦ, ὅτι πολεμηθεὶς ἀδίκως οὕτω καὶ διαβληθεὶς ὑπὸ συκοφαντῶν καὶ τοσαῦτα ἐνεγκὼν δεινὰ κατὰ τὸν πόλεμον, ἐπειδὴ τοῖς ὅπλοις περιεγένετο τῶν ἀντισχόντων, οὐδὲν μικρόψυχον ἔπαθεν, οὐδ' ἀγεννές· οὐδὲ ἐμνησικάκησε τοῖς κακοῖς περὶ αὐτὸν γεγενημένοις, καὶ ταῦτα ὑπ' ἐκείνου πρότερον πολλὰ εὐεργετηθεῖσιν, ἀλλὰ βασιλίδι τε καὶ τοῖς παισὶν ἄξιος ὤφθη ἑαυτοῦ καὶ τῆς βασιλέως τοῦ φίλου περὶ αὐτὸν σπουδῆς, καὶ τοῖς ἄλλοις ἅπασιν ὁμοίως ἥμερος καὶ προσηνὴς, οὐ μόνον τῶν τετολμημένων δίκας μηδένα ἀπαιτήσας, ἀλλὰ καὶ φιλοτίμως εὐεργετῶν ἐξ ἀντιστρόφου. μάλιστα δὲ ἐπῄνει τὸ τὴν θυγατέρα συναρμόσαι βασιλεῖ τῷ νέῳ καὶ τὴν πατρῴαν ἀποδοῦναι βασιλείαν. φιλοτιμότατά τε ὁ πάπας περὶ τοὺς βασιλέως πρέσβεις διατεθεὶς ἐν προεδρίαις καὶ προπομπαῖς καὶ ὑπαντήσεσι καὶ τοῖς ἄλλοις τοῖς προσήκουσιν, ἔπειτα ἀπέπεμπε, καὶ πρέσβεις δύο τῶν ἐπισκόπων συνεκπέμψας, ὧν ὁ ἕτερος τοῦ μενουρίων τάγματος ἦν Γελίελμος προσαγορευόμενος, Οὔγα δὲ Σπὲρτ ὁ λοιπὸς ἐκαλεῖτο ἐκ τῶν κηρύκων προσαγορευομένων ὢν, ἀρετῆς τε μάλιστα